|
[1]ὡς δὲ καὶ οὗτος μακαρίως ἀπέθανεν καταβληθεὶς εἰς λέβητα ὁ ἕβδομος παρεγίνετο πάντων νεώτερος |
[No book] |
[2]ὃν κατοικτίρας ὁ τύραννος καίπερ δεινῶς ὑπὸ τῶν ἀδελφῶν αὐτοῦ κακισθείς ὁρῶν ἤδη τὰ δεσμὰ περικείμενα πλησιέστερον αὐτὸν μετεπέμψατο καὶ παρηγορεῖν ἐπειρᾶτο λέγων |
[No book] |
[3]τῆς μὲν τῶν ἀδελφῶν σου ἀπονοίας τὸ τέλος ὁρᾷς διὰ γὰρ ἀπείθειαν στρεβλωθέντες τεθνᾶσιν |
[No book] |
[4]σὺ δὲ εἰ μὲν μὴ πεισθείης τάλας βασανισθεὶς καὶ αὐτὸς τεθνήξῃ πρὸ ὥρας |
[No book] |
[5]πεισθεὶς δὲ φίλος ἔσῃ καὶ τῶν ἐπὶ τῆς βασιλείας ἀφηγήσῃ πραγμάτων |
[No book] |
[6]καὶ ταῦτα παρακαλῶν τὴν μητέρα τοῦ παιδὸς μετεπέμψατο ὅπως αὐτὴν ἐλεήσας τοσούτων υἱῶν στερηθεῖσαν παρορμήσειεν ἐπὶ τὴν σωτήριον εὐπείθειαν τὸν περιλειπόμενον |
[No book] |
[7]ὁ δὲ τῆς μητρὸς τῇ εβραΐδι φωνῇ προτρεψαμένης αὐτόν ὡς ἐροῦμεν μετὰ μικρὸν ὕστερον |
[No book] |
[8]λύσατέ μέ φησιν εἴπω τῷ βασιλεῖ καὶ τοῖς σὺν αὐτῷ φίλοις πᾶσιν |
[No book] |
[9]καὶ ἐπιχαρέντες μάλιστα ἐπὶ τῇ ἐπαγγελίᾳ τοῦ παιδὸς ταχέως ἔλυσαν αὐτόν |
[No book] |
[10]καὶ δραμὼν ἐπὶ πλησίον τῶν τηγάνων |
[No book] |
[11]ἀνόσιέ φησιν καὶ πάντων πονηρῶν ἀσεβέστατε τύραννε οὐκ ᾐδέσθης παρὰ τοῦ θεοῦ λαβὼν τὰ ἀγαθὰ καὶ τὴν βασιλείαν τοὺς θεράποντας αὐτοῦ κατακτεῖναι καὶ τοὺς τῆς εὐσεβείας ἀσκητὰς στρεβλῶσαι |
[No book] |
[12]ἀνθ ὧν ταμιεύσεταί σε ἡ δίκη πυκνοτέρῳ καὶ αἰωνίῳ πυρὶ καὶ βασάνοις αἳ εἰς ὅλον τὸν αἰῶνα οὐκ ἀνήσουσίν σε |
[No book] |
[13]οὐκ ᾐδέσθης ἄνθρωπος ὤν θηριωδέστατε τοὺς ὁμοιοπαθεῖς καὶ ἐκ τῶν αὐτῶν γεγονότας στοιχείων γλωττοτομῆσαι καὶ τοῦτον καταικίσας τὸν τρόπον βασανίσαι |
[No book] |
[14]ἀλλ οἱ μὲν εὐγενῶς ἀποθανόντες ἐπλήρωσαν τὴν εἰς τὸν θεὸν εὐσέβειαν σὺ δὲ κακῶς οἰμώξεις τοὺς τῆς ἀρετῆς ἀγωνιστὰς ἀναιτίως ἀποκτεῖνας |
[No book] |
[15]ὅθεν καὶ αὐτὸς ἀποθνῄσκειν μέλλων ἔφη |
[No book] |
[16]οὐκ ἀπαυτομολῶ τῆς τῶν ἀδελφῶν μου ἀριστείας |
[No book] |
[17]ἐπικαλοῦμαι δὲ τὸν πατρῷον θεὸν ὅπως ἵλεως γένηται τῷ ἔθνει ἡμῶν |
[No book] |
[18]σὲ δὲ καὶ ἐν τῷ νῦν βίῳ καὶ θανόντα τιμωρήσεται |
[No book] |
[19]καὶ ταῦτα κατευξάμενος ἑαυτὸν ἔρριψε κατὰ τῶν τηγάνων καὶ οὕτως ἀπέδωκεν |
[No book] |