«
The Septuagint
LXX
The Geneva Bible (1560)
Geneva
[1]καὶ ἀπέστειλεν κύριος τὸν ναθαν τὸν προφήτην πρὸς δαυιδ καὶ εἰσῆλθεν πρὸς αὐτὸν καὶ εἶπεν αὐτῷ δύο ἦσαν ἄνδρες ἐν πόλει μιᾷ εἷς πλούσιος καὶ εἷς πένης [1]Then the Lord sent Nathan unto David, who came to him, and said unto him, There were two men in one city, the one rich, and the other poor.
[2]καὶ τῷ πλουσίῳ ἦν ποίμνια καὶ βουκόλια πολλὰ σφόδρα [2]The rich man had exceeding many sheep and oxen:
[3]καὶ τῷ πένητι οὐδὲν ἀλλ ἢ ἀμνὰς μία μικρά ἣν ἐκτήσατο καὶ περιεποιήσατο καὶ ἐξέθρεψεν αὐτήν καὶ ἡδρύνθη μετ αὐτοῦ καὶ μετὰ τῶν υἱῶν αὐτοῦ ἐπὶ τὸ αὐτό ἐκ τοῦ ἄρτου αὐτοῦ ἤσθιεν καὶ ἐκ τοῦ ποτηρίου αὐτοῦ ἔπινεν καὶ ἐν τῷ κόλπῳ αὐτοῦ ἐκάθευδεν καὶ ἦν αὐτῷ ὡς θυγάτηρ [3]But the poor had none at all, save one little sheep which he had bought, and nourished up: and it grew up with him, and with his children also, and did eat of his own morsels, and drank of his own cup, and slept in his bosom, and was unto him as his daughter.
[4]καὶ ἦλθεν πάροδος τῷ ἀνδρὶ τῷ πλουσίῳ καὶ ἐφείσατο λαβεῖν ἐκ τῶν ποιμνίων αὐτοῦ καὶ ἐκ τῶν βουκολίων αὐτοῦ τοῦ ποιῆσαι τῷ ξένῳ ὁδοιπόρῳ ἐλθόντι πρὸς αὐτὸν καὶ ἔλαβεν τὴν ἀμνάδα τοῦ πένητος καὶ ἐποίησεν αὐτὴν τῷ ἀνδρὶ τῷ ἐλθόντι πρὸς αὐτόν [4]Now there came a stranger unto the rich man, who refused to take of his own sheep, and of his own oxen to dress for the stranger that was come unto him, but took the poor man's sheep, and dressed it for the man that was come to him.
[5]καὶ ἐθυμώθη ὀργῇ δαυιδ σφόδρα τῷ ἀνδρί καὶ εἶπεν δαυιδ πρὸς ναθαν ζῇ κύριος ὅτι υἱὸς θανάτου ὁ ἀνὴρ ὁ ποιήσας τοῦτο [5]Then David was exceeding wroth with the man, and said to Nathan, As the Lord liveth, the man that hath done this thing, shall surely die,
[6]καὶ τὴν ἀμνάδα ἀποτείσει ἑπταπλασίονα ἀνθ ὧν ὅτι ἐποίησεν τὸ ῥῆμα τοῦτο καὶ περὶ οὗ οὐκ ἐφείσατο [6]And he shall restore the lamb four fold, because he did this thing, and had no pity thereof.
[7]καὶ εἶπεν ναθαν πρὸς δαυιδ σὺ εἶ ὁ ἀνὴρ ὁ ποιήσας τοῦτο τάδε λέγει κύριος ὁ θεὸς ισραηλ ἐγώ εἰμι ἔχρισά σε εἰς βασιλέα ἐπὶ ισραηλ καὶ ἐγώ εἰμι ἐρρυσάμην σε ἐκ χειρὸς σαουλ [7]Then Nathan said to David, Thou art the man. Thus saith the Lord God of Israel, I anointed thee king over Israel, and delivered thee out of the hand of Saul,
[8]καὶ ἔδωκά σοι τὸν οἶκον τοῦ κυρίου σου καὶ τὰς γυναῖκας τοῦ κυρίου σου ἐν τῷ κόλπῳ σου καὶ ἔδωκά σοι τὸν οἶκον ισραηλ καὶ ιουδα καὶ εἰ μικρόν ἐστιν προσθήσω σοι κατὰ ταῦτα [8]And gave thee thy lord's house, and thy lord's wives into thy bosom, and gave thee the house of Israel, and of Judah, and would moreover ( if that had been too little) have given thee such and such things.
[9]τί ὅτι ἐφαύλισας τὸν λόγον κυρίου τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς αὐτοῦ τὸν ουριαν τὸν χετταῖον ἐπάταξας ἐν ῥομφαίᾳ καὶ τὴν γυναῖκα αὐτοῦ ἔλαβες σεαυτῷ εἰς γυναῖκα καὶ αὐτὸν ἀπέκτεινας ἐν ῥομφαίᾳ υἱῶν αμμων [9]Wherefore hast thou despised the commandment of the Lord, to do evil in his sight? Thou hast killed Uriah the Hittite with the sword, and hast taken his wife to be thy wife, and hast slain him with the sword of the children of Ammon.
[10]καὶ νῦν οὐκ ἀποστήσεται ῥομφαία ἐκ τοῦ οἴκου σου ἕως αἰῶνος ἀνθ ὧν ὅτι ἐξουδένωσάς με καὶ ἔλαβες τὴν γυναῖκα τοῦ ουριου τοῦ χετταίου τοῦ εἶναί σοι εἰς γυναῖκα [10]Now therefore the sword shall never depart from thine house, because thou hast despised me, and taken the wife of Uriah the Hittite to be thy wife.
[11]τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ σὲ κακὰ ἐκ τοῦ οἴκου σου καὶ λήμψομαι τὰς γυναῖκάς σου κατ ὀφθαλμούς σου καὶ δώσω τῷ πλησίον σου καὶ κοιμηθήσεται μετὰ τῶν γυναικῶν σου ἐναντίον τοῦ ἡλίου τούτου [11]Thus saith the Lord, Behold, I will raise up evil against thee out of thine own house, and will take thy wives before thine eyes, and give them unto thy neighbor, and he shall lie with thy wives in the sight of this sun.
[12]ὅτι σὺ ἐποίησας κρυβῇ κἀγὼ ποιήσω τὸ ῥῆμα τοῦτο ἐναντίον παντὸς ισραηλ καὶ ἀπέναντι τούτου τοῦ ἡλίου [12]For thou didst it secretly: but I will do this thing before all Israel, and before the sun.
[13]καὶ εἶπεν δαυιδ τῷ ναθαν ἡμάρτηκα τῷ κυρίῳ καὶ εἶπεν ναθαν πρὸς δαυιδ καὶ κύριος παρεβίβασεν τὸ ἁμάρτημά σου οὐ μὴ ἀποθάνῃς [13]Then David said unto Nathan, I have sinned against the Lord. And Nathan said unto David, The Lord also hath put away thy sin, thou shalt not die.
[14]πλὴν ὅτι παροξύνων παρώξυνας τοὺς ἐχθροὺς κυρίου ἐν τῷ ῥήματι τούτῳ καί γε ὁ υἱός σου ὁ τεχθείς σοι θανάτῳ ἀποθανεῖται [14]Howbeit because by this deed thou hast caused the enemies of the Lord to blaspheme, the child that is born unto thee shall surely die.
[15]καὶ ἀπῆλθεν ναθαν εἰς τὸν οἶκον αὐτοῦ καὶ ἔθραυσεν κύριος τὸ παιδίον ὃ ἔτεκεν ἡ γυνὴ ουριου τῷ δαυιδ καὶ ἠρρώστησεν [15]So Nathan departed unto his house: and the Lord stroke the child that Uriah's wife bear unto David, and it was sick.
[16]καὶ ἐζήτησεν δαυιδ τὸν θεὸν περὶ τοῦ παιδαρίου καὶ ἐνήστευσεν δαυιδ νηστείαν καὶ εἰσῆλθεν καὶ ηὐλίσθη ἐν σάκκῳ ἐπὶ τῆς γῆς [16]David therefore besought God for the child, and fasted and went in, and lay all night upon the earth.
[17]καὶ ἀνέστησαν ἐπ αὐτὸν οἱ πρεσβύτεροι τοῦ οἴκου αὐτοῦ τοῦ ἐγεῖραι αὐτὸν ἀπὸ τῆς γῆς καὶ οὐκ ἠθέλησεν καὶ οὐ συνέφαγεν αὐτοῖς ἄρτον [17]Then the elders of his house arose to come unto him, and to cause him to rise from the ground: but he would not, neither did he eat meat with them.
[18]καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ἀπέθανε τὸ παιδάριον καὶ ἐφοβήθησαν οἱ δοῦλοι δαυιδ ἀναγγεῖλαι αὐτῷ ὅτι τέθνηκεν τὸ παιδάριον ὅτι εἶπαν ἰδοὺ ἐν τῷ ἔτι τὸ παιδάριον ζῆν ἐλαλήσαμεν πρὸς αὐτόν καὶ οὐκ εἰσήκουσεν τῆς φωνῆς ἡμῶν καὶ πῶς εἴπωμεν πρὸς αὐτὸν ὅτι τέθνηκεν τὸ παιδάριον καὶ ποιήσει κακά [18]So on the seventh day the child died: and the servants of David feared to tell him that the child was dead: for they said, Behold, while the child was alive, we spake unto him, and he would not hearken unto our voice: how then shall we say unto him, The child is dead, to vex him more?
[19]καὶ συνῆκεν δαυιδ ὅτι οἱ παῖδες αὐτοῦ ψιθυρίζουσιν καὶ ἐνόησεν δαυιδ ὅτι τέθνηκεν τὸ παιδάριον καὶ εἶπεν δαυιδ πρὸς τοὺς παῖδας αὐτοῦ εἰ τέθνηκεν τὸ παιδάριον καὶ εἶπαν τέθνηκεν [19]But when David saw that his servants whispered, David perceived that the child was dead: therefore David said unto his servants, Is the child dead? And they said, He is dead.
[20]καὶ ἀνέστη δαυιδ ἐκ τῆς γῆς καὶ ἐλούσατο καὶ ἠλείψατο καὶ ἤλλαξεν τὰ ἱμάτια αὐτοῦ καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ καὶ προσεκύνησεν αὐτῷ καὶ εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ καὶ ᾔτησεν ἄρτον φαγεῖν καὶ παρέθηκαν αὐτῷ ἄρτον καὶ ἔφαγεν [20]Then David arose from the earth, and washed and anointed himself, and changed his apparel, and came into the house of the Lord, and worshiped, and afterward came to his own house, and bade that they should set bread before him, and he did eat.
[21]καὶ εἶπαν οἱ παῖδες αὐτοῦ πρὸς αὐτόν τί τὸ ῥῆμα τοῦτο ὃ ἐποίησας ἕνεκα τοῦ παιδαρίου ἔτι ζῶντος ἐνήστευες καὶ ἔκλαιες καὶ ἠγρύπνεις καὶ ἡνίκα ἀπέθανεν τὸ παιδάριον ἀνέστης καὶ ἔφαγες ἄρτον καὶ πέπωκας [21]Then said his servants unto him, What thing is this, that thou hast done? Thou didst fast and weep for the child while it was alive, but when the child was dead, thou didst rise up, and eat meat.
[22]καὶ εἶπεν δαυιδ ἐν τῷ τὸ παιδάριον ἔτι ζῆν ἐνήστευσα καὶ ἔκλαυσα ὅτι εἶπα τίς οἶδεν εἰ ἐλεήσει με κύριος καὶ ζήσεται τὸ παιδάριον [22]And he said, While the child was yet alive, I fasted, and wept: for I said, Who can tell whether God will have mercy on me, that the child may live?
[23]καὶ νῦν τέθνηκεν ἵνα τί τοῦτο ἐγὼ νηστεύω μὴ δυνήσομαι ἐπιστρέψαι αὐτὸ ἔτι ἐγὼ πορεύσομαι πρὸς αὐτόν καὶ αὐτὸς οὐκ ἀναστρέψει πρός με [23]But now being dead, wherefore should I now fast? Can I bring him again any more? I shall go to him, but he shall not return to me.
[24]καὶ παρεκάλεσεν δαυιδ βηρσαβεε τὴν γυναῖκα αὐτοῦ καὶ εἰσῆλθεν πρὸς αὐτὴν καὶ ἐκοιμήθη μετ αὐτῆς καὶ συνέλαβεν καὶ ἔτεκεν υἱόν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ σαλωμων καὶ κύριος ἠγάπησεν αὐτόν [24]And David comforted Bath-sheba his wife, and went in unto her, and lay with her, and she bear a son, and he called his name Solomon: also the Lord loved him.
[25]καὶ ἀπέστειλεν ἐν χειρὶ ναθαν τοῦ προφήτου καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ ιδεδι ἕνεκεν κυρίου [25]For the Lord had sent by Nathan the prophet: therefore he called his name Jedidiah, because the Lord loved him.
[26]καὶ ἐπολέμησεν ιωαβ ἐν ραββαθ υἱῶν αμμων καὶ κατέλαβεν τὴν πόλιν τῆς βασιλείας [26]Then Joab fought against Rabbah of the children of Ammon, and took the city of the kingdom.
[27]καὶ ἀπέστειλεν ιωαβ ἀγγέλους πρὸς δαυιδ καὶ εἶπεν ἐπολέμησα ἐν ραββαθ καὶ κατελαβόμην τὴν πόλιν τῶν ὑδάτων [27]Therefore Joab sent messengers to David, saying, I have fought against Rabbah, and have taken the city of waters.
[28]καὶ νῦν συνάγαγε τὸ κατάλοιπον τοῦ λαοῦ καὶ παρέμβαλε ἐπὶ τὴν πόλιν καὶ προκαταλαβοῦ αὐτήν ἵνα μὴ προκαταλάβωμαι ἐγὼ τὴν πόλιν καὶ κληθῇ τὸ ὄνομά μου ἐπ αὐτήν [28]Now therefore gather the rest of the people together, and besiege the city, that thou mayest take it, lest the victory be attributed to me.
[29]καὶ συνήγαγεν δαυιδ πάντα τὸν λαὸν καὶ ἐπορεύθη εἰς ραββαθ καὶ ἐπολέμησεν ἐν αὐτῇ καὶ κατελάβετο αὐτήν [29]So David gathered all the people together, and went against Rabbah, and besieged it, and took it.
[30]καὶ ἔλαβεν τὸν στέφανον μελχολ τοῦ βασιλέως αὐτῶν ἀπὸ τῆς κεφαλῆς αὐτοῦ καὶ ὁ σταθμὸς αὐτοῦ τάλαντον χρυσίου καὶ λίθου τιμίου καὶ ἦν ἐπὶ τῆς κεφαλῆς δαυιδ καὶ σκῦλα τῆς πόλεως ἐξήνεγκεν πολλὰ σφόδρα [30]And he took their king's crown from his head, (which weighed a talent of gold, with precious stones) and it was set on David's head: and he brought away the spoil of the city in exceeding great abundance.
[31]καὶ τὸν λαὸν τὸν ὄντα ἐν αὐτῇ ἐξήγαγεν καὶ ἔθηκεν ἐν τῷ πρίονι καὶ ἐν τοῖς τριβόλοις τοῖς σιδηροῖς καὶ διήγαγεν αὐτοὺς διὰ τοῦ πλινθείου καὶ οὕτως ἐποίησεν πάσαις ταῖς πόλεσιν υἱῶν αμμων καὶ ἐπέστρεψεν δαυιδ καὶ πᾶς ὁ λαὸς εἰς ιερουσαλημ [31]And he carried away the people that was therein, and put them under saws, and under iron harrows, and under axes of iron, and cast them into the tile kiln: even thus did he with all the cities of the children of Ammon. Then David and all the people returned unto Jerusalem.
Source: sacred-texts.org
Source: archive.org
Top