|
[1]διαμαρτύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ χριστοῦ ἰησοῦ, τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς, καὶ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ· |
[No book] |
[2]κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ. |
[No book] |
[3]ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται, ἀλλὰ κατὰ τὰς ἰδίας ἐπιθυμίας ἑαυτοῖς ἐπισωρεύσουσιν διδασκάλους κνηθόμενοι τὴν ἀκοήν, |
[No book] |
[4]καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται. |
[No book] |
[5]σὺ δὲ νῆφε ἐν πᾶσιν, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον. |
[No book] |
[6]ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἀναλύσεώς μου ἐφέστηκεν. |
[No book] |
[7]τὸν καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· |
[No book] |
[8]λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής, οὐ μόνον δὲ ἐμοὶ ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. |
[No book] |
[9]σπούδασον ἐλθεῖν πρός με ταχέως· |
[No book] |
[10]δημᾶς γάρ με ἐγκατέλιπεν ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς θεσσαλονίκην, κρήσκης εἰς γαλατίαν, τίτος εἰς δαλματίαν· |
[No book] |
[11]λουκᾶς ἐστιν μόνος μετ᾽ ἐμοῦ. μᾶρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ, ἔστιν γάρ μοι εὔχρηστος εἰς διακονίαν. |
[No book] |
[12]τυχικὸν δὲ ἀπέστειλα εἰς ἔφεσον. |
[No book] |
[13]τὸν φαιλόνην ὃν ἀπέλιπον ἐν τρῳάδι παρὰ κάρπῳ ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας. |
[No book] |
[14]ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο· ἀποδώσει αὐτῶ ὁ κύριος κατὰ τὰ ἔργα αὐτοῦ· |
[No book] |
[15]ὃν καὶ σὺ φυλάσσου, λίαν γὰρ ἀντέστη τοῖς ἡμετέροις λόγοις. |
[No book] |
[16]ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι παρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη· |
[No book] |
[17]ὁ δὲ κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέν με, ἵνα δι᾽ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ καὶ ἀκούσωσιν πάντα τὰ ἔθνη, καὶ ἐρρύσθην ἐκ στόματος λέοντος. |
[No book] |
[18]ῥύσεταί με ὁ κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. |
[No book] |
[19]ἄσπασαι πρίσκαν καὶ ἀκύλαν καὶ τὸν ὀνησιφόρου οἶκον. |
[No book] |
[20]ἔραστος ἔμεινεν ἐν κορίνθῳ, τρόφιμον δὲ ἀπέλιπον ἐν μιλήτῳ ἀσθενοῦντα. |
[No book] |
[21]σπούδασον πρὸ χειμῶνος ἐλθεῖν. ἀσπάζεταί σε εὔβουλος καὶ πούδης καὶ λίνος καὶ κλαυδία καὶ οἱ ἀδελφοὶ πάντες. |
[No book] |
[22]ὁ κύριος μετὰ τοῦ πνεύματός σου. ἡ χάρις μεθ᾽ ὑμῶν. |
[No book] |