|
[1]ανηρ δε τις εν καισαρεια ονοματι κορνηλιος εκατονταρχης εκ σπειρης της καλουμενης ιταλικης |
[1]ἀνὴρ δέ τις ἐν καισαρείᾳ ὀνόματι κορνήλιος, ἑκατοντάρχης ἐκ σπείρης τῆς καλουμένης ἰταλικῆς, |
[2]ευσεβης και φοβουμενος τον θεον συν παντι τω οικω αυτου ποιων ελεημοσυνας πολλας τω λαω και δεομενος του θεου δια παντος |
[2]εὐσεβὴς καὶ φοβούμενος τὸν θεὸν σὺν παντὶ τῶ οἴκῳ αὐτοῦ, ποιῶν ἐλεημοσύνας πολλὰς τῶ λαῶ καὶ δεόμενος τοῦ θεοῦ διὰ παντός, |
[3]ειδεν εν οραματι φανερως ωσει περι ωραν ενατην της ημερας αγγελον του θεου εισελθοντα προς αυτον και ειποντα αυτω κορνηλιε |
[3]εἶδεν ἐν ὁράματι φανερῶς ὡσεὶ περὶ ὥραν ἐνάτην τῆς ἡμέρας ἄγγελον τοῦ θεοῦ εἰσελθόντα πρὸς αὐτὸν καὶ εἰπόντα αὐτῶ, κορνήλιε. |
[4]ο δε ατενισας αυτω και εμφοβος γενομενος ειπεν τι εστιν κυριε ειπεν δε αυτω αι προσευχαι σου και αι ελεημοσυναι σου ανεβησαν εις μνημοσυνον εμπροσθεν του θεου |
[4]ὁ δὲ ἀτενίσας αὐτῶ καὶ ἔμφοβος γενόμενος εἶπεν, τί ἐστιν, κύριε; εἶπεν δὲ αὐτῶ, αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἔμπροσθεν τοῦ θεοῦ. |
[5]και νυν πεμψον ανδρας εις ιοππην και μεταπεμψαι σιμωνα τινα ος επικαλειται πετρος |
[5]καὶ νῦν πέμψον ἄνδρας εἰς ἰόππην καὶ μετάπεμψαι σίμωνά τινα ὃς ἐπικαλεῖται πέτρος· |
[6]ουτος ξενιζεται παρα τινι σιμωνι βυρσει ω εστιν οικια παρα θαλασσαν |
[6]οὖτος ξενίζεται παρά τινι σίμωνι βυρσεῖ, ᾧ ἐστιν οἰκία παρὰ θάλασσαν. |
[7]ως δε απηλθεν ο αγγελος ο λαλων αυτω φωνησας δυο των οικετων και στρατιωτην ευσεβη των προσκαρτερουντων αυτω |
[7]ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶν αὐτῶ, φωνήσας δύο τῶν οἰκετῶν καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῶ, |
[8]και εξηγησαμενος απαντα αυτοις απεστειλεν αυτους εις την ιοππην |
[8]καὶ ἐξηγησάμενος ἅπαντα αὐτοῖς ἀπέστειλεν αὐτοὺς εἰς τὴν ἰόππην. |
[9]τη δε επαυριον οδοιπορουντων εκεινων και τη πολει εγγιζοντων ανεβη πετρος επι το δωμα προσευξασθαι περι ωραν εκτην |
[9]τῇ δὲ ἐπαύριον ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων ἀνέβη πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι περὶ ὥραν ἕκτην. |
[10]εγενετο δε προσπεινος και ηθελεν γευσασθαι παρασκευαζοντων δε αυτων εγενετο επ αυτον εκστασις |
[10]ἐγένετο δὲ πρόσπεινος καὶ ἤθελεν γεύσασθαι· παρασκευαζόντων δὲ αὐτῶν ἐγένετο ἐπ᾽ αὐτὸν ἔκστασις, |
[11]και θεωρει τον ουρανον ανεωγμενον και καταβαινον σκευος τι ως οθονην μεγαλην τεσσαρσιν αρχαις καθιεμενον επι της γης |
[11]καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον καὶ καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιέμενον ἐπὶ τῆς γῆς, |
[12]εν ω υπηρχεν παντα τα τετραποδα και ερπετα της γης και πετεινα του ουρανου |
[12]ἐν ᾧ ὑπῆρχεν πάντα τὰ τετράποδα καὶ ἑρπετὰ τῆς γῆς καὶ πετεινὰ τοῦ οὐρανοῦ. |
[13]και εγενετο φωνη προς αυτον αναστας πετρε θυσον και φαγε |
[13]καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν, ἀναστάς, πέτρε, θῦσον καὶ φάγε. |
[14]ο δε πετρος ειπεν μηδαμως κυριε οτι ουδεποτε εφαγον παν κοινον και ακαθαρτον |
[14]ὁ δὲ πέτρος εἶπεν, μηδαμῶς, κύριε, ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν καὶ ἀκάθαρτον. |
[15]και φωνη παλιν εκ δευτερου προς αυτον α ο θεος εκαθαρισεν συ μη κοινου |
[15]καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν, ἃ ὁ θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου. |
[16]τουτο δε εγενετο επι τρις και ευθυς ανελημφθη το σκευος εις τον ουρανον |
[16]τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ εὐθὺς ἀνελήμφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν. |
[17]ως δε εν εαυτω διηπορει ο πετρος τι αν ειη το οραμα ο ειδεν ιδου οι ανδρες οι απεσταλμενοι υπο του κορνηλιου διερωτησαντες την οικιαν του σιμωνος επεστησαν επι τον πυλωνα |
[17]ὡς δὲ ἐν ἑαυτῶ διηπόρει ὁ πέτρος τί ἂν εἴη τὸ ὅραμα ὃ εἶδεν, ἰδοὺ οἱ ἄνδρες οἱ ἀπεσταλμένοι ὑπὸ τοῦ κορνηλίου διερωτήσαντες τὴν οἰκίαν τοῦ σίμωνος ἐπέστησαν ἐπὶ τὸν πυλῶνα, |
[18]και φωνησαντες επυθοντο επυνθανοντο ει σιμων ο επικαλουμενος πετρος ενθαδε ξενιζεται |
[18]καὶ φωνήσαντες ἐπυνθάνοντο εἰ σίμων ὁ ἐπικαλούμενος πέτρος ἐνθάδε ξενίζεται. |
[19]του δε πετρου διενθυμουμενου περι του οραματος ειπεν [αυτω] το πνευμα ιδου ανδρες δυο τρεις ζητουντες σε |
[19]τοῦ δὲ πέτρου διενθυμουμένου περὶ τοῦ ὁράματος εἶπεν [αὐτῶ] τὸ πνεῦμα, ἰδοὺ ἄνδρες τρεῖς ζητοῦντές σε· |
[20]αλλα αναστας καταβηθι και πορευου συν αυτοις μηδεν διακρινομενος οτι εγω απεσταλκα αυτους |
[20]ἀλλὰ ἀναστὰς κατάβηθι καὶ πορεύου σὺν αὐτοῖς μηδὲν διακρινόμενος, ὅτι ἐγὼ ἀπέσταλκα αὐτούς. |
[21]καταβας δε πετρος προς τους ανδρας ειπεν ιδου εγω ειμι ον ζητειτε τις η αιτια δι ην παρεστε |
[21]καταβὰς δὲ πέτρος πρὸς τοὺς ἄνδρας εἶπεν, ἰδοὺ ἐγώ εἰμι ὃν ζητεῖτε· τίς ἡ αἰτία δι᾽ ἣν πάρεστε; |
[22]οι δε ειπαν κορνηλιος εκατονταρχης ανηρ δικαιος και φοβουμενος τον θεον μαρτυρουμενος τε υπο ολου του εθνους των ιουδαιων εχρηματισθη υπο αγγελου αγιου μεταπεμψασθαι σε εις τον οικον αυτου και ακουσαι ρηματα παρα σου |
[22]οἱ δὲ εἶπαν, κορνήλιος ἑκατοντάρχης, ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν θεὸν μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν ἰουδαίων, ἐχρηματίσθη ὑπὸ ἀγγέλου ἁγίου μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ. |
[23]εισκαλεσαμενος ουν αυτους εξενισεν τη δε επαυριον αναστας εξηλθεν συν αυτοις και τινες των αδελφων των απο ιοππης συνηλθον αυτω |
[23]εἰσκαλεσάμενος οὗν αὐτοὺς ἐξένισεν. τῇ δὲ ἐπαύριον ἀναστὰς ἐξῆλθεν σὺν αὐτοῖς, καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ ἰόππης συνῆλθον αὐτῶ. |
[24]τη δε επαυριον εισηλθεν εις την καισαρειαν ο δε κορνηλιος ην προσδοκων αυτους συγκαλεσαμενος τους συγγενεις αυτου και τους αναγκαιους φιλους |
[24]τῇ δὲ ἐπαύριον εἰσῆλθεν εἰς τὴν καισάρειαν· ὁ δὲ κορνήλιος ἦν προσδοκῶν αὐτούς, συγκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους. |
[25]ως δε εγενετο του εισελθειν τον πετρον συναντησας αυτω ο κορνηλιος πεσων επι τους ποδας προσεκυνησεν |
[25]ὡς δὲ ἐγένετο τοῦ εἰσελθεῖν τὸν πέτρον, συναντήσας αὐτῶ ὁ κορνήλιος πεσὼν ἐπὶ τοὺς πόδας προσεκύνησεν. |
[26]ο δε πετρος ηγειρεν αυτον λεγων αναστηθι και εγω αυτος ανθρωπος ειμι |
[26]ὁ δὲ πέτρος ἤγειρεν αὐτὸν λέγων, ἀνάστηθι· καὶ ἐγὼ αὐτὸς ἄνθρωπός εἰμι. |
[27]και συνομιλων αυτω εισηλθεν και ευρισκει συνεληλυθοτας πολλους |
[27]καὶ συνομιλῶν αὐτῶ εἰσῆλθεν, καὶ εὑρίσκει συνεληλυθότας πολλούς, |
[28]εφη τε προς αυτους υμεις επιστασθε ως αθεμιτον εστιν ανδρι ιουδαιω κολλασθαι η προσερχεσθαι αλλοφυλω καμοι ο θεος εδειξεν μηδενα κοινον η ακαθαρτον λεγειν ανθρωπον |
[28]ἔφη τε πρὸς αὐτούς, ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ· κἀμοὶ ὁ θεὸς ἔδειξεν μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον· |
[29]διο και αναντιρρητως ηλθον μεταπεμφθεις πυνθανομαι ουν τινι λογω μετεπεμψασθε με |
[29]διὸ καὶ ἀναντιρρήτως ἦλθον μεταπεμφθείς. πυνθάνομαι οὗν τίνι λόγῳ μετεπέμψασθέ με; |
[30]και ο κορνηλιος εφη απο τεταρτης ημερας μεχρι ταυτης της ωρας ημην την ενατην προσευχομενος εν τω οικω μου και ιδου ανηρ εστη ενωπιον μου εν εσθητι λαμπρα |
[30]καὶ ὁ κορνήλιος ἔφη, ἀπὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας ἤμην τὴν ἐνάτην προσευχόμενος ἐν τῶ οἴκῳ μου, καὶ ἰδοὺ ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ |
[31]και φησιν κορνηλιε εισηκουσθη σου η προσευχη και αι ελεημοσυναι σου εμνησθησαν ενωπιον του θεου |
[31]καὶ φησίν, κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχὴ καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ θεοῦ. |
[32]πεμψον ουν εις ιοππην και μετακαλεσαι σιμωνα ος επικαλειται πετρος ουτος ξενιζεται εν οικια σιμωνος βυρσεως παρα θαλασσαν |
[32]πέμψον οὗν εἰς ἰόππην καὶ μετακάλεσαι σίμωνα ὃς ἐπικαλεῖται πέτρος· οὖτος ξενίζεται ἐν οἰκίᾳ σίμωνος βυρσέως παρὰ θάλασσαν. |
[33]εξαυτης ουν επεμψα προς σε συ τε καλως εποιησας παραγενομενος νυν ουν παντες ημεις ενωπιον του θεου παρεσμεν ακουσαι παντα τα προστεταγμενα σοι υπο του κυριου |
[33]ἐξαυτῆς οὗν ἔπεμψα πρὸς σέ, σύ τε καλῶς ἐποίησας παραγενόμενος. νῦν οὗν πάντες ἡμεῖς ἐνώπιον τοῦ θεοῦ πάρεσμεν ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ κυρίου. |
[34]ανοιξας δε πετρος το στομα ειπεν επ αληθειας καταλαμβανομαι οτι ουκ εστιν προσωπολημπτης ο θεος |
[34]ἀνοίξας δὲ πέτρος τὸ στόμα εἶπεν, ἐπ᾽ ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστιν προσωπολήμπτης ὁ θεός, |
[35]αλλ εν παντι εθνει ο φοβουμενος αυτον και εργαζομενος δικαιοσυνην δεκτος αυτω εστιν |
[35]ἀλλ᾽ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῶ ἐστιν. |
[36]τον λογον [ον] απεστειλεν τοις υιοις ισραηλ ευαγγελιζομενος ειρηνην δια ιησου χριστου ουτος εστιν παντων κυριος |
[36]τὸν λόγον [ὃν] ἀπέστειλεν τοῖς υἱοῖς ἰσραὴλ εὐαγγελιζόμενος εἰρήνην διὰ ἰησοῦ χριστοῦ _ οὖτός ἐστιν πάντων κύριος _ |
[37]υμεις οιδατε το γενομενον ρημα καθ ολης της ιουδαιας αρξαμενος απο της γαλιλαιας μετα το βαπτισμα ο εκηρυξεν ιωαννης |
[37]ὑμεῖς οἴδατε, τὸ γενόμενον ῥῆμα καθ᾽ ὅλης τῆς ἰουδαίας, ἀρξάμενος ἀπὸ τῆς γαλιλαίας μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν ἰωάννης, |
[38]ιησουν τον απο ναζαρεθ ως εχρισεν αυτον ο θεος πνευματι αγιω και δυναμει ος διηλθεν ευεργετων και ιωμενος παντας τους καταδυναστευομενους υπο του διαβολου οτι ο θεος ην μετ αυτου |
[38]ἰησοῦν τὸν ἀπὸ ναζαρέθ, ὡς ἔχρισεν αὐτὸν ὁ θεὸς πνεύματι ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ὁ θεὸς ἦν μετ᾽ αὐτοῦ. |
[39]και ημεις μαρτυρες παντων ων εποιησεν εν τε τη χωρα των ιουδαιων και [εν] ιερουσαλημ ον και ανειλαν κρεμασαντες επι ξυλου |
[39]καὶ ἡμεῖς μάρτυρες πάντων ὧν ἐποίησεν ἔν τε τῇ χώρᾳ τῶν ἰουδαίων καὶ [ἐν] ἰερουσαλήμ· ὃν καὶ ἀνεῖλαν κρεμάσαντες ἐπὶ ξύλου. |
[40]τουτον ο θεος ηγειρεν [εν] τη τριτη ημερα και εδωκεν αυτον εμφανη γενεσθαι |
[40]τοῦτον ὁ θεὸς ἤγειρεν [ἐν] τῇ τρίτῃ ἡμέρᾳ καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι, |
[41]ου παντι τω λαω αλλα μαρτυσιν τοις προκεχειροτονημενοις υπο του θεου ημιν οιτινες συνεφαγομεν και συνεπιομεν αυτω μετα το αναστηναι αυτον εκ νεκρων |
[41]οὐ παντὶ τῶ λαῶ ἀλλὰ μάρτυσιν τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ θεοῦ, ἡμῖν, οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῶ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν· |
[42]και παρηγγειλεν ημιν κηρυξαι τω λαω και διαμαρτυρασθαι οτι ουτος εστιν ο ωρισμενος υπο του θεου κριτης ζωντων και νεκρων |
[42]καὶ παρήγγειλεν ἡμῖν κηρύξαι τῶ λαῶ καὶ διαμαρτύρασθαι ὅτι οὖτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν. |
[43]τουτω παντες οι προφηται μαρτυρουσιν αφεσιν αμαρτιων λαβειν δια του ονοματος αυτου παντα τον πιστευοντα εις αυτον |
[43]τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν. |
[44]ετι λαλουντος του πετρου τα ρηματα ταυτα επεπεσεν το πνευμα το αγιον επι παντας τους ακουοντας τον λογον |
[44]ἔτι λαλοῦντος τοῦ πέτρου τὰ ῥήματα ταῦτα ἐπέπεσεν τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον. |
[45]και εξεστησαν οι εκ περιτομης πιστοι οι οσοι συνηλθαν τω πετρω οτι και επι τα εθνη η δωρεα του πνευματος του αγιου αγιου πνευματος εκκεχυται |
[45]καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοὶ ὅσοι συνῆλθαν τῶ πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ ἁγίου πνεύματος ἐκκέχυται· |
[46]ηκουον γαρ αυτων λαλουντων γλωσσαις και μεγαλυνοντων τον θεον τοτε απεκριθη πετρος |
[46]ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις καὶ μεγαλυνόντων τὸν θεόν. τότε ἀπεκρίθη πέτρος, |
[47]μητι το υδωρ δυναται κωλυσαι τις του μη βαπτισθηναι τουτους οιτινες το πνευμα το αγιον ελαβον ως και ημεις |
[47]μήτι τὸ ὕδωρ δύναται κωλῦσαί τις τοῦ μὴ βαπτισθῆναι τούτους οἵτινες τὸ πνεῦμα τὸ ἅγιον ἔλαβον ὡς καὶ ἡμεῖς; |
[48]προσεταξεν δε αυτους εν τω ονοματι ιησου χριστου βαπτισθηναι τοτε ηρωτησαν αυτον επιμειναι ημερας τινας |
[48]προσέταξεν δὲ αὐτοὺς ἐν τῶ ὀνόματι ἰησοῦ χριστοῦ βαπτισθῆναι. τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς. |