|
[1]καὶ τούτου τὸν ἀοίδιμον θάνατον καρτερήσαντος ὁ τρίτος ἤγετο παρακαλούμενος πολλὰ ὑπὸ πολλῶν ὅπως ἀπογευσάμενος σῴζοιτο |
[No book] |
[2]ὁ δὲ ἀναβοήσας ἔφη ἀγνοεῖτε ὅτι αὑτός με τοῖς ἀποθανοῦσιν ἔσπειρεν πατήρ καὶ ἡ αὐτὴ μήτηρ ἐγέννησεν καὶ ἐπὶ τοῖς αὐτοῖς ἀνετράφην δόγμασιν |
[No book] |
[3]οὐκ ἐξόμνυμαι τὴν εὐγενῆ τῆς ἀδελφότητος συγγένειαν |
[No book] |
4[No verse] |
[No book] |
[5]οἱ δὲ πικρῶς ἐνέγκαντες τὴν παρρησίαν τοῦ ἀνδρὸς ἀρθρεμβόλοις ὀργάνοις τὰς χεῖρας αὐτοῦ καὶ τοὺς πόδας ἐξήρθρουν καὶ ἐξ ἁρμῶν ἀναμοχλεύοντες ἐξεμέλιζον |
[No book] |
[6]τοὺς δακτύλους καὶ τοὺς βραχίονας καὶ τὰ σκέλη καὶ τοὺς ἀγκῶνας περιέκλων |
[No book] |
[7]καὶ κατὰ μηδένα τρόπον ἰσχύοντες αὐτὸν ἄγξαι περιλύσαντες τὰ ὄργανα σὺν ἄκραις ταῖς τῶν δακτύλων κορυφαῖς ἀπεσκύθιζον |
[No book] |
[8]καὶ εὐθέως ἦγον ἐπὶ τὸν τροχόν περὶ ὃν ἐκ σπονδύλων ἐκμελιζόμενος ἑώρα τὰς ἑαυτοῦ σάρκας περιλακιζομένας καὶ κατὰ σπλάγχνων σταγόνας αἵματος ἀπορρεούσας |
[No book] |
[9]μέλλων δὲ ἀποθνῄσκειν ἔφη |
[No book] |
[10]ἡμεῖς μέν ὦ μιαρώτατε τύραννε διὰ παιδείαν καὶ ἀρετὴν θεοῦ ταῦτα πάσχομεν |
[No book] |
[11]σὺ δὲ διὰ τὴν ἀσέβειαν καὶ μιαιφονίαν ἀκαταλύτους καρτερήσεις βασάνους |
[No book] |
[12]καὶ τούτου θανόντος ἀδελφοπρεπῶς τὸν τέταρτον ἐπεσπῶντο λέγοντες |
[No book] |
[13]μὴ μανῇς καὶ σὺ τοῖς ἀδελφοῖς σου τὴν αὐτὴν μανίαν ἀλλὰ πεισθεὶς τῷ βασιλεῖ σῷζε σεαυτόν |
[No book] |
[14]ὁ δὲ αὐτοῖς ἔφη οὐχ οὕτως καυστικώτερον ἔχετε κατ ἐμοῦ τὸ πῦρ ὥστε με δειλανδρῆσαι |
[No book] |
[15]μὰ τὸν μακάριον τῶν ἀδελφῶν μου θάνατον καὶ τὸν αἰώνιον τοῦ τυράννου ὄλεθρον καὶ τὸν ἀΐδιον τῶν εὐσεβῶν βίον οὐκ ἀρνήσομαι τὴν εὐγενῆ ἀδελφότητα |
[No book] |
[16]ἐπινόει τύραννε βασάνους ἵνα καὶ δι αὐτῶν μάθῃς ὅτι ἀδελφός εἰμι τῶν προβασανισθέντων |
[No book] |
[17]ταῦτα ἀκούσας ὁ αἱμοβόρος καὶ φονώδης καὶ παμμιαρώτατος ἀντίοχος ἐκέλευσεν τὴν γλῶτταν αὐτοῦ ἐκτεμεῖν |
[No book] |
[18]ὁ δὲ ἔφη κἂν ἀφέλῃς τὸ τῆς φωνῆς ὄργανον καὶ σιωπώντων ἀκούει ὁ θεός |
[No book] |
[19]ἰδοὺ προκεχάλασται ἡ γλῶσσα τέμνε οὐ γὰρ παρὰ τοῦτο τὸν λογισμὸν ἡμῶν γλωττοτομήσεις |
[No book] |
[20]ἡδέως ὑπὲρ τοῦ θεοῦ τὰ τοῦ σώματος μέλη ἀκρωτηριαζόμεθα |
[No book] |
[21]σὲ δὲ ταχέως μετελεύσεται ὁ θεός τὴν γὰρ τῶν θείων ὕμνων μελῳδὸν γλῶτταν ἐκτέμνεις |
[No book] |