|
[1]παῦλος καὶ σιλουανὸς καὶ τιμόθεος τῇ ἐκκλησίᾳ θεσσαλονικέων ἐν θεῶ πατρὶ ἡμῶν καὶ κυρίῳ ἰησοῦ χριστῶ· |
[1]Paul and Silvanus, and Timotheus unto the Church of the Thessalonians, which is in God our Father, and in the Lord Jesus Christ: |
[2]χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς [ἡμῶν] καὶ κυρίου ἰησοῦ χριστοῦ. |
[2]Grace be with you, and peace from God our Father, and from the Lord Jesus Christ. |
[3]εὐχαριστεῖν ὀφείλομεν τῶ θεῶ πάντοτε περὶ ὑμῶν, ἀδελφοί, καθὼς ἄξιόν ἐστιν, ὅτι ὑπεραυξάνει ἡ πίστις ὑμῶν καὶ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους, |
[3]We ought to thank God always for you, brethren, as it is meet, because that your faith groweth exceedingly, and the love of every one of you toward another aboundeth, |
[4]ὥστε αὐτοὺς ἡμᾶς ἐν ὑμῖν ἐγκαυχᾶσθαι ἐν ταῖς ἐκκλησίαις τοῦ θεοῦ ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν καὶ πίστεως ἐν πᾶσιν τοῖς διωγμοῖς ὑμῶν καὶ ταῖς θλίψεσιν αἷς ἀνέχεσθε, |
[4]So that we ourselves rejoice of you in the Churches of God, because of your patience and faith in all your persecutions and tribulations that ye suffer, |
[5]ἔνδειγμα τῆς δικαίας κρίσεως τοῦ θεοῦ, εἰς τὸ καταξιωθῆναι ὑμᾶς τῆς βασιλείας τοῦ θεοῦ, ὑπὲρ ἧς καὶ πάσχετε, |
[5]Which is a token of the righteous judgment of God, that ye may be counted worthy of the kingdom of God, for the which ye also suffer. |
[6]εἴπερ δίκαιον παρὰ θεῶ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν |
[6]For it is a righteous thing with God, to recompense tribulation to them that trouble you, |
[7]καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθ᾽ ἡμῶν ἐν τῇ ἀποκαλύψει τοῦ κυρίου ἰησοῦ ἀπ᾽ οὐρανοῦ μετ᾽ ἀγγέλων δυνάμεως αὐτοῦ |
[7]And to you which are troubled, rest with us when the Lord Jesus shall show himself from heaven with his mighty Angels, |
[8]ἐν πυρὶ φλογός, διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσιν θεὸν καὶ τοῖς μὴ ὑπακούουσιν τῶ εὐαγγελίῳ τοῦ κυρίου ἡμῶν ἰησοῦ, |
[8]In flaming fire, rendering vengeance unto them, that do not know God, and which obey not unto the Gospel of our Lord Jesus Christ. |
[9]οἵτινες δίκην τίσουσιν ὄλεθρον αἰώνιον ἀπὸ προσώπου τοῦ κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, |
[9]Which shall be punished with everlasting perdition, from the presence of the Lord, and from the glory of his power, |
[10]ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ καὶ θαυμασθῆναι ἐν πᾶσιν τοῖς πιστεύσασιν, ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐφ᾽ ὑμᾶς, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. |
[10]When he shall come to be glorified in his Saints, and to be made marvelous in all them that believe ( because our testimony toward you was believed) in that day. |
[11]εἰς ὃ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν, ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ θεὸς ἡμῶν καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης καὶ ἔργον πίστεως ἐν δυνάμει, |
[11]Wherefore, we also pray always for you, that our God may make you worthy of his calling, and fulfill all the good pleasure of his goodness, and the work of faith with power, |
[12]ὅπως ἐνδοξασθῇ τὸ ὄνομα τοῦ κυρίου ἡμῶν ἰησοῦ ἐν ὑμῖν, καὶ ὑμεῖς ἐν αὐτῶ, κατὰ τὴν χάριν τοῦ θεοῦ ἡμῶν καὶ κυρίου ἰησοῦ χριστοῦ. |
[12]That the Name of our Lord Jesus Christ may be glorified in you, and ye in him, according to the grace of our God, and of the Lord Jesus Christ. |