«
The Septuagint
LXX
The Geneva Bible (1560)
Geneva
[1]καὶ εἶπεν αχιτοφελ πρὸς αβεσσαλωμ ἐπιλέξω δὴ ἐμαυτῷ δώδεκα χιλιάδας ἀνδρῶν καὶ ἀναστήσομαι καὶ καταδιώξω ὀπίσω δαυιδ τὴν νύκτα [1]Moreover Ahithophel said to Absalom, Let me choose out now twelve thousand men, and I will up and follow after David this night,
[2]καὶ ἐπελεύσομαι ἐπ αὐτόν καὶ αὐτὸς κοπιῶν καὶ ἐκλελυμένος χερσίν καὶ ἐκστήσω αὐτόν καὶ φεύξεται πᾶς ὁ λαὸς ὁ μετ αὐτοῦ καὶ πατάξω τὸν βασιλέα μονώτατον [2]And I will come upon him: for he is weary, and weak handed: so I will fear him, and all the people that are with him, shall flee, and I will smite the king only,
[3]καὶ ἐπιστρέψω πάντα τὸν λαὸν πρὸς σέ ὃν τρόπον ἐπιστρέφει ἡ νύμφη πρὸς τὸν ἄνδρα αὐτῆς πλὴν ψυχὴν ἑνὸς ἀνδρὸς σὺ ζητεῖς καὶ παντὶ τῷ λαῷ ἔσται εἰρήνη [3]And I will bring again all the people unto thee, and when all shall return, (the man whom thou seekest being slain) all the people shall be in peace.
[4]καὶ εὐθὴς ὁ λόγος ἐν ὀφθαλμοῖς αβεσσαλωμ καὶ ἐν ὀφθαλμοῖς πάντων τῶν πρεσβυτέρων ισραηλ [4]And the saying pleased Absalom well, and all the elders of Israel.
[5]καὶ εἶπεν αβεσσαλωμ καλέσατε δὴ καί γε τὸν χουσι τὸν αραχι καὶ ἀκούσωμεν τί ἐν τῷ στόματι αὐτοῦ καί γε αὐτοῦ [5]Then said Absalom, Call now Hushai the Archite also, and let us hear likewise what he saith.
[6]καὶ εἰσῆλθεν χουσι πρὸς αβεσσαλωμ καὶ εἶπεν αβεσσαλωμ πρὸς αὐτὸν λέγων κατὰ τὸ ῥῆμα τοῦτο ἐλάλησεν αχιτοφελ εἰ ποιήσομεν κατὰ τὸν λόγον αὐτοῦ εἰ δὲ μή σὺ λάλησον [6]So when Hushai came to Absalom, Absalom spake unto him, saying, Ahithophel hath spoken thus: shall we do after his saying, or no? Tell thou.
[7]καὶ εἶπεν χουσι πρὸς αβεσσαλωμ οὐκ ἀγαθὴ αὕτη ἡ βουλή ἣν ἐβουλεύσατο αχιτοφελ τὸ ἅπαξ τοῦτο [7]Hushai then answered unto Absalom, The counsel that Ahithophel hath given, is not good at this time.
[8]καὶ εἶπεν χουσι σὺ οἶδας τὸν πατέρα σου καὶ τοὺς ἄνδρας αὐτοῦ ὅτι δυνατοί εἰσιν σφόδρα καὶ κατάπικροι τῇ ψυχῇ αὐτῶν ὡς ἄρκος ἠτεκνωμένη ἐν ἀγρῷ καὶ ὡς ὗς τραχεῖα ἐν τῷ πεδίῳ καὶ ὁ πατήρ σου ἀνὴρ πολεμιστὴς καὶ οὐ μὴ καταλύσῃ τὸν λαόν [8]For, said Hushai, thou knowest thy father, and his men, that they be strong men, and are chafed in mind as a bear robbed of her whelps in the field: also thy father is a valiant warrior, and will not lodge with the people.
[9]ἰδοὺ γὰρ αὐτὸς νῦν κέκρυπται ἐν ἑνὶ τῶν βουνῶν ἢ ἐν ἑνὶ τῶν τόπων καὶ ἔσται ἐν τῷ ἐπιπεσεῖν αὐτοῖς ἐν ἀρχῇ καὶ ἀκούσῃ ὁ ἀκούων καὶ εἴπῃ ἐγενήθη θραῦσις ἐν τῷ λαῷ τῷ ὀπίσω αβεσσαλωμ [9]Behold, he is hid now in some cave, or in some place: and though some of them be overthrown at the first, yet the people shall hear, and say, The people that follow Absalom, be overthrown.
[10]καί γε αὐτὸς υἱὸς δυνάμεως οὗ ἡ καρδία καθὼς ἡ καρδία τοῦ λέοντος τηκομένη τακήσεται ὅτι οἶδεν πᾶς ισραηλ ὅτι δυνατὸς ὁ πατήρ σου καὶ υἱοὶ δυνάμεως οἱ μετ αὐτοῦ [10]Then he also that is valiant whose heart is as the heart of a lion, shall shrink and faint: for all Israel knoweth, that thy father is valiant, and they which be with him, stout men.
[11]ὅτι οὕτως συμβουλεύων ἐγὼ συνεβούλευσα καὶ συναγόμενος συναχθήσεται ἐπὶ σὲ πᾶς ισραηλ ἀπὸ δαν καὶ ἕως βηρσαβεε ὡς ἡ ἄμμος ἡ ἐπὶ τῆς θαλάσσης εἰς πλῆθος καὶ τὸ πρόσωπόν σου πορευόμενον ἐν μέσῳ αὐτῶν [11]Therefore my counsel is, that all Israel be gathered unto thee, from Dan even to Beer-sheba as the sand of the sea in number, and that thou go to battle in thine own person.
[12]καὶ ἥξομεν πρὸς αὐτὸν εἰς ἕνα τῶν τόπων οὗ ἐὰν εὕρωμεν αὐτὸν ἐκεῖ καὶ παρεμβαλοῦμεν ἐπ αὐτόν ὡς πίπτει ἡ δρόσος ἐπὶ τὴν γῆν καὶ οὐχ ὑπολειψόμεθα ἐν αὐτῷ καὶ τοῖς ἀνδράσιν τοῖς μετ αὐτοῦ καί γε ἕνα [12]So shall we come upon him in some place, where we shall find him, and we will upon him as the dew falleth on the ground: and of all the men that are with him, we will not leave him one.
[13]καὶ ἐὰν εἰς πόλιν συναχθῇ καὶ λήμψεται πᾶς ισραηλ πρὸς τὴν πόλιν ἐκείνην σχοινία καὶ συροῦμεν αὐτὴν ἕως εἰς τὸν χειμάρρουν ὅπως μὴ καταλειφθῇ ἐκεῖ μηδὲ λίθος [13]Moreover if he be gotten into a city, then shall all the men of Israel bring ropes to that city, and we will draw it into the river, until there be not one small stone found there.
[14]καὶ εἶπεν αβεσσαλωμ καὶ πᾶς ἀνὴρ ισραηλ ἀγαθὴ ἡ βουλὴ χουσι τοῦ αραχι ὑπὲρ τὴν βουλὴν αχιτοφελ καὶ κύριος ἐνετείλατο διασκεδάσαι τὴν βουλὴν αχιτοφελ τὴν ἀγαθήν ὅπως ἂν ἐπαγάγῃ κύριος ἐπὶ αβεσσαλωμ τὰ κακὰ πάντα [14]Then Absalom and all the men of Israel said, The counsel of Hushai the Archite is better, than the counsel of Ahithophel: for the Lord had determined to destroy the good counsel of Ahithophel, that the Lord might bring evil upon Absalom.
[15]καὶ εἶπεν χουσι ὁ τοῦ αραχι πρὸς σαδωκ καὶ αβιαθαρ τοὺς ἱερεῖς οὕτως καὶ οὕτως συνεβούλευσεν αχιτοφελ τῷ αβεσσαλωμ καὶ τοῖς πρεσβυτέροις ισραηλ καὶ οὕτως καὶ οὕτως συνεβούλευσα ἐγώ [15]Then said Hushai unto Zadok and to Abiathar the priests, Of this and that manner did Ahithophel and the elders of Israel counsel Absalom: and thus and thus have I counseled.
[16]καὶ νῦν ἀποστείλατε ταχὺ καὶ ἀναγγείλατε τῷ δαυιδ λέγοντες μὴ αὐλισθῇς τὴν νύκτα ἐν αραβωθ τῆς ἐρήμου καί γε διαβαίνων σπεῦσον μήποτε καταπίῃ τὸν βασιλέα καὶ πάντα τὸν λαὸν τὸν μετ αὐτοῦ [16]Now therefore send quickly, and show David, saying, Tarry not this night in the fields of the wilderness, but rather get thee over, lest the king be devoured and all the people that are with him.
[17]καὶ ιωναθαν καὶ αχιμαας εἱστήκεισαν ἐν τῇ πηγῇ ρωγηλ καὶ ἐπορεύθη ἡ παιδίσκη καὶ ἀνήγγειλεν αὐτοῖς καὶ αὐτοὶ πορεύονται καὶ ἀναγγέλλουσιν τῷ βασιλεῖ δαυιδ ὅτι οὐκ ἐδύναντο ὀφθῆναι τοῦ εἰσελθεῖν εἰς τὴν πόλιν [17]Now Jonathan and Ahimaaz abode by En-rogel: (for they might not be seen to come into the city) and a maid went, and told them, and they went and showed king David.
[18]καὶ εἶδεν αὐτοὺς παιδάριον καὶ ἀπήγγειλεν τῷ αβεσσαλωμ καὶ ἐπορεύθησαν οἱ δύο ταχέως καὶ εἰσῆλθαν εἰς οἰκίαν ἀνδρὸς ἐν βαουριμ καὶ αὐτῷ λάκκος ἐν τῇ αὐλῇ καὶ κατέβησαν ἐκεῖ [18]Nevertheless a young man saw them, and told it to Absalom. therefore they both departed quickly, and came to a man's house in Bahurim, who had a well in his court, into the which they went down.
[19]καὶ ἔλαβεν ἡ γυνὴ καὶ διεπέτασεν τὸ ἐπικάλυμμα ἐπὶ πρόσωπον τοῦ λάκκου καὶ ἔψυξεν ἐπ αὐτῷ αραφωθ καὶ οὐκ ἐγνώσθη ῥῆμα [19]And the wife took and spread a covering over the well's mouth, and spread ground corn thereon, that the thing should not be known.
[20]καὶ ἦλθαν οἱ παῖδες αβεσσαλωμ πρὸς τὴν γυναῖκα εἰς τὴν οἰκίαν καὶ εἶπαν ποῦ αχιμαας καὶ ιωναθαν καὶ εἶπεν αὐτοῖς ἡ γυνή παρῆλθαν μικρὸν τοῦ ὕδατος καὶ ἐζήτησαν καὶ οὐχ εὗραν καὶ ἀνέστρεψαν εἰς ιερουσαλημ [20]And when Absalom's servants came to the wife into the house, they said, Where is Ahimaaz and Jonathan? And the woman answered them, They be gone over the brook of water. And when they had sought them, and could not find them, they returned to Jerusalem.
[21]ἐγένετο δὲ μετὰ τὸ ἀπελθεῖν αὐτοὺς καὶ ἀνέβησαν ἐκ τοῦ λάκκου καὶ ἐπορεύθησαν καὶ ἀνήγγειλαν τῷ βασιλεῖ δαυιδ καὶ εἶπαν πρὸς δαυιδ ἀνάστητε καὶ διάβητε ταχέως τὸ ὕδωρ ὅτι οὕτως ἐβουλεύσατο περὶ ὑμῶν αχιτοφελ [21]And as soon as they were departed, the other came out of the well, and went and told king David, and said unto him, Up, and get you quickly over the water: for such counsel hath Ahithophel given against you.
[22]καὶ ἀνέστη δαυιδ καὶ πᾶς ὁ λαὸς ὁ μετ αὐτοῦ καὶ διέβησαν τὸν ιορδάνην ἕως τοῦ φωτὸς τοῦ πρωί ἕως ἑνὸς οὐκ ἔλαθεν ὃς οὐ διῆλθεν τὸν ιορδάνην [22]Then David arose, and all the people that were with him, and they went over Jordan until the dawning of the day, so that there lacked not one of them, that was not come over Jordan.
[23]καὶ αχιτοφελ εἶδεν ὅτι οὐκ ἐγενήθη ἡ βουλὴ αὐτοῦ καὶ ἐπέσαξεν τὴν ὄνον αὐτοῦ καὶ ἀνέστη καὶ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ εἰς τὴν πόλιν αὐτοῦ καὶ ἐνετείλατο τῷ οἴκῳ αὐτοῦ καὶ ἀπήγξατο καὶ ἀπέθανεν καὶ ἐτάφη ἐν τῷ τάφῳ τοῦ πατρὸς αὐτοῦ [23]Now when Ahithophel saw that his counsel was not followed, he saddled his ass, and arose, and he went home unto his city, and put his household in order, and hanged himself, and died, and was buried in his father's grave.
[24]καὶ δαυιδ διῆλθεν εἰς μαναϊμ καὶ αβεσσαλωμ διέβη τὸν ιορδάνην αὐτὸς καὶ πᾶς ἀνὴρ ισραηλ μετ αὐτοῦ [24]Then David came to Mahanaim. And Absalom passed over Jordan, he, and all the men of Israel with him.
[25]καὶ τὸν αμεσσαϊ κατέστησεν αβεσσαλωμ ἀντὶ ιωαβ ἐπὶ τῆς δυνάμεως καὶ αμεσσαϊ υἱὸς ἀνδρὸς καὶ ὄνομα αὐτῷ ιοθορ ὁ ισραηλίτης οὗτος εἰσῆλθεν πρὸς αβιγαιαν θυγατέρα ναας ἀδελφὴν σαρουιας μητρὸς ιωαβ [25]And Absalom made Amasa captain of the host in the stead of Joab: which Amasa was a man's son named Ithra an Israelite, that went in to Abigail the daughter of Nahash, sister to Zeruiah Joab's mother.
[26]καὶ παρενέβαλεν πᾶς ισραηλ καὶ αβεσσαλωμ εἰς τὴν γῆν γαλααδ [26]So Israel and Absalom pitched in the land of Gilead.
[27]καὶ ἐγένετο ἡνίκα ἦλθεν δαυιδ εἰς μαναϊμ ουεσβι υἱὸς ναας ἐκ ραββαθ υἱῶν αμμων καὶ μαχιρ υἱὸς αμιηλ ἐκ λωδαβαρ καὶ βερζελλι ὁ γαλααδίτης ἐκ ρωγελλιμ [27]And when David was come to Mahanaim, Shobi the son of Nahash out of Rabbah of the children of Ammon, and Machir the son of Ammiel out of Lodebar, and Barzelai the Gileadite out of Rogel
[28]ἤνεγκαν δέκα κοίτας καὶ ἀμφιτάπους καὶ λέβητας δέκα καὶ σκεύη κεράμου καὶ πυροὺς καὶ κριθὰς καὶ ἄλευρον καὶ ἄλφιτον καὶ κύαμον καὶ φακὸν [28]Brought beds, and basins, and earthen vessels, and wheat, and barley, and flour, and parched corn, and beans, and lentils, and parched corn.
[29]καὶ μέλι καὶ βούτυρον καὶ πρόβατα καὶ σαφφωθ βοῶν καὶ προσήνεγκαν τῷ δαυιδ καὶ τῷ λαῷ τῷ μετ αὐτοῦ φαγεῖν ὅτι εἶπαν ὁ λαὸς πεινῶν καὶ ἐκλελυμένος καὶ διψῶν ἐν τῇ ἐρήμῳ [29]And they brought honey, and butter, and sheep, and cheese of kine for David and for the people that were with him, to eat: for they said, The people is hungry, and weary, and thirsty in the wilderness.
Source: sacred-texts.org
Source: archive.org
Top