|
[1]διαμαρτυρομαι ενωπιον του θεου και χριστου ιησου του μελλοντος κρινειν ζωντας και νεκρους και την επιφανειαν αυτου και την βασιλειαν αυτου |
[1]Διαμαρτύρομαι οὖν ἐγὼ ἐνώπιον τοῦ Θεοῦ καὶ τοῦ Κυρίου ᾿Ιησοῦ Χριστοῦ, τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκροὺς κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ, |
[2]κηρυξον τον λογον επιστηθι ευκαιρως ακαιρως ελεγξον επιτιμησον παρακαλεσον εν παση μακροθυμια και διδαχη |
[2]κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ. |
[3]εσται γαρ καιρος οτε της υγιαινουσης διδασκαλιας ουκ ανεξονται αλλα κατα τας ιδιας επιθυμιας εαυτοις επισωρευσουσιν διδασκαλους κνηθομενοι την ακοην |
[3]ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται, ἀλλὰ κατὰ τὰς ἐπιθυμίας τὰς ἰδίας ἑαυτοῖς ἐπισωρεύσουσι διδασκάλους κνηθόμενοι τὴν ἀκοήν, |
[4]και απο μεν της αληθειας την ακοην αποστρεψουσιν επι δε τους μυθους εκτραπησονται |
[4]καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται. |
[5]συ δε νηφε εν πασιν κακοπαθησον εργον ποιησον ευαγγελιστου την διακονιαν σου πληροφορησον |
[5]σὺ δὲ νῆφε ἐν πᾶσι, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον. |
[6]εγω γαρ ηδη σπενδομαι και ο καιρος της αναλυσεως μου εφεστηκεν |
[6]ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκε. |
[7]τον καλον αγωνα ηγωνισμαι τον δρομον τετελεκα την πιστιν τετηρηκα |
[7]τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· |
[8]λοιπον αποκειται μοι ο της δικαιοσυνης στεφανος ον αποδωσει μοι ο κυριος εν εκεινη τη ημερα ο δικαιος κριτης ου μονον δε εμοι αλλα και πασιν τοις ηγαπηκοσιν την επιφανειαν αυτου |
[8]λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής, οὐ μόνον δὲ ἐμοί, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. |
[9]σπουδασον ελθειν προς με ταχεως |
[9]Σπούδασον ἐλθεῖν πρός με ταχέως· |
[10]δημας γαρ με εγκατελειπεν εγκατελιπεν αγαπησας τον νυν αιωνα και επορευθη εις θεσσαλονικην κρησκης εις γαλατιαν τιτος εις δαλματιαν |
[10]Δημᾶς γάρ με ἐγκατέλιπεν ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην, Κρήσκης εἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν· |
[11]λουκας εστιν μονος μετ εμου μαρκον αναλαβων αγε μετα σεαυτου εστιν γαρ μοι ευχρηστος εις διακονιαν |
[11]Λουκᾶς ἐστι μόνος μετ᾽ ἐμοῦ. Μᾶρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ· ἔστι γάρ μοι εὔχρηστος εἰς διακονίαν. |
[12]τυχικον δε απεστειλα εις εφεσον |
[12]Τυχικὸν δὲ ἀπέστειλα εἰς ῎Εφεσον. |
[13]τον φαιλονην ον απελειπον απελιπον εν τρωαδι παρα καρπω ερχομενος φερε και τα βιβλια μαλιστα τας μεμβρανας |
[13]τὸν φαιλόνην, ὃν ἀπέλιπον ἐν Τρῳάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας. |
[14]αλεξανδρος ο χαλκευς πολλα μοι κακα ενεδειξατο αποδωσει αυτω ο κυριος κατα τα εργα αυτου |
[14]᾿Αλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο· ἀποδῴη αὐτῷ ὁ Κύριος κατὰ τὰ ἔργα αὐτοῦ· |
[15]ον και συ φυλασσου λιαν γαρ αντεστη τοις ημετεροις λογοις |
[15]ὃν καὶ σὺ φυλάσσου· λίαν γὰρ ἀνθέστηκε τοῖς ἡμετέροις λόγοις. |
[16]εν τη πρωτη μου απολογια ουδεις μοι παρεγενετο αλλα παντες με εγκατελειπον εγκατελιπον μη αυτοις λογισθειη |
[16]᾿Εν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη· |
[17]ο δε κυριος μοι παρεστη και ενεδυναμωσεν με ινα δι εμου το κηρυγμα πληροφορηθη και ακουσωσιν παντα τα εθνη και ερρυσθην εκ στοματος λεοντος |
[17]ὁ δὲ Κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέ με, ἵνα δι᾽ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ καὶ ἀκούσῃ πάντα τὰ ἔθνη· καὶ ἐρρύσθην ἐκ στόματος λέοντος. |
[18]ρυσεται με ο κυριος απο παντος εργου πονηρου και σωσει εις την βασιλειαν αυτου την επουρανιον ω η δοξα εις τους αιωνας των αιωνων αμην HEB |
[18]καὶ ῥύσεταί με ὁ Κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. |
[19]ασπασαι πρισκαν και ακυλαν και τον ονησιφορου οικον |
[19]῎Ασπασαι Πρίσκαν καὶ ᾿Ακύλαν καὶ τὸν ᾿Ονησιφόρου οἶκον. |
[20]εραστος εμεινεν εν κορινθω τροφιμον δε απελειπον απελιπον εν μιλητω ασθενουντα |
[20]῎Εραστος ἔμεινεν ἐν Κορίνθῳ, Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα. |
[21]σπουδασον προ χειμωνος ελθειν ασπαζεται σε ευβουλος και πουδης και λινος και κλαυδια και οι αδελφοι [παντες] παντες |
[21]σπούδασον πρὸ χειμῶνος ἐλθεῖν. ᾿Ασπάζεταί σε Εὔβουλος καὶ Πούδης καὶ Λίνος καὶ Κλαυδία καὶ οἱ ἀδελφοὶ πάντες. |
[22]ο κυριος μετα του πνευματος σου η χαρις μεθ υμων |
[22]῾Ο Κύριος ᾿Ιησοῦς Χριστὸς μετὰ τοῦ πνεύματός σου. ῾Η χάρις μεθ᾽ ὑμῶν· ἀμήν. |