«
Book of Jasher (1840)
Jas(1840)
Nestle-Aland Greek NT (1993)
N/A GNT
[No book] [1]τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ θεόφιλε, ὧν ἤρξατο ὁ ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν
[No book] [2]ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ πνεύματος ἁγίου οὓς ἐξελέξατο ἀνελήμφθη·
[No book] [3]οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις, δι᾽ ἡμερῶν τεσσεράκοντα ὀπτανόμενος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ θεοῦ.
[No book] [4]καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἠκούσατέ μου·
[No book] [5]ὅτι ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ ἐν πνεύματι βαπτισθήσεσθε ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας.
[No book] [6]οἱ μὲν οὗν συνελθόντες ἠρώτων αὐτὸν λέγοντες, κύριε, εἰ ἐν τῶ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῶ ἰσραήλ;
[No book] [7]εἶπεν δὲ πρὸς αὐτούς, οὐχ ὑμῶν ἐστιν γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ·
[No book] [8]ἀλλὰ λήμψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφ᾽ ὑμᾶς, καὶ ἔσεσθέ μου μάρτυρες ἔν τε ἰερουσαλὴμ καὶ [ἐν] πάσῃ τῇ ἰουδαίᾳ καὶ σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς.
[No book] [9]καὶ ταῦτα εἰπὼν βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν.
[No book] [10]καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθήσεσι λευκαῖς,
[No book] [11]οἳ καὶ εἶπαν, ἄνδρες γαλιλαῖοι, τί ἑστήκατε [ἐμ]βλέποντες εἰς τὸν οὐρανόν; οὖτος ὁ ἰησοῦς ὁ ἀναλημφθεὶς ἀφ᾽ ὑμῶν εἰς τὸν οὐρανὸν οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.
[No book] [12]τότε ὑπέστρεψαν εἰς ἰερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς ἰερουσαλὴμ σαββάτου ἔχον ὁδόν.
[No book] [13]καὶ ὅτε εἰσῆλθον, εἰς τὸ ὑπερῶον ἀνέβησαν οὖ ἦσαν καταμένοντες, ὅ τε πέτρος καὶ ἰωάννης καὶ ἰάκωβος καὶ ἀνδρέας, φίλιππος καὶ θωμᾶς, βαρθολομαῖος καὶ μαθθαῖος, ἰάκωβος ἁλφαίου καὶ σίμων ὁ ζηλωτὴς καὶ ἰούδας ἰακώβου.
[No book] [14]οὖτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ σὺν γυναιξὶν καὶ μαριὰμ τῇ μητρὶ τοῦ ἰησοῦ καὶ τοῖς ἀδελφοῖς αὐτοῦ.
[No book] [15]καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς πέτρος ἐν μέσῳ τῶν ἀδελφῶν εἶπεν ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ ὡσεὶ ἑκατὸν εἴκοσι,
[No book] [16]ἄνδρες ἀδελφοί, ἔδει πληρωθῆναι τὴν γραφὴν ἣν προεῖπεν τὸ πνεῦμα τὸ ἅγιον διὰ στόματος δαυὶδ περὶ ἰούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσιν ἰησοῦν,
[No book] [17]ὅτι κατηριθμημένος ἦν ἐν ἡμῖν καὶ ἔλαχεν τὸν κλῆρον τῆς διακονίας ταύτης.
[No book] [18]οὖτος μὲν οὗν ἐκτήσατο χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας, καὶ πρηνὴς γενόμενος ἐλάκησεν μέσος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ.
[No book] [19]καὶ γνωστὸν ἐγένετο πᾶσι τοῖς κατοικοῦσιν ἰερουσαλήμ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ ἰδίᾳ διαλέκτῳ αὐτῶν ἁκελδαμάχ, τοῦτ᾽ ἔστιν, χωρίον αἵματος.
[No book] [20]γέγραπται γὰρ ἐν βίβλῳ ψαλμῶν, γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ, καί, τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ἕτερος.
[No book] [21]δεῖ οὗν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ ᾧ εἰσῆλθεν καὶ ἐξῆλθεν ἐφ᾽ ἡμᾶς ὁ κύριος ἰησοῦς,
[No book] [22]ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος ἰωάννου ἕως τῆς ἡμέρας ἧς ἀνελήμφθη ἀφ᾽ ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ σὺν ἡμῖν γενέσθαι ἕνα τούτων.
[No book] [23]καὶ ἔστησαν δύο, ἰωσὴφ τὸν καλούμενον βαρσαββᾶν, ὃς ἐπεκλήθη ἰοῦστος, καὶ μαθθίαν.
[No book] [24]καὶ προσευξάμενοι εἶπαν, σὺ κύριε, καρδιογνῶστα πάντων, ἀνάδειξον ὃν ἐξελέξω ἐκ τούτων τῶν δύο ἕνα
[No book] [25]λαβεῖν τὸν τόπον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς, ἀφ᾽ ἧς παρέβη ἰούδας πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον.
[No book] [26]καὶ ἔδωκαν κλήρους αὐτοῖς, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ μαθθίαν, καὶ συγκατεψηφίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων.
See information...
Author: Eberhard Nestle (1851–1913), Kurt Aland (1915–1994), Barbara Aland (b. 1937), et al.
Source: sacred-texts.org

See information...
Top