|
[1]τὸ λοιπὸν προσεύχεσθε, ἀδελφοί, περὶ ἡμῶν, ἵνα ὁ λόγος τοῦ κυρίου τρέχῃ καὶ δοξάζηται καθὼς καὶ πρὸς ὑμᾶς, |
[1]το λοιπον προσευχεσθε αδελφοι περι ημων ινα ο λογος του κυριου τρεχη και δοξαζηται καθως και προς υμας |
[2]καὶ ἵνα ῥυσθῶμεν ἀπὸ τῶν ἀτόπων καὶ πονηρῶν ἀνθρώπων· οὐ γὰρ πάντων ἡ πίστις. |
[2]και ινα ρυσθωμεν απο των ατοπων και πονηρων ανθρωπων ου γαρ παντων η πιστις |
[3]πιστὸς δέ ἐστιν ὁ κύριος, ὃς στηρίξει ὑμᾶς καὶ φυλάξει ἀπὸ τοῦ πονηροῦ. |
[3]πιστος δε εστιν ο κυριος ος στηριξει υμας και φυλαξει απο του πονηρου |
[4]πεποίθαμεν δὲ ἐν κυρίῳ ἐφ᾽ ὑμᾶς, ὅτι ἃ παραγγέλλομεν [καὶ] ποιεῖτε καὶ ποιήσετε. |
[4]πεποιθαμεν δε εν κυριω εφ υμας οτι α παραγγελλομεν υμιν και ποιειτε και ποιησετε |
[5]ὁ δὲ κύριος κατευθύναι ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ θεοῦ καὶ εἰς τὴν ὑπομονὴν τοῦ χριστοῦ. |
[5]ο δε κυριος κατευθυναι υμων τας καρδιας εις την αγαπην του θεου και εις την υπομονην του χριστου |
[6]παραγγέλλομεν δὲ ὑμῖν, ἀδελφοί, ἐν ὀνόματι τοῦ κυρίου [ἡμῶν] ἰησοῦ χριστοῦ, στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος καὶ μὴ κατὰ τὴν παράδοσιν ἣν παρελάβοσαν παρ᾽ ἡμῶν. |
[6]παραγγελλομεν δε υμιν αδελφοι εν ονοματι του κυριου ημων ιησου χριστου στελλεσθαι υμας απο παντος αδελφου ατακτως περιπατουντος και μη κατα την παραδοσιν ην παρελαβον παρ ημων |
[7]αὐτοὶ γὰρ οἴδατε πῶς δεῖ μιμεῖσθαι ἡμᾶς, ὅτι οὐκ ἠτακτήσαμεν ἐν ὑμῖν |
[7]αυτοι γαρ οιδατε πως δει μιμεισθαι ημας οτι ουκ ητακτησαμεν εν υμιν |
[8]οὐδὲ δωρεὰν ἄρτον ἐφάγομεν παρά τινος, ἀλλ᾽ ἐν κόπῳ καὶ μόχθῳ νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν· |
[8]ουδε δωρεαν αρτον εφαγομεν παρα τινος αλλ εν κοπω και μοχθω νυκτα και ημεραν εργαζομενοι προς το μη επιβαρησαι τινα υμων |
[9]οὐχ ὅτι οὐκ ἔχομεν ἐξουσίαν, ἀλλ᾽ ἵνα ἑαυτοὺς τύπον δῶμεν ὑμῖν εἰς τὸ μιμεῖσθαι ἡμᾶς. |
[9]ουχ οτι ουκ εχομεν εξουσιαν αλλ ινα εαυτους τυπον δωμεν υμιν εις το μιμεισθαι ημας |
[10]καὶ γὰρ ὅτε ἦμεν πρὸς ὑμᾶς, τοῦτο παρηγγέλλομεν ὑμῖν, ὅτι εἴ τις οὐ θέλει ἐργάζεσθαι μηδὲ ἐσθιέτω. |
[10]και γαρ οτε ημεν προς υμας τουτο παρηγγελλομεν υμιν οτι ει τις ου θελει εργαζεσθαι μηδε εσθιετω |
[11]ἀκούομεν γάρ τινας περιπατοῦντας ἐν ὑμῖν ἀτάκτως, μηδὲν ἐργαζομένους ἀλλὰ περιεργαζομένους· |
[11]ακουομεν γαρ τινας περιπατουντας εν υμιν ατακτως μηδεν εργαζομενους αλλα περιεργαζομενους |
[12]τοῖς δὲ τοιούτοις παραγγέλλομεν καὶ παρακαλοῦμεν ἐν κυρίῳ ἰησοῦ χριστῶ ἵνα μετὰ ἡσυχίας ἐργαζόμενοι τὸν ἑαυτῶν ἄρτον ἐσθίωσιν. |
[12]τοις δε τοιουτοις παραγγελλομεν και παρακαλουμεν δια του κυριου ημων ιησου χριστου ινα μετα ησυχιας εργαζομενοι τον εαυτων αρτον εσθιωσιν |
[13]ὑμεῖς δέ, ἀδελφοί, μὴ ἐγκακήσητε καλοποιοῦντες. |
[13]υμεις δε αδελφοι μη εκκακησητε καλοποιουντες |
[14]εἰ δέ τις οὐχ ὑπακούει τῶ λόγῳ ἡμῶν διὰ τῆς ἐπιστολῆς, τοῦτον σημειοῦσθε, μὴ συναναμίγνυσθαι αὐτῶ, ἵνα ἐντραπῇ· |
[14]ει δε τις ουχ υπακουει τω λογω ημων δια της επιστολης τουτον σημειουσθε και μη συναναμιγνυσθε αυτω ινα εντραπη |
[15]καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν. |
[15]και μη ως εχθρον ηγεισθε αλλα νουθετειτε ως αδελφον |
[16]αὐτὸς δὲ ὁ κύριος τῆς εἰρήνης δῴη ὑμῖν τὴν εἰρήνην διὰ παντὸς ἐν παντὶ τρόπῳ. ὁ κύριος μετὰ πάντων ὑμῶν. |
[16]αυτος δε ο κυριος της ειρηνης δωη υμιν την ειρηνην δια παντος εν παντι τροπω ο κυριος μετα παντων υμων |
[17]ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ παύλου, ὅ ἐστιν σημεῖον ἐν πάσῃ ἐπιστολῇ· οὕτως γράφω. |
[17]ο ασπασμος τη εμη χειρι παυλου ο εστιν σημειον εν παση επιστολη ουτως γραφω |
[18]ἡ χάρις τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ μετὰ πάντων ὑμῶν. |
[18]η χαρις του κυριου ημων ιησου χριστου μετα παντων υμων αμην |