«
The Septuagint
LXX
The Geneva Bible (1560)
Geneva
[1]καὶ ἐκεῖ ἐπικαλούμενος υἱὸς παράνομος καὶ ὄνομα αὐτῷ σαβεε υἱὸς βοχορι ἀνὴρ ὁ ιεμενι καὶ ἐσάλπισεν ἐν τῇ κερατίνῃ καὶ εἶπεν οὐκ ἔστιν ἡμῖν μερὶς ἐν δαυιδ οὐδὲ κληρονομία ἡμῖν ἐν τῷ υἱῷ ιεσσαι ἀνὴρ εἰς τὰ σκηνώματά σου ισραηλ [1]Then there was come thither a wicked man (named Sheba the son of Bichri, a man of Jemini) and he blew the trumpet, and said, We have no part in David, neither have we inheritance in the son of Jesse: every man to his tents, O Israel.
[2]καὶ ἀνέβη πᾶς ἀνὴρ ισραηλ ἀπὸ ὄπισθεν δαυιδ ὀπίσω σαβεε υἱοῦ βοχορι καὶ ἀνὴρ ιουδα ἐκολλήθη τῷ βασιλεῖ αὐτῶν ἀπὸ τοῦ ιορδάνου καὶ ἕως ιερουσαλημ [2]So every man of Israel went from David and followed Sheba the son of Bichri: but the men of Judah clave fast unto their king, from Jordan even to Jerusalem.
[3]καὶ εἰσῆλθεν δαυιδ εἰς τὸν οἶκον αὐτοῦ εἰς ιερουσαλημ καὶ ἔλαβεν ὁ βασιλεὺς τὰς δέκα γυναῖκας τὰς παλλακὰς αὐτοῦ ἃς ἀφῆκεν φυλάσσειν τὸν οἶκον καὶ ἔδωκεν αὐτὰς ἐν οἴκῳ φυλακῆς καὶ διέθρεψεν αὐτὰς καὶ πρὸς αὐτὰς οὐκ εἰσῆλθεν καὶ ἦσαν συνεχόμεναι ἕως ἡμέρας θανάτου αὐτῶν χῆραι ζῶσαι [3]When David then came to his house to Jerusalem, the king took the ten women his concubines, that he had left behind him to keep the house, and put them in ward, and fed them, but lay no more with them: but they were enclosed unto the day of their death, living in widowhood.
[4]καὶ εἶπεν ὁ βασιλεὺς πρὸς αμεσσαϊ βόησόν μοι τὸν ἄνδρα ιουδα τρεῖς ἡμέρας σὺ δὲ αὐτοῦ στῆθι [4]Then said the king to Amasa, Assemble me the men of Judah within three days, and be thou here present.
[5]καὶ ἐπορεύθη αμεσσαϊ τοῦ βοῆσαι τὸν ιουδαν καὶ ἐχρόνισεν ἀπὸ τοῦ καιροῦ οὗ ἐτάξατο αὐτῷ δαυιδ [5]So Amasa went to assemble Judah, but he tarried longer than the time which he had appointed him.
[6]καὶ εἶπεν δαυιδ πρὸς αβεσσα νῦν κακοποιήσει ἡμᾶς σαβεε υἱὸς βοχορι ὑπὲρ αβεσσαλωμ καὶ νῦν σὺ λαβὲ μετὰ σεαυτοῦ τοὺς παῖδας τοῦ κυρίου σου καὶ καταδίωξον ὀπίσω αὐτοῦ μήποτε ἑαυτῷ εὕρῃ πόλεις ὀχυρὰς καὶ σκιάσει τοὺς ὀφθαλμοὺς ἡμῶν [6]Then David said to Abishai, Now shall Sheba the son of Bichri do us more harm than did Absalom: take thou therefore thy lord's servants and follow after him, lest he get him walled cities, and escape us.
[7]καὶ ἐξῆλθον ὀπίσω αὐτοῦ οἱ ἄνδρες ιωαβ καὶ ὁ χερεθθι καὶ ὁ φελεθθι καὶ πάντες οἱ δυνατοὶ καὶ ἐξῆλθαν ἐξ ιερουσαλημ διῶξαι ὀπίσω σαβεε υἱοῦ βοχορι [7]And there went out after him Joab's men, and the Cherethites and the Pelethites, and all the mighty men: and they departed out of Jerusalem, to follow after Sheba the son of Bichri.
[8]καὶ αὐτοὶ παρὰ τῷ λίθῳ τῷ μεγάλῳ τῷ ἐν γαβαων καὶ αμεσσαϊ εἰσῆλθεν ἔμπροσθεν αὐτῶν καὶ ιωαβ περιεζωσμένος μανδύαν τὸ ἔνδυμα αὐτοῦ καὶ ἐπ αὐτῷ περιεζωσμένος μάχαιραν ἐζευγμένην ἐπὶ τῆς ὀσφύος αὐτοῦ ἐν κολεῷ αὐτῆς καὶ ἡ μάχαιρα ἐξῆλθεν καὶ ἔπεσεν [8]When they were at the great stone, which is in Gibeon, Amasa went before them, and Joab's garment, that he had put on, was girded unto him, and upon it was a sword girded, which hanged on his loins in the sheath, and as he went, it used to fall out.
[9]καὶ εἶπεν ιωαβ τῷ αμεσσαϊ εἰ ὑγιαίνεις σύ ἀδελφέ καὶ ἐκράτησεν ἡ χεὶρ ἡ δεξιὰ ιωαβ τοῦ πώγωνος αμεσσαϊ τοῦ καταφιλῆσαι αὐτόν [9]And Joab said to Amasa, Art thou in health, my brother? And Joab took Amasa by the beard with the right hand to kiss him.
[10]καὶ αμεσσαϊ οὐκ ἐφυλάξατο τὴν μάχαιραν τὴν ἐν τῇ χειρὶ ιωαβ καὶ ἔπαισεν αὐτὸν ἐν αὐτῇ ιωαβ εἰς τὴν ψόαν καὶ ἐξεχύθη ἡ κοιλία αὐτοῦ εἰς τὴν γῆν καὶ οὐκ ἐδευτέρωσεν αὐτῷ καὶ ἀπέθανεν καὶ ιωαβ καὶ αβεσσα ὁ ἀδελφὸς αὐτοῦ ἐδίωξεν ὀπίσω σαβεε υἱοῦ βοχορι [10]But Amasa took no heed to the sword that was in Joab's hand: for therewith he smote him in the fifth rib, and shed out his bowels to the ground, and smote him not the second time: so he died. then Joab and Abishai his brother followed after Sheba the son of Bichri.
[11]καὶ ἀνὴρ ἔστη ἐπ αὐτὸν τῶν παιδαρίων ιωαβ καὶ εἶπεν τίς ὁ βουλόμενος ιωαβ καὶ τίς τοῦ δαυιδ ὀπίσω ιωαβ [11]And one of Joab's men stood by him, and said, He that favoreth Joab, and he that is of David's part, let him go after Joab.
[12]καὶ αμεσσαϊ πεφυρμένος ἐν τῷ αἵματι ἐν μέσῳ τῆς τρίβου καὶ εἶδεν ὁ ἀνὴρ ὅτι εἱστήκει πᾶς ὁ λαός καὶ ἀπέστρεψεν τὸν αμεσσαϊ ἐκ τῆς τρίβου εἰς ἀγρὸν καὶ ἐπέρριψεν ἐπ αὐτὸν ἱμάτιον καθότι εἶδεν πάντα τὸν ἐρχόμενον ἐπ αὐτὸν ἑστηκότα [12]And Amasa wallowed in blood in the midst of the way: and when the man saw that all the people stood still, he removed Amasa out of the way into the field, and cast a cloth upon him, because he saw that every one that came by him, stood still.
[13]ἡνίκα δὲ ἔφθασεν ἐκ τῆς τρίβου παρῆλθεν πᾶς ἀνὴρ ισραηλ ὀπίσω ιωαβ τοῦ διῶξαι ὀπίσω σαβεε υἱοῦ βοχορι [13]When he was removed out of the way, every man went after Joab, to follow after Sheba the son of Bichri.
[14]καὶ διῆλθεν ἐν πάσαις φυλαῖς ισραηλ εἰς αβελ καὶ εἰς βαιθμαχα καὶ πάντες ἐν χαρρι καὶ ἐξεκκλησιάσθησαν καὶ ἦλθον κατόπισθεν αὐτοῦ [14]And he went through all the tribes of Israel unto Abel, and Bethmaachah and all places of Berim: and they gathered together, and went also after him.
[15]καὶ παρεγενήθησαν καὶ ἐπολιόρκουν ἐπ αὐτὸν τὴν αβελ καὶ τὴν βαιθμαχα καὶ ἐξέχεαν πρόσχωμα πρὸς τὴν πόλιν καὶ ἔστη ἐν τῷ προτειχίσματι καὶ πᾶς ὁ λαὸς ὁ μετὰ ιωαβ ἐνοοῦσαν καταβαλεῖν τὸ τεῖχος [15]So they came, and besieged him in Abel, near to Bethmaachah: and they cast up a mount against the city, and the people thereof stood on the ramper, and all the people that was with Joab, destroyed and cast down the wall.
[16]καὶ ἐβόησεν γυνὴ σοφὴ ἐκ τοῦ τείχους καὶ εἶπεν ἀκούσατε ἀκούσατε εἴπατε δὴ πρὸς ιωαβ ἔγγισον ἕως ὧδε καὶ λαλήσω πρὸς αὐτόν [16]Then cried a wise woman out of the city, Hear, hear, I pray you, say unto Joab, Come thou hither, that I may speak with thee.
[17]καὶ προσήγγισεν πρὸς αὐτήν καὶ εἶπεν ἡ γυνή εἰ σὺ εἶ ιωαβ ὁ δὲ εἶπεν ἐγώ εἶπεν δὲ αὐτῷ ἄκουσον τοὺς λόγους τῆς δούλης σου καὶ εἶπεν ιωαβ ἀκούω ἐγώ εἰμι [17]And when he came near unto her, the woman said, Art thou Joab? And he answered, Yea. And she said to him, Hear the words of thine handmaid. And he answered, I do hear.
[18]καὶ εἶπεν λέγουσα λόγον ἐλάλησαν ἐν πρώτοις λέγοντες ἠρωτημένος ἠρωτήθη ἐν τῇ αβελ καὶ ἐν δαν εἰ ἐξέλιπον ἃ ἔθεντο οἱ πιστοὶ τοῦ ισραηλ ἐρωτῶντες ἐπερωτήσουσιν ἐν αβελ καὶ οὕτως εἰ ἐξέλιπον [18]Then she spake thus, They spake in the old time, saying, They should ask of Abel. and so have they continued.
[19]ἐγώ εἰμι εἰρηνικὰ τῶν στηριγμάτων ισραηλ σὺ δὲ ζητεῖς θανατῶσαι πόλιν καὶ μητρόπολιν ἐν ισραηλ ἵνα τί καταποντίζεις κληρονομίαν κυρίου [19]I am one of them, that are peaceable and faithful in Israel: and thou goest about to destroy a city, and a mother in Israel: why wilt thou devour the inheritance of the Lord?
[20]καὶ ἀπεκρίθη ιωαβ καὶ εἶπεν ἵλεώς μοι ἵλεώς μοι εἰ καταποντιῶ καὶ εἰ διαφθερῶ [20]And Joab answered, and said, God forbid, God forbid it me, that I should devour, or destroy it.
[21]οὐχ οὗτος ὁ λόγος ὅτι ἀνὴρ ἐξ ὄρους εφραιμ σαβεε υἱὸς βοχορι ὄνομα αὐτοῦ καὶ ἐπῆρεν τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν βασιλέα δαυιδ δότε αὐτόν μοι μόνον καὶ ἀπελεύσομαι ἀπάνωθεν τῆς πόλεως καὶ εἶπεν ἡ γυνὴ πρὸς ιωαβ ἰδοὺ ἡ κεφαλὴ αὐτοῦ ῥιφήσεται πρὸς σὲ διὰ τοῦ τείχους [21]The matter is not so, but a man of mount Ephraim (Sheba the son of Bichri by name) hath lift up his hand against the king, even against David: deliver us him only, and I will depart from the city. And the woman said unto Joab, Behold, his head shall be thrown to thee over the wall.
[22]καὶ εἰσῆλθεν ἡ γυνὴ πρὸς πάντα τὸν λαὸν καὶ ἐλάλησεν πρὸς πᾶσαν τὴν πόλιν ἐν τῇ σοφίᾳ αὐτῆς καὶ ἀφεῖλεν τὴν κεφαλὴν σαβεε υἱοῦ βοχορι καὶ ἔβαλεν πρὸς ιωαβ καὶ ἐσάλπισεν ἐν κερατίνῃ καὶ διεσπάρησαν ἀπὸ τῆς πόλεως ἀνὴρ εἰς τὰ σκηνώματα αὐτοῦ καὶ ιωαβ ἀπέστρεψεν εἰς ιερουσαλημ πρὸς τὸν βασιλέα [22]Then the woman went unto all the people with her wisdom, and they cut off the head of Sheba the son of Bichri, and cast it to Joab: the he blew the trumpet, and they retired from the city, every man to his tent: and Joab returned to Jerusalem unto the king.
[23]καὶ ιωαβ πρὸς πάσῃ τῇ δυνάμει ισραηλ καὶ βαναιας υἱὸς ιωδαε ἐπὶ τοῦ χερεθθι καὶ ἐπὶ τοῦ φελεθθι [23]Then Joab was over all the host of Israel, and Benaiah the son of Jehoiada over the Cherethites and over the Pelethies,
[24]καὶ αδωνιραμ ἐπὶ τοῦ φόρου καὶ ιωσαφατ υἱὸς αχιλουθ ἀναμιμνῄσκων [24]And Adoram over the tribute, and Joshaphat the son of Ahilud the recorder,
[25]καὶ σουσα γραμματεύς καὶ σαδωκ καὶ αβιαθαρ ἱερεῖς [25]And Sheia was Scribe, and Zadok and Abiathar the priests,
[26]καί γε ιρας ὁ ιαριν ἦν ἱερεὺς τοῦ δαυιδ [26]And also Ira the Jairite was chief about David.
Source: sacred-texts.org
Source: archive.org
Top