|
[1]διοδεύσαντες δὲ τὴν ἀμφίπολιν καὶ τὴν ἀπολλωνίαν ἦλθον εἰς θεσσαλονίκην, ὅπου ἦν συναγωγὴ τῶν ἰουδαίων. |
[No book] |
[2]κατὰ δὲ τὸ εἰωθὸς τῶ παύλῳ εἰσῆλθεν πρὸς αὐτοὺς καὶ ἐπὶ σάββατα τρία διελέξατο αὐτοῖς ἀπὸ τῶν γραφῶν, |
[No book] |
[3]διανοίγων καὶ παρατιθέμενος ὅτι τὸν χριστὸν ἔδει παθεῖν καὶ ἀναστῆναι ἐκ νεκρῶν, καὶ ὅτι οὖτός ἐστιν ὁ χριστός, [ὁ] ἰησοῦς, ὃν ἐγὼ καταγγέλλω ὑμῖν. |
[No book] |
[4]καί τινες ἐξ αὐτῶν ἐπείσθησαν καὶ προσεκληρώθησαν τῶ παύλῳ καὶ τῶ σιλᾷ, τῶν τε σεβομένων ἑλλήνων πλῆθος πολὺ γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι. |
[No book] |
[5]ζηλώσαντες δὲ οἱ ἰουδαῖοι καὶ προσλαβόμενοι τῶν ἀγοραίων ἄνδρας τινὰς πονηροὺς καὶ ὀχλοποιήσαντες ἐθορύβουν τὴν πόλιν, καὶ ἐπιστάντες τῇ οἰκίᾳ ἰάσονος ἐζήτουν αὐτοὺς προαγαγεῖν εἰς τὸν δῆμον. |
[No book] |
[6]μὴ εὑρόντες δὲ αὐτοὺς ἔσυρον ἰάσονα καί τινας ἀδελφοὺς ἐπὶ τοὺς πολιτάρχας, βοῶντες ὅτι οἱ τὴν οἰκουμένην ἀναστατώσαντες οὖτοι καὶ ἐνθάδε πάρεισιν, |
[No book] |
[7]οὓς ὑποδέδεκται ἰάσων· καὶ οὖτοι πάντες ἀπέναντι τῶν δογμάτων καίσαρος πράσσουσι, βασιλέα ἕτερον λέγοντες εἶναι ἰησοῦν. |
[No book] |
[8]ἐτάραξαν δὲ τὸν ὄχλον καὶ τοὺς πολιτάρχας ἀκούοντας ταῦτα, |
[No book] |
[9]καὶ λαβόντες τὸ ἱκανὸν παρὰ τοῦ ἰάσονος καὶ τῶν λοιπῶν ἀπέλυσαν αὐτούς. |
[No book] |
[10]οἱ δὲ ἀδελφοὶ εὐθέως διὰ νυκτὸς ἐξέπεμψαν τόν τε παῦλον καὶ τὸν σιλᾶν εἰς βέροιαν, οἵτινες παραγενόμενοι εἰς τὴν συναγωγὴν τῶν ἰουδαίων ἀπῄεσαν. |
[No book] |
[11]οὖτοι δὲ ἦσαν εὐγενέστεροι τῶν ἐν θεσσαλονίκῃ, οἵτινες ἐδέξαντο τὸν λόγον μετὰ πάσης προθυμίας, καθ᾽ ἡμέραν ἀνακρίνοντες τὰς γραφὰς εἰ ἔχοι ταῦτα οὕτως. |
[No book] |
[12]πολλοὶ μὲν οὗν ἐξ αὐτῶν ἐπίστευσαν, καὶ τῶν ἑλληνίδων γυναικῶν τῶν εὐσχημόνων καὶ ἀνδρῶν οὐκ ὀλίγοι. |
[No book] |
[13]ὡς δὲ ἔγνωσαν οἱ ἀπὸ τῆς θεσσαλονίκης ἰουδαῖοι ὅτι καὶ ἐν τῇ βεροίᾳ κατηγγέλη ὑπὸ τοῦ παύλου ὁ λόγος τοῦ θεοῦ, ἦλθον κἀκεῖ σαλεύοντες καὶ ταράσσοντες τοὺς ὄχλους. |
[No book] |
[14]εὐθέως δὲ τότε τὸν παῦλον ἐξαπέστειλαν οἱ ἀδελφοὶ πορεύεσθαι ἕως ἐπὶ τὴν θάλασσαν· ὑπέμεινάν τε ὅ τε σιλᾶς καὶ ὁ τιμόθεος ἐκεῖ. |
[No book] |
[15]οἱ δὲ καθιστάνοντες τὸν παῦλον ἤγαγον ἕως ἀθηνῶν, καὶ λαβόντες ἐντολὴν πρὸς τὸν σιλᾶν καὶ τὸν τιμόθεον ἵνα ὡς τάχιστα ἔλθωσιν πρὸς αὐτὸν ἐξῄεσαν. |
[No book] |
[16]ἐν δὲ ταῖς ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ παύλου, παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῶ θεωροῦντος κατείδωλον οὗσαν τὴν πόλιν. |
[No book] |
[17]διελέγετο μὲν οὗν ἐν τῇ συναγωγῇ τοῖς ἰουδαίοις καὶ τοῖς σεβομένοις καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχάνοντας. |
[No book] |
[18]τινὲς δὲ καὶ τῶν ἐπικουρείων καὶ στοϊκῶν φιλοσόφων συνέβαλλον αὐτῶ, καί τινες ἔλεγον, τί ἂν θέλοι ὁ σπερμολόγος οὖτος λέγειν; οἱ δέ, ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶναι· ὅτι τὸν ἰησοῦν καὶ τὴν ἀνάστασιν εὐηγγελίζετο. |
[No book] |
[19]ἐπιλαβόμενοί τε αὐτοῦ ἐπὶ τὸν ἄρειον πάγον ἤγαγον, λέγοντες, δυνάμεθα γνῶναι τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουμένη διδαχή; |
[No book] |
[20]ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν· βουλόμεθα οὗν γνῶναι τίνα θέλει ταῦτα εἶναι. |
[No book] |
[21]ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι εἰς οὐδὲν ἕτερον ηὐκαίρουν ἢ λέγειν τι ἢ ἀκούειν τι καινότερον. |
[No book] |
[22]σταθεὶς δὲ [ὁ] παῦλος ἐν μέσῳ τοῦ ἀρείου πάγου ἔφη, ἄνδρες ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ· |
[No book] |
[23]διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν εὖρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο, ἀγνώστῳ θεῶ. ὃ οὗν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτο ἐγὼ καταγγέλλω ὑμῖν. |
[No book] |
[24]ὁ θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῶ, οὖτος οὐρανοῦ καὶ γῆς ὑπάρχων κύριος οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ |
[No book] |
[25]οὐδὲ ὑπὸ χειρῶν ἀνθρωπίνων θεραπεύεται προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν καὶ τὰ πάντα· |
[No book] |
[26]ἐποίησέν τε ἐξ ἑνὸς πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶ παντὸς προσώπου τῆς γῆς, ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν, |
[No book] |
[27]ζητεῖν τὸν θεὸν εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν, καί γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα. |
[No book] |
[28]ἐν αὐτῶ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν, ὡς καί τινες τῶν καθ᾽ ὑμᾶς ποιητῶν εἰρήκασιν, τοῦ γὰρ καὶ γένος ἐσμέν. |
[No book] |
[29]γένος οὗν ὑπάρχοντες τοῦ θεοῦ οὐκ ὀφείλομεν νομίζειν χρυσῶ ἢ ἀργύρῳ ἢ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου, τὸ θεῖον εἶναι ὅμοιον. |
[No book] |
[30]τοὺς μὲν οὗν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ θεὸς τὰ νῦν παραγγέλλει τοῖς ἀνθρώποις πάντας πανταχοῦ μετανοεῖν, |
[No book] |
[31]καθότι ἔστησεν ἡμέραν ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ ἐν ἀνδρὶ ᾧ ὥρισεν, πίστιν παρασχὼν πᾶσιν ἀναστήσας αὐτὸν ἐκ νεκρῶν. |
[No book] |
[32]ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν οἱ μὲν ἐχλεύαζον, οἱ δὲ εἶπαν, ἀκουσόμεθά σου περὶ τούτου καὶ πάλιν. |
[No book] |
[33]οὕτως ὁ παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶν. |
[No book] |
[34]τινὲς δὲ ἄνδρες κολληθέντες αὐτῶ ἐπίστευσαν, ἐν οἷς καὶ διονύσιος ὁ ἀρεοπαγίτης καὶ γυνὴ ὀνόματι δάμαρις καὶ ἕτεροι σὺν αὐτοῖς. |
[No book] |