|
[1]καὶ τί θαυμαστόν εἰ αἱ τῆς ψυχῆς ἐπιθυμίαι πρὸς τὴν τοῦ κάλλους μετουσίαν ἀκυροῦνται |
[No book] |
[2]ταύτῃ γοῦν ὁ σώφρων ιωσηφ ἐπαινεῖται ὅτι διανοίᾳ περιεκράτησεν τῆς ἡδυπαθείας |
[No book] |
[3]νέος γὰρ ὢν καὶ ἀκμάζων πρὸς συνουσιασμὸν ἠκύρωσε τῷ λογισμῷ τὸν τῶν παθῶν οἶστρον |
[No book] |
[4]καὶ οὐ μόνον δὲ τὴν τῆς ἡδυπαθείας οἰστρηλασίαν ὁ λογισμὸς ἐπικρατεῖν φαίνεται ἀλλὰ καὶ πάσης ἐπιθυμίας |
[No book] |
[5]λέγει γοῦν ὁ νόμος οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου οὐδὲ ὅσα τῷ πλησίον σού ἐστιν |
[No book] |
[6]καίτοι ὅτε μὴ ἐπιθυμεῖν εἴρηκεν ἡμᾶς ὁ νόμος πολὺ πλέον πείσαιμ ἂν ὑμᾶς ὅτι τῶν ἐπιθυμιῶν κρατεῖν δύναται ὁ λογισμός ὥσπερ καὶ τῶν κωλυτικῶν τῆς δικαιοσύνης παθῶν |
[No book] |
[7]ἐπεὶ τίνα τις τρόπον μονοφάγος ὢν τὸ ἦθος καὶ γαστρίμαργος ἢ καὶ μέθυσος μεταπαιδεύεται εἰ μὴ δῆλον ὅτι κύριός ἐστιν τῶν παθῶν ὁ λογισμός |
[No book] |
[8]αὐτίκα γοῦν τῷ νόμῳ πολιτευόμενος κἂν φιλάργυρός τις ᾖ βιάζεται τὸν αὑτοῦ τρόπον τοῖς δεομένοις δανείζων χωρὶς τόκων καὶ τὸ δάνειον τῶν ἑβδομάδων ἐνστασῶν χρεοκοπούμενος |
[No book] |
[9]κἂν φειδωλός τις ᾖ ὑπὸ τοῦ νόμου κρατεῖται διὰ τὸν λογισμὸν μήτε ἐπικαρπολογούμενος τοὺς ἀμητοὺς μήτε ἐπιρρωγολογούμενος τοὺς ἀμπελῶνας καὶ ἐπὶ τῶν ἑτέρων δὲ ἔστιν ἐπιγνῶναι τοῦτο ὅτι τῶν παθῶν ἐστιν ὁ λογισμὸς κρατῶν |
[No book] |
[10]ὁ γὰρ νόμος καὶ τῆς πρὸς γονεῖς εὐνοίας κρατεῖ μὴ καταπροδιδοὺς τὴν ἀρετὴν δι αὐτοὺς |
[No book] |
[11]καὶ τῆς πρὸς γαμετὴν φιλίας ἐπικρατεῖ διὰ τὴν παρανομίαν αὐτὴν ἀπελέγχων |
[No book] |
[12]καὶ τῆς τέκνων φιλίας κυριεύει διὰ κακίαν αὐτὰ κολάζων |
[No book] |
[13]καὶ τῆς φίλων συνηθείας δεσπόζει διὰ πονηρίαν αὐτοὺς ἐξελέγχων |
[No book] |
[14]καὶ μὴ νομίσητε παράδοξον εἶναι ὅπου καὶ ἔχθρας ἐπικρατεῖν ὁ λογισμὸς δύναται διὰ τὸν νόμον μήτε δενδροτομῶν τὰ ἥμερα τῶν πολεμίων φυτά τὰ δὲ τῶν ἐχθρῶν τοῖς ἀπολέσασι διασῴζων καὶ τὰ πεπτωκότα συνεγείρων |
[No book] |
[15]καὶ τῶν βιαιοτέρων δὲ παθῶν κρατεῖν ὁ λογισμὸς φαίνεται φιλαρχίας καὶ κενοδοξίας καὶ ἀλαζονείας καὶ μεγαλαυχίας καὶ βασκανίας |
[No book] |
[16]πάντα γὰρ ταῦτα τὰ κακοήθη πάθη ὁ σώφρων νοῦς ἀπωθεῖται ὥσπερ καὶ τὸν θυμόν καὶ γὰρ τούτου δεσπόζει |
[No book] |
[17]θυμούμενός γέ τοι μωυσῆς κατὰ δαθαν καὶ αβιρων οὐ θυμῷ τι κατ αὐτῶν ἐποίησεν ἀλλὰ λογισμῷ τὸν θυμὸν διῄτησεν |
[No book] |
[18]δυνατὸς γὰρ ὁ σώφρων νοῦς ὡς ἔφην κατὰ τῶν παθῶν ἀριστεῦσαι καὶ τὰ μὲν αὐτῶν μεταθεῖναι τὰ δὲ καὶ ἀκυρῶσαι |
[No book] |
[19]ἐπεὶ διὰ τί ὁ πάνσοφος ἡμῶν πατὴρ ιακωβ τοὺς περὶ συμεων καὶ λευιν αἰτιᾶται μὴ λογισμῷ τοὺς σικιμίτας ἐθνηδὸν ἀποσφάξαντας λέγων ἐπικατάρατος ὁ θυμὸς αὐτῶν |
[No book] |
[20]εἰ μὴ γὰρ ἐδύνατο τοῦ θυμοῦ ὁ λογισμὸς κρατεῖν οὐκ ἂν εἶπεν οὕτως |
[No book] |
[21]ὁπηνίκα γὰρ ὁ θεὸς τὸν ἄνθρωπον κατεσκεύασεν τὰ πάθη αὐτοῦ καὶ τὰ ἤθη περιεφύτευσεν |
[No book] |
[22]ἡνίκα δὲ ἐπὶ πάντων τὸν ἱερὸν ἡγεμόνα νοῦν διὰ τῶν αἰσθητηρίων ἐνεθρόνισεν |
[No book] |
[23]καὶ τούτῳ νόμον ἔδωκεν καθ ὃν πολιτευόμενος βασιλεύσει βασιλείαν σώφρονά τε καὶ δικαίαν καὶ ἀγαθὴν καὶ ἀνδρείαν |
[No book] |
[24]πῶς οὖν εἴποι τις ἄν εἰ τῶν παθῶν δεσπότης ἐστὶν ὁ λογισμός λήθης καὶ ἀγνοίας οὐ κρατεῖ |
[No book] |