|
[1]Ἀνὴρ δέ τις ἦν ἐν Καισαρείᾳ ὀνόματι Κορνήλιος, ἑκατοντάρχης ἐκ σπείρης τῆς καλουμένης Ἰταλικῆς, |
[1]ανηρ δε τις εν καισαρεια ονοματι κορνηλιος εκατονταρχης εκ σπειρης της καλουμενης ιταλικης |
[2]εὐσεβὴς καὶ φοβούμενος τὸν Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, ποιῶν τε ἐλεημοσύνας πολλὰς τῷ λαῷ, καὶ δεόμενος τοῦ Θεοῦ διὰ παντός |
[2]ευσεβης και φοβουμενος τον θεον συν παντι τω οικω αυτου ποιων ελεημοσυνας πολλας τω λαω και δεομενος του θεου δια παντος |
[3]εἶδεν ἐν ὁράματι φανερῶς, ὡσεὶ ὥραν ἐννάτην τῆς ἡμέρας, ἄγγελον τοῦ Θεοῦ εἰσελθόντα πρὸς αὐτὸν, καὶ εἰπόντα αὐτῷ, Κορνήλιε. |
[3]ειδεν εν οραματι φανερως ωσει περι ωραν ενατην της ημερας αγγελον του θεου εισελθοντα προς αυτον και ειποντα αυτω κορνηλιε |
[4]ὁ δὲ ἀτενίσας αὐτῷ καὶ ἔμφοβος γενόμενος εἶπε, Τί ἐστι, Κύριε; εἶπε δὲ αὐτῷ, Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ. |
[4]ο δε ατενισας αυτω και εμφοβος γενομενος ειπεν τι εστιν κυριε ειπεν δε αυτω αι προσευχαι σου και αι ελεημοσυναι σου ανεβησαν εις μνημοσυνον εμπροσθεν του θεου |
[5]καὶ νῦν πέμψον εἰς Ἰόππην ἄνδρας, καὶ μετάπεμψαι Σίμωνα ὃς ἐπικαλεῖται Πέτρος· |
[5]και νυν πεμψον ανδρας εις ιοππην και μεταπεμψαι σιμωνα τινα ος επικαλειται πετρος |
[6]οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ, ᾧ ἐστιν οἰκία παρὰ θάλασσαν· οὗτος λαλήσει σοι τί σε δεῖ ποιεῖν. |
[6]ουτος ξενιζεται παρα τινι σιμωνι βυρσει ω εστιν οικια παρα θαλασσαν |
[7]ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶν τῷ Κορνηλίῳ, φωνήσας δύο τῶν οἰκετῶν αὐτοῦ, καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ, |
[7]ως δε απηλθεν ο αγγελος ο λαλων αυτω φωνησας δυο των οικετων και στρατιωτην ευσεβη των προσκαρτερουντων αυτω |
[8]καὶ ἐξηγησάμενος αὐτοῖς ἅπαντα, ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην. |
[8]και εξηγησαμενος απαντα αυτοις απεστειλεν αυτους εις την ιοππην |
[9]Τῇ δὲ ἐπαύριον ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων, ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι, περὶ ὥραν ἕκτην· |
[9]τη δε επαυριον οδοιπορουντων εκεινων και τη πολει εγγιζοντων ανεβη πετρος επι το δωμα προσευξασθαι περι ωραν εκτην |
[10]ἐγένετο δὲ πρόσπεινος, καὶ ἤθελε γεύσασθαι· παρασκευαζόντων δὲ ἐκείνων, ἐπέπεσεν ἐπ’ αὐτὸν ἔκστασις, |
[10]εγενετο δε προσπεινος και ηθελεν γευσασθαι παρασκευαζοντων δε αυτων εγενετο επ αυτον εκστασις |
[11]καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον, καὶ καταβαῖνον ἐπ αὐτὸν σκεῦός τι ὡς ὀθόνην μεγάλην, τέσσαρσιν ἀρχαῖς δεδεμένον, καὶ καθιέμενον ἐπὶ τῆς γῆς· |
[11]και θεωρει τον ουρανον ανεωγμενον και καταβαινον σκευος τι ως οθονην μεγαλην τεσσαρσιν αρχαις καθιεμενον επι της γης |
[12]ἐν ᾧ ὑπῆρχε πάντα τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ. |
[12]εν ω υπηρχεν παντα τα τετραποδα και ερπετα της γης και πετεινα του ουρανου |
[13]καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν, Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε. |
[13]και εγενετο φωνη προς αυτον αναστας πετρε θυσον και φαγε |
[14]ὁ δὲ Πέτρος εἶπε, Μηδαμῶς, Κύριε· ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν ἢ ἀκάθαρτον. |
[14]ο δε πετρος ειπεν μηδαμως κυριε οτι ουδεποτε εφαγον παν κοινον και ακαθαρτον |
[15]καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν, Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου. |
[15]και φωνη παλιν εκ δευτερου προς αυτον α ο θεος εκαθαρισεν συ μη κοινου |
[16]τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς· καὶ πάλιν ἀνελήφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν. |
[16]τουτο δε εγενετο επι τρις και ευθυς ανελημφθη το σκευος εις τον ουρανον |
[17]Ὡς δὲ ἐν ἑαυτῷ διηπόρει ὁ Πέτρος τί ἂν εἴη τὸ ὅραμα ὃ εἶδε, καὶ ἰδού, οἱ ἄνδρες οἱ ἀπεσταλμένοι ἀπὸ τοῦ Κορνηλίου, διερωτήσαντες τὴν οἰκίαν Σίμωνος, ἐπέστησαν ἐπὶ τὸν πυλῶνα, |
[17]ως δε εν εαυτω διηπορει ο πετρος τι αν ειη το οραμα ο ειδεν ιδου οι ανδρες οι απεσταλμενοι υπο του κορνηλιου διερωτησαντες την οικιαν του σιμωνος επεστησαν επι τον πυλωνα |
[18]καὶ φωνήσαντες ἐπυνθάνοντο εἰ Σίμων, ὁ ἐπικαλούμενος Πέτρος, ἐνθάδε ξενίζεται. |
[18]και φωνησαντες επυθοντο επυνθανοντο ει σιμων ο επικαλουμενος πετρος ενθαδε ξενιζεται |
[19]τοῦ δὲ Πέτρου ἐνθυμουμένου περὶ τοῦ ὁράματος, εἶπεν αὐτῷ τὸ Πνεῦμα, Ἰδού, ἄνδρες τρεῖς ζητοῦσί σε. |
[19]του δε πετρου διενθυμουμενου περι του οραματος ειπεν [αυτω] το πνευμα ιδου ανδρες δυο τρεις ζητουντες σε |
[20]ἀλλὰ ἀναστὰς κατάβηθι, καὶ πορεύου σὺν αὐτοῖς, μηδὲν διακρινόμενος· διότι ἐγὼ ἀπέσταλκα αὐτούς. |
[20]αλλα αναστας καταβηθι και πορευου συν αυτοις μηδεν διακρινομενος οτι εγω απεσταλκα αυτους |
[21]καταβὰς δὲ Πέτρος πρὸς τοὺς ἄνδρας τοῦς ἀπεσταλμένους ἀπὸ τοῦ Κορνηλίου πρὸς αὑτόν, εἶπεν, Ἰδού, ἐγώ εἰμι ὃν ζητεῖτε· τίς ἡ αἰτία δι’ ἣν πάρεστε; |
[21]καταβας δε πετρος προς τους ανδρας ειπεν ιδου εγω ειμι ον ζητειτε τις η αιτια δι ην παρεστε |
[22]οἱ δὲ εἶπον, Κορνήλιος ἑκατοντάρχης, ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν Θεόν, μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων, ἐχρηματίσθη ὑπὸ ἀγγέλου ἁγίου μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ. |
[22]οι δε ειπαν κορνηλιος εκατονταρχης ανηρ δικαιος και φοβουμενος τον θεον μαρτυρουμενος τε υπο ολου του εθνους των ιουδαιων εχρηματισθη υπο αγγελου αγιου μεταπεμψασθαι σε εις τον οικον αυτου και ακουσαι ρηματα παρα σου |
[23]εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισε. Τῇ δὲ ἐπαύριον ὁ Πέτρος ἐξῆλθε σὺν αὐτοῖς, καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ τὴς Ἰόππης συνῆλθον αὐτῷ. |
[23]εισκαλεσαμενος ουν αυτους εξενισεν τη δε επαυριον αναστας εξηλθεν συν αυτοις και τινες των αδελφων των απο ιοππης συνηλθον αυτω |
[24]καὶ τῇ ἐπαύριον εἰσῆλθον εἰς τὴν Καισάρειαν. ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτούς, συγκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους. |
[24]τη δε επαυριον εισηλθεν εις την καισαρειαν ο δε κορνηλιος ην προσδοκων αυτους συγκαλεσαμενος τους συγγενεις αυτου και τους αναγκαιους φιλους |
[25]ὡς δὲ ἐγένετο εἰσελθεῖν τὸν Πέτρον, συναντήσας αὐτῷ ὁ Κορνήλιος, πεσὼν ἐπὶ τοὺς πόδας, προσεκύνησεν. |
[25]ως δε εγενετο του εισελθειν τον πετρον συναντησας αυτω ο κορνηλιος πεσων επι τους ποδας προσεκυνησεν |
[26]ὁ δὲ Πέτρος αὐτὸν ἤγειρε, λέγων, Ἀνάστηθι· κἀγὼ αὐτὸς ἄνθρωπός εἰμι. |
[26]ο δε πετρος ηγειρεν αυτον λεγων αναστηθι και εγω αυτος ανθρωπος ειμι |
[27]καὶ συνομιλῶν αὐτῷ εἰσῆλθε, καὶ εὑρίσκει συνεληλυθότας πολλούς, |
[27]και συνομιλων αυτω εισηλθεν και ευρισκει συνεληλυθοτας πολλους |
[28]ἔφη τε πρὸς αὐτούς, Ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ· καὶ ἐμοὶ ὁ Θεὸς ἔδειξε μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον· |
[28]εφη τε προς αυτους υμεις επιστασθε ως αθεμιτον εστιν ανδρι ιουδαιω κολλασθαι η προσερχεσθαι αλλοφυλω καμοι ο θεος εδειξεν μηδενα κοινον η ακαθαρτον λεγειν ανθρωπον |
[29]διὸ καὶ ἀναντιῤῥήτως ἦλθον μεταπεμφθείς. πυνθάνομαι οὖν, τίνι λόγῳ μετεπέμψασθέ με |
[29]διο και αναντιρρητως ηλθον μεταπεμφθεις πυνθανομαι ουν τινι λογω μετεπεμψασθε με |
[30]καὶ ὁ Κορνήλιος ἔφη, Ἀπὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας ἤμην νηστεύων, καὶ τὴν ἐννάτην ὥραν προσευχόμενος ἐν τῷ οἴκῳ μου· καὶ ἰδού, ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ, |
[30]και ο κορνηλιος εφη απο τεταρτης ημερας μεχρι ταυτης της ωρας ημην την ενατην προσευχομενος εν τω οικω μου και ιδου ανηρ εστη ενωπιον μου εν εσθητι λαμπρα |
[31]καὶ φησι, Κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχή, καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ Θεοῦ. |
[31]και φησιν κορνηλιε εισηκουσθη σου η προσευχη και αι ελεημοσυναι σου εμνησθησαν ενωπιον του θεου |
[32]πέμψον οὖν εἰς Ἰόππην, καὶ μετακάλεσαι Σίμωνα ὃς ἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται ἐν οἰκίᾳ Σίμωνος βυρσέως παρὰ θάλασσαν· ὃς παραγενόμενος λαλήσει σοι. |
[32]πεμψον ουν εις ιοππην και μετακαλεσαι σιμωνα ος επικαλειται πετρος ουτος ξενιζεται εν οικια σιμωνος βυρσεως παρα θαλασσαν |
[33]Ἐξαυτῆς οὖν ἔπεμψα πρός σε· σύ τε καλῶς ἐποίησας παραγενόμενος. νῦν οὖν πάντες ἡμεῖς ἐνώπιον τοῦ Θεοῦ πάρεσμεν ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ Θεοῦ |
[33]εξαυτης ουν επεμψα προς σε συ τε καλως εποιησας παραγενομενος νυν ουν παντες ημεις ενωπιον του θεου παρεσμεν ακουσαι παντα τα προστεταγμενα σοι υπο του κυριου |
[34]ἀνοίξας δὲ Πέτρος τὸ στόμα, εἶπεν, Ἐπ’ ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστι προσωπολήπτης ὁ Θεός· |
[34]ανοιξας δε πετρος το στομα ειπεν επ αληθειας καταλαμβανομαι οτι ουκ εστιν προσωπολημπτης ο θεος |
[35]ἀλλ’ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστι. |
[35]αλλ εν παντι εθνει ο φοβουμενος αυτον και εργαζομενος δικαιοσυνην δεκτος αυτω εστιν |
[36]τὸν λόγον ὃν ἀπέστειλε τοῖς υἱοῖς Ἰσραήλ, εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ οὗτός ἐστι πάντων Κύριος· |
[36]τον λογον [ον] απεστειλεν τοις υιοις ισραηλ ευαγγελιζομενος ειρηνην δια ιησου χριστου ουτος εστιν παντων κυριος |
[37]ὑμεῖς οἴδατε τὸ γενόμενον ῥῆμα καθ’ ὅλης τῆς Ἰουδαίας, ἀρξάμενον ἀπὸ τῆς Γαλιλαίας, μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν Ἰωάννης· |
[37]υμεις οιδατε το γενομενον ρημα καθ ολης της ιουδαιας αρξαμενος απο της γαλιλαιας μετα το βαπτισμα ο εκηρυξεν ιωαννης |
[38]Ἰησοῦν τὸν ἀπὸ Ναζαρέθ, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι Ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ὁ Θεὸς ἦν μετ’ αὐτοῦ. |
[38]ιησουν τον απο ναζαρεθ ως εχρισεν αυτον ο θεος πνευματι αγιω και δυναμει ος διηλθεν ευεργετων και ιωμενος παντας τους καταδυναστευομενους υπο του διαβολου οτι ο θεος ην μετ αυτου |
[39]καὶ ἡμεῖς ἐσμεν μάρτυρες πάντων ὧν ἐποίησεν ἔν τε τῇ χώρᾳ τῶν Ἰουδαίων καὶ ἐν Ἰερουσαλήμ· ὃν ἀνεῖλον κρεμάσαντες ἐπὶ ξύλου. |
[39]και ημεις μαρτυρες παντων ων εποιησεν εν τε τη χωρα των ιουδαιων και [εν] ιερουσαλημ ον και ανειλαν κρεμασαντες επι ξυλου |
[40]τοῦτον ὁ Θεὸς ἤγειρε τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι, |
[40]τουτον ο θεος ηγειρεν [εν] τη τριτη ημερα και εδωκεν αυτον εμφανη γενεσθαι |
[41]οὐ παντὶ τῷ λαῷ, ἀλλὰ μάρτυσι τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ θεοῦ, ἡμῖν, οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν. |
[41]ου παντι τω λαω αλλα μαρτυσιν τοις προκεχειροτονημενοις υπο του θεου ημιν οιτινες συνεφαγομεν και συνεπιομεν αυτω μετα το αναστηναι αυτον εκ νεκρων |
[42]καὶ παρήγγειλεν ἡμῖν κηρύξαι τῷ λαῷ, καὶ διαμαρτύρασθαι ὅτι αὐτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ Θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν. |
[42]και παρηγγειλεν ημιν κηρυξαι τω λαω και διαμαρτυρασθαι οτι ουτος εστιν ο ωρισμενος υπο του θεου κριτης ζωντων και νεκρων |
[43]τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν. |
[43]τουτω παντες οι προφηται μαρτυρουσιν αφεσιν αμαρτιων λαβειν δια του ονοματος αυτου παντα τον πιστευοντα εις αυτον |
[44]Ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα, ἐπέπεσε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον. |
[44]ετι λαλουντος του πετρου τα ρηματα ταυτα επεπεσεν το πνευμα το αγιον επι παντας τους ακουοντας τον λογον |
[45]καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοί, ὅσοι συνῆλθον τῷ Πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ Ἁγίου Πνεύματος ἐκκέχυται |
[45]και εξεστησαν οι εκ περιτομης πιστοι οι οσοι συνηλθαν τω πετρω οτι και επι τα εθνη η δωρεα του πνευματος του αγιου αγιου πνευματος εκκεχυται |
[46]ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις, καὶ μεγαλυνόντων τὸν Θεόν. τότε ἀπεκρίθη ὁ Πέτρος, |
[46]ηκουον γαρ αυτων λαλουντων γλωσσαις και μεγαλυνοντων τον θεον τοτε απεκριθη πετρος |
[47]Μήτι τὸ ὕδωρ κωλῦσαι δύναταί τις, τοῦ μὴ βαπτισθῆναι τούτους, οἵτινες τὸ Πνεῦμα τὸ Ἅγιον ἔλαβον καθὼς καὶ ἡμεῖς; |
[47]μητι το υδωρ δυναται κωλυσαι τις του μη βαπτισθηναι τουτους οιτινες το πνευμα το αγιον ελαβον ως και ημεις |
[48]προσέταξέ τε αὐτοὺς βαπτισθῆναι ἐν τῷ ὀνόματι τοῦ Κυρίου. τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς. |
[48]προσεταξεν δε αυτους εν τω ονοματι ιησου χριστου βαπτισθηναι τοτε ηρωτησαν αυτον επιμειναι ημερας τινας |