«
SBL Greek NT (2010)
SBL
The Bishops' Bible (1568)
Bishop
[1]Κατήντησεν δὲ ⸀καὶ εἰς Δέρβην καὶ ⸀εἰς Λύστραν. καὶ ἰδοὺ μαθητής τις ἦν ἐκεῖ ὀνόματι Τιμόθεος, υἱὸς ⸀γυναικὸς Ἰουδαίας πιστῆς, πατρὸς δὲ Ἕλληνος, [1]Then came he to Derbe and to Lystra: And beholde, a certayne disciple was there, named Timotheus, a womans sonne which was a Iewesse, and beleued: but his father was a Greke
[2]ὃς ἐμαρτυρεῖτο ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν· [2]Of whom the brethren that were at Lystra and Iconium, reported well
[3]τοῦτον ἠθέλησεν ὁ Παῦλος σὺν αὐτῷ ἐξελθεῖν, καὶ λαβὼν περιέτεμεν αὐτὸν διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις, ᾔδεισαν γὰρ ἅπαντες ⸂ὅτι Ἕλλην ὁ πατὴρ αὐτοῦ⸃ ὑπῆρχεν. [3]Paul woulde that he should go foorth with hym, and toke & circumcised hym, because of the Iewes, which were in those quarters: for they knewe all, that his father was a Greke
[4]ὡς δὲ διεπορεύοντο τὰς πόλεις, ⸀παρεδίδοσαν αὐτοῖς φυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπὸ τῶν ἀποστόλων ⸀καὶ πρεσβυτέρων τῶν ἐν ⸀Ἱεροσολύμοις. [4]And as they went through the cities, they delyuered them the decrees for to kepe, that were ordayned of ye Apostles and elders, which were at Hierusalem
[5]αἱ μὲν οὖν ἐκκλησίαι ἐστερεοῦντο τῇ πίστει καὶ ἐπερίσσευον τῷ ἀριθμῷ καθʼ ἡμέραν. [5]And so were the Churches stablisshed in the fayth, and encreased in number dayly
[6]⸀Διῆλθον δὲ τὴν Φρυγίαν ⸀καὶ Γαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ, [6]Nowe when they had gone throughout Phrygia, and the region of Galatia, and were forbidden of the holy ghost to preache the worde in Asia
[7]ἐλθόντες ⸀δὲ κατὰ τὴν Μυσίαν ἐπείραζον ⸀εἰς τὴν Βιθυνίαν ⸀πορευθῆναι καὶ οὐκ εἴασεν αὐτοὺς τὸ πνεῦμα ⸀Ἰησοῦ· [7]They commyng to Mysia, sought to go into Bithynia: but the spirite suffred them not
[8]παρελθόντες δὲ τὴν Μυσίαν κατέβησαν εἰς Τρῳάδα. [8]And they passyng through Mysia, came downe to Troada
[9]καὶ ὅραμα ⸀διὰ νυκτὸς ⸂τῷ Παύλῳ ὤφθη⸃, ἀνὴρ ⸂Μακεδών τις ἦν⸃ ἑστὼς ⸀καὶ παρακαλῶν αὐτὸν καὶ λέγων· Διαβὰς εἰς Μακεδονίαν βοήθησον ἡμῖν. [9]And a vision appeared to Paul in the nyght: There stoode a man of Macedonia, and prayed hym, saying: Come into Macedonia, and helpe vs
[10]ὡς δὲ τὸ ὅραμα εἶδεν, εὐθέως ἐζητήσαμεν ἐξελθεῖν ⸀εἰς Μακεδονίαν, συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς ὁ ⸀θεὸς εὐαγγελίσασθαι αὐτούς. [10]And after he had seene ye visio, immediatly we prepared to go into Macedonia, beyng certified that ye Lorde had called vs, for to preache the Gospel vnto them
[11]Ἀναχθέντες ⸀οὖν ⸀ἀπὸ Τρῳάδος εὐθυδρομήσαμεν εἰς Σαμοθρᾴκην, τῇ ⸀δὲ ἐπιούσῃ εἰς ⸂Νέαν Πόλιν⸃, [11]When we loosed foorth then from Troada, we came with a strayght course to Samothracia, and the next day to Neapolis
[12]⸀κἀκεῖθεν εἰς Φιλίππους, ἥτις ἐστὶν ⸂πρώτη τῆς μερίδος⸃ Μακεδονίας πόλις, κολωνία. ἦμεν δὲ ἐν ⸀ταύτῃ τῇ πόλει διατρίβοντες ἡμέρας τινάς. [12]And from thence, to Philippos, which is the chiefe citie in the partes of Macedonia, and a free citie: And we were in that citie abydyng certayne dayes
[13]τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς ⸀πύλης παρὰ ποταμὸν οὗ ⸂ἐνομίζομεν προσευχὴν⸃ εἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξίν. [13]And on the day of the Sabbothes, we went out of the citie, besydes a ryuer, where prayer was wont to be made: And we sate downe, and spake vnto the women which resorted thyther
[14]καί τις γυνὴ ὀνόματι Λυδία, πορφυρόπωλις πόλεως Θυατείρων σεβομένη τὸν θεόν, ἤκουεν, ἧς ὁ κύριος διήνοιξεν τὴν καρδίαν προσέχειν τοῖς λαλουμένοις ὑπὸ ⸀τοῦ Παύλου. [14]And a certayne woman, named Lydia, a seller of purple, of the citie of the Thyatirians, which worshipped God, gaue vs audience: Whose hearte the Lorde opened, that she attended vnto the thynges which Paul spake
[15]ὡς δὲ ἐβαπτίσθη καὶ ὁ οἶκος αὐτῆς, παρεκάλεσεν λέγουσα· Εἰ κεκρίκατέ με πιστὴν τῷ κυρίῳ εἶναι, εἰσελθόντες εἰς τὸν οἶκόν μου ⸀μένετε· καὶ παρεβιάσατο ἡμᾶς. [15]And when she was baptized, and her householde, she besought vs, saying: Yf ye haue iudged me to be faythfull to the Lorde, come into my house, and abyde there. And she constrayned vs
[16]Ἐγένετο δὲ πορευομένων ἡμῶν εἰς ⸀τὴν προσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνεῦμα ⸀πύθωνα ⸀ὑπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχεν τοῖς κυρίοις αὐτῆς μαντευομένη· [16]And it came to passe, as we went to prayer, a certayne damsell, possessed with a spirite of southsaying met vs: which brought her maisters much vantage with southsaying
[17]αὕτη ⸀κατακολουθοῦσα τῷ Παύλῳ καὶ ἡμῖν ἔκραζεν λέγουσα· Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν ⸀ὑμῖν ὁδὸν σωτηρίας. [17]The same folowed Paul and vs, and cryed, saying: These men are the seruauntes of the most hye God, which shewe vnto vs the way of saluation
[18]τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. διαπονηθεὶς ⸀δὲ Παῦλος καὶ ἐπιστρέψας τῷ πνεύματι εἶπεν· Παραγγέλλω σοι ⸀ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ ἐξελθεῖν ἀπʼ αὐτῆς· καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ. [18]And this dyd she many dayes. But Paul not content, turned about, & sayde to the spirite, I commaunde thee in the name of Iesu Christe, that thou come out of her. And he came out the same houre
[19]Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σιλᾶν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας, [19]And when her maisters sawe that the hope of their gaynes was gone, they caught Paul & Silas, and drewe them into the market place, vnto the rulers
[20]καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς εἶπαν· Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν Ἰουδαῖοι ὑπάρχοντες, [20]And brought them to the officers, saying: These men trouble our citie, being Iewes
[21]καὶ καταγγέλλουσιν ἔθη ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν Ῥωμαίοις οὖσιν. [21]And preache ordinaunces, which are not lawfull for vs to receaue, neither to obserue, seeyng we are Romanes
[22]καὶ συνεπέστη ὁ ὄχλος κατʼ αὐτῶν, καὶ οἱ στρατηγοὶ περιρήξαντες αὐτῶν τὰ ἱμάτια ἐκέλευον ῥαβδίζειν, [22]And the people ran agaynst them, and the officers rent their clothes, and commaunded them to be beaten with roddes
[23]πολλάς ⸀τε ἐπιθέντες αὐτοῖς πληγὰς ἔβαλον εἰς φυλακήν, παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς· [23]And when they had beaten them sore, they cast them into pryson, commaundyng the iayler of the pryson to kepe them diligently
[24]ὃς παραγγελίαν τοιαύτην ⸀λαβὼν ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν καὶ τοὺς πόδας ⸂ἠσφαλίσατο αὐτῶν⸃ εἰς τὸ ξύλον. [24]Which when he had receaued such commaundement, thrust them into the inner pryson, and made their feete fast in the stockes
[25]Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σιλᾶς προσευχόμενοι ὕμνουν τὸν θεόν, ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι· [25]And at mydnyght Paul and Silas prayed, and lauded God. And the prysoners hearde them
[26]ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου, ἠνεῴχθησαν ⸀δὲ παραχρῆμα αἱ θύραι πᾶσαι, καὶ πάντων τὰ δεσμὰ ἀνέθη. [26]And sodenly there was a great earthquake, so that the foundation of the pryson was shaken, and immediatly all the doores opened, and euery mans bandes were loosed
[27]ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς σπασάμενος ⸀τὴν μάχαιραν ἤμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους. [27]When the keper of the pryson waked out of his sleepe, and sawe the pryson doores open, he drewe out his sworde and woulde haue kylled hym selfe, supposyng that the prysoners had ben fled
[28]ἐφώνησεν δὲ ⸂φωνῇ μεγάλῃ ὁ Παῦλος⸃ λέγων· Μηδὲν πράξῃς σεαυτῷ κακόν, ἅπαντες γάρ ἐσμεν ἐνθάδε. [28]But Paul cryed with a loude voyce, saying: Do thy selfe no harme, for we are all here
[29]αἰτήσας δὲ φῶτα εἰσεπήδησεν καὶ ἔντρομος γενόμενος προσέπεσεν τῷ Παύλῳ καὶ ⸀τῷ Σιλᾷ, [29]Then he called for a lyght, and sprang in, and came tremblyng, and fell downe before Paul and Silas
[30]καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη· Κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ; [30]And brought them out, & sayde: Syrs, what must I do to be saued
[31]οἱ δὲ εἶπαν· Πίστευσον ἐπὶ τὸν κύριον ⸀Ἰησοῦν, καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου. [31]And they sayde: beleue on the Lorde Iesus Christe, and thou shalt be saued, and thy householde
[32]καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ ⸀κυρίου ⸀σὺν πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ. [32]And they spake vnto hym the worde of the Lorde, and to all that were in his house
[33]καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ ⸀πάντες παραχρῆμα, [33]And he toke them the same houre of the nyght, and wasshed their woundes, and was baptized hym selfe, & all they of his householde strayghtway
[34]ἀναγαγών τε αὐτοὺς εἰς τὸν ⸀οἶκον παρέθηκεν τράπεζαν καὶ ⸀ἠγαλλιάσατο πανοικεὶ πεπιστευκὼς τῷ θεῷ. [34]And when he had brought them into his house, he set meat before them, and ioyed that he with all his householde beleued on God
[35]Ἡμέρας δὲ γενομένης ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους λέγοντες· Ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους. [35]And when it was day, the officers sent the sergeauntes, saying: Let those men go
[36]ἀπήγγειλεν δὲ ὁ δεσμοφύλαξ τοὺς λόγους ⸀τούτους πρὸς τὸν Παῦλον, ὅτι Ἀπέσταλκαν οἱ στρατηγοὶ ἵνα ἀπολυθῆτε· νῦν οὖν ἐξελθόντες πορεύεσθε ἐν εἰρήνῃ. [36]And the keper of the pryson tolde this saying to Paul, the officers haue sent worde to loose you. Nowe therfore, get you hence, and go in peace
[37]ὁ δὲ Παῦλος ἔφη πρὸς αὐτούς· Δείραντες ἡμᾶς δημοσίᾳ ἀκατακρίτους, ἀνθρώπους Ῥωμαίους ὑπάρχοντας, ἔβαλαν εἰς φυλακήν· καὶ νῦν λάθρᾳ ἡμᾶς ἐκβάλλουσιν; οὐ γάρ, ἀλλὰ ἐλθόντες αὐτοὶ ⸀ἡμᾶς ἐξαγαγέτωσαν. [37]Then sayde Paul vnto them: They haue beaten vs openly vncondempned, beyng Romanes, and haue cast vs into pryson: and nowe woulde they thrust vs out priuily? Nay veryly, but let them come them selues, and fet vs out
[38]⸀ἀπήγγειλαν δὲ τοῖς στρατηγοῖς οἱ ῥαβδοῦχοι τὰ ῥήματα ταῦτα· ⸂ἐφοβήθησαν δὲ⸃ ἀκούσαντες ὅτι Ῥωμαῖοί εἰσιν, [38]And the sergeaunts tolde these wordes vnto the officers, and they feared when they hearde that they were Romanes
[39]καὶ ἐλθόντες παρεκάλεσαν αὐτούς, καὶ ἐξαγαγόντες ἠρώτων ⸂ἀπελθεῖν ἀπὸ⸃ τῆς πόλεως. [39]And they came and besought them, and brought them out, and desired the to depart out of the citie
[40]ἐξελθόντες δὲ ⸀ἀπὸ τῆς φυλακῆς εἰσῆλθον πρὸς τὴν Λυδίαν, καὶ ἰδόντες ⸂παρεκάλεσαν τοὺς ἀδελφοὺς⸃ καὶ ἐξῆλθαν. [40]And they went out of the pryson, and entred into the [house] of Lydia, & when they had seene the brethren, they comforted them, and departed
Author: Michael W. Holmes (2010)
Source: www.sblgnt.com

See information...
Source: studybible.org
Top