|
[1]After these thynges, Paul departed fro Athens, & came to Corinth |
[1]Μετὰ ταῦτα χωρισθεὶς ἐκ τῶν Ἀθηνῶν ἦλθεν εἰς Κόρινθον, |
[2]And found a certaine Iewe, named Aquila, borne in Ponthus, lately come fro Italie with his wyfe Priscilla (because that Claudius had commaunded all Iewes to depart from Rome) and he came vnto them |
[2]καὶ εὑρών τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας, καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ, διὰ τὸ διατεταχέναι Κλαύδιον χωρίζεσθαι πάντας τοὺς Ἰουδαίους ἀπὸ τῆς Ῥώμης, προσῆλθεν αὐτοῖς· |
[3]And because he was of the same craft, he abode with them, and wrought (for their craft was to make tentes |
[3]καὶ διὰ τὸ ὁμότεχνον εἶναι ἔμενεν παρ̕ αὐτοῖς καὶ ἠργάζετο· (ἦσαν γὰρ σκηνοποιοὶ τῇ τέχνῃ)· |
[4]And he disputed in the synagogue euery Sabboth, and exhorted the Iewes and the Grekes |
[4]διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, ἔπειθέν τε Ἰουδαίους καὶ Ἕλληνας. |
[5]And when Silas and Timotheus were come fro Macedonia, Paul was constrayned by the spirite to testifie to the Iewes that Iesus was Christe |
[5]ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας ὅ τε Σίλας καὶ ὁ Τιμόθεος, συνείχετο τῷ λόγῳ ὁ Παῦλος, διαμαρτυρόμενος τοῖς Ιουδαίοις εἶναι τὸν χριστὸν Ἰησοῦν. |
[6]And when they sayde contrary, and blasphemed, he shoke his rayment, & said vnto them: Your blood be vpon your owne heades. From hencefoorth wyll I go blamelesse vnto the gentiles |
[6]ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων, ἐκτιναξάμενος τὰ ἱμάτια εἶπεν πρὸς αὐτούς, Τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν· καθαρὸς ἐγὼ ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι |
[7]And he departed thence, and entred into a certaine mans house, named Iustus, a worshipper of God, whose house ioyned harde to the synagogue |
[7]καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς οἰκίαν τινὸς ὀνόματι [Τιτίου] Ἰούστου σεβομένου τὸν θεόν, οὗ ἡ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ. |
[8]And one Crispus the chiefe ruler of the synagogue beleued on the Lorde, with all his housholde: and many of the Corinthians hearyng, beleued, and were baptized |
[8]Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος ἐπίστευσεν τῷ κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο. |
[9]Then spake the Lorde to Paul in the nyght by a vision: Be not afrayde, but speake, and holde not thy peace |
[9]εἶπεν δὲ ὁ κύριος ἐν νυκτὶ δι̕ ὁράματος τῷ Παύλῳ, Μὴ φοβοῦ, ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς, |
[10]For I am with thee, and no man shal inuade thee to hurt thee. For I haue much people in this citie |
[10]διότι ἐγώ εἰμι μετὰ σοῦ, καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε· διότι λαός ἐστίν μοι πολὺς ἐν τῇ πόλει ταύτῃ· |
[11]And he continued there a yere and sixe monethes, and taught the word of God among them |
[11]Ἐκάθισεν δὲ ἐνιαυτὸν καὶ μῆνας ἓξ διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ θεοῦ. |
[12]And when Gallio was the deputie of Achaia, the Iewes made insurrection with one accord against Paul, & brought hym to the iudgement seate |
[12]Γαλλίωνος δὲ ἀνθυπάτου ὄντος τῆς Ἀχαΐας κατεπέστησαν ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι τῷ Παύλῳ, καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα, |
[13]Saying: This felow counselleth men to worship God contrary to the lawe |
[13]λέγοντες ὅτι Παρὰ τὸν νόμον ἀναπείθει οὗτος τοὺς ἀνθρώπους σέβεσθαι τὸν θεόν. |
[14]And when Paul nowe was about to open his mouth, Gallio sayde vnto the Iewes: Yf it were a matter of wrong, or an euyll deede, O ye Iewes, reason woulde that I shoulde beare with you |
[14]Μέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόμα, εἶπεν ὁ Γαλλίων πρὸς τοὺς Ἰουδαίους, Εἰ μὲν ἦν ἀδίκημά τι ἢ ῥαδιούργημα πονηρόν, ὦ Ἰουδαῖοι, κατὰ λόγον ἂν ἀνεσχόμην ὑμῶν· |
[15]But yf it be a question of wordes and names, or of your lawe, loke ye to it your selues: for I wyll be no iudge of such matters |
[15]εἰ δὲ ζητήματά ἐστιν περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθ̕ ὑμᾶς, ὄψεσθε αὐτοί· κριτὴς ἐγὼ τούτων οὐ βούλομαι εἶναι. |
[16]And he draue them fro the iudgement seate |
[16]καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος. |
[17]Then all the Grekes toke Softenes the chiefe ruler of ye synagogue, & smote hym before the iudgement seate: And Gallio cared for none of those thinges |
[17]ἐπιλαβόμενοι δὲ πάντες Σωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον ἔμπροσθεν τοῦ βήματος· καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ἔμελεν. |
[18]And Paul after this, taried there yet a good whyle, and then toke his leaue of the brethren, & sayled thence into Syria, (Aquila & Priscilla accompanying him) And he shore his head in Cenchrea, for he had a vowe |
[18]Ὁ δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανάς, τοῖς ἀδελφοῖς ἀποταξάμενος ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, κειράμενος ἐν Κεγχρεαῖς τὴν κεφαλήν· εἶχεν γὰρ εὐχήν. |
[19]And he came to Ephesus, and left the there, but he hym selfe entred into the synagogue, & reasoned with ye Iewes |
[19]κατήντησαν δὲ εἰς Ἔφεσον· κἀκείνους κατέλιπεν αὐτοῦ, αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν διελέξατο τοῖς Ἰουδαίοις, |
[20]When they desired him to tary longer tyme with them, he consented not |
[20]ἐρωτώντων δὲ αὐτῶν ἐπὶ πλείονα χρόνον μεῖναι, οὐκ ἐπένευσεν, |
[21]But bade them farewell, saying, I must needes at this feast that commeth be in Hierusalem: but I wyll returne agayne vnto you yf God wyll. And he sayled from Ephesus |
[21]ἀλλὰ ἀποταξάμενος καὶ εἰπών, Πάλιν ἀνακάμψω πρὸς ὑμᾶς τοῦ θεοῦ θέλοντος, ἀνήχθη ἀπὸ τῆς Ἐφέσου· |
[22]And whe he was come vnto Cesarea, and ascended vp & saluted the Churche, he went to Antioche |
[22]καὶ κατελθὼν εἰς Καισάρειαν, ἀναβὰς καὶ ἀσπασάμενος τὴν ἐκκλησίαν, κατέβη εἰς Ἀντιόχειαν· |
[23]And whe he had taried there a while, he departed, and went ouer al the countrey of Galatia and Phrygia by order, strengthyng all the disciples |
[23]καὶ ποιήσας χρόνον τινὰ ἐξῆλθεν, διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν, στηρίζων πάντας τοὺς μαθητάς. |
[24]And a certaine Iewe, named Apollos, borne at Alexandria, came to Ephesus, an eloquent man, and myghtie in the scriptures |
[24]Ἰουδαῖος δέ τις Ἀπολλὼς ὀνόματι, Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς γραφαῖς. |
[25]The same was infourmed in the way of the Lorde, and spake feruently in the spirite, & taught diligently the thynges of the Lorde, and knewe but the baptisme of Iohn only |
[25]οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ κυρίου, καὶ ζέων τῷ πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ Ἰησοῦ, ἐπιστάμενος μόνον τὸ βάπτισμα Ἰωάνου· |
[26]And the same began to speake boldly in the synagogue. Whom when Aquila and Priscilla had hearde, they toke him vnto them, and expounded vnto him the way of God more perfectly |
[26]οὗτός τε ἤρξατο παῤῥησιάζεσθαι ἐν τῇ συναγωγῇ. ἀκούσαντες δὲ αὐτοῦ Πρίσκιλλα καὶ Ἀκύλας προσελάβοντο αὐτόν, καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν ὁδὸν τοῦ θεοῦ. |
[27]And when he was disposed to go into Achaia, the brethre wrote, exhorting the disciples to receaue hym: Which when he was come, helped them much which had beleued through grace |
[27]βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαΐαν, προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν· ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσιν διὰ τῆς χάριτος· |
[28]For he ouercame the Iewes myghtilye, and that openly, shewyng by the scriptures, that Iesus was Christe |
[28]εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ ἐπιδεικνὺς διὰ τῶν γραφῶν, εἶναι τὸν χριστὸν Ἰησοῦν. |