«
The Septuagint
LXX
Patriarchal Greek NT (1904)
Patr
[No book] [1]Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ ᾿Ιησοῦς ποιεῖν τε καὶ διδάσκειν
[No book] [2]ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος ῾Αγίου οὓς ἐξελέξατο ἀνελήφθη·
[No book] [3]οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις, δι᾿ ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ.
[No book] [4]καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ ῾Ιεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἠκούσατέ μου·
[No book] [5]ὅτι ᾿Ιωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι ῾Αγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας.
[No book] [6]οἱ μὲν οὖν συνελθόντες ἐπηρώτων αὐτὸν λέγοντες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ ᾿Ισραήλ;
[No book] [7]εἶπε δὲ πρὸς αὐτούς· οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ,
[No book] [8]ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ῾Αγίου Πνεύματος ἐφ᾿ ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε ῾Ιερουσαλὴμ καὶ ἐν πάσῃ τῇ ᾿Ιουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς.
[No book] [9]καὶ ταῦτα εἰπὼν βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν.
[No book] [10]καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθῆτι λευκῇ,
[No book] [11]οἳ καὶ εἶπον· ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν; οὗτος ὁ ᾿Ιησοῦς ὁ ἀναληφθεὶς ἀφ᾿ ὑμῶν εἰς τὸν οὐρανόν, οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.
[No book] [12]Τότε ὑπέστρεψαν εἰς ῾Ιερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς ῾Ιερουσαλήμ, σαββάτου ἔχον ὁδόν.
[No book] [13]καὶ ὅτε εἰσῆλθον, ἀνέβησαν εἰς τὸ ὑπερῷον οὗ ἦσαν καταμένοντες, ὅ τε Πέτρος καὶ ᾿Ιάκωβος καὶ ᾿Ιωάννης καὶ ᾿Ανδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ Ματθαῖος, ᾿Ιάκωβος ᾿Αλφαίου καὶ Σίμων ὁ Ζηλωτὴς καὶ ᾿Ιούδας ᾿Ιακώβου.
[No book] [14]οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ καὶ τῇ δεήσει σὺν γυναιξὶ καὶ Μαρίᾳ τῇ μητρὶ τοῦ ᾿Ιησοῦ καὶ σὺν τοῖς ἀδελφοῖς αὐτοῦ.
[No book] [15]Καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν μαθητῶν εἶπεν· ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ ὡς ἑκατὸν εἴκοσιν·
[No book] [16]ἄνδρες ἀδελφοί, ἔδει πληρωθῆναι τὴν γραφὴν ταύτην ἣν προεῖπε τὸ Πνεῦμα τὸ ῞Αγιον διὰ στόματος Δαυῒδ περὶ ᾿Ιούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσι τὸν ᾿Ιησοῦν,
[No book] [17]ὅτι κατηριθμημένος ἦν σὺν ἡμῖν καὶ ἔλαχε τὸν κλῆρον τῆς διακονίας ταύτης.
[No book] [18]οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας, καὶ πρηνὴς γενόμενος ἐλάκησε μέσος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ·
[No book] [19]καὶ γνωστὸν ἐγένετο πᾶσι τοῖς κατοικοῦσιν ῾Ιερουσαλήμ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ ἰδίᾳ διαλέκτῳ αὐτῶν ᾿Ακελδαμᾶ, τουτέστι χωρίον αἵματος.
[No book] [20]γέγραπται γὰρ ἐν βίβλῳ ψαλμῶν· γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ· καὶ· τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος.
[No book] [21]δεῖ οὖν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ ἐν ᾧ εἰσῆλθε καὶ ἐξῆλθεν ἐφ᾿ ἡμᾶς ὁ Κύριος ᾿Ιησοῦς,
[No book] [22]ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος ᾿Ιωάννου ἕως τῆς ἡμέρας ἧς ἀνελήφθη ἀφ᾿ ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ γενέσθαι σὺν ἡμῖν ἕνα τούτων.
[No book] [23]Καὶ ἔστησαν δύο, ᾿Ιωσὴφ τὸν καλούμενον Βαρσαββᾶν, ὃς ἐπεκλήθη ᾿Ιοῦστος, καὶ Ματθίαν,
[No book] [24]καὶ προσευξάμενοι εἶπον· σὺ Κύριε, καρδιογνῶστα πάντων, ἀνάδειξον ὃν ἐξελέξω ἐκ τούτων τῶν δύο ἕνα,
[No book] [25]λαβεῖν τὸν κλῆρον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς, ἐξ ἧς παρέβη ᾿Ιούδας πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον.
[No book] [26]καὶ ἔδωκαν κλήρους αὐτῶν, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ματθίαν, καὶ συγκατεψηφίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων.
Source: sacred-texts.org
Author: Ecumenical Patriarchate of Constantinople
Source: www.hagiascriptura.com
Top