«
Patriarchal Greek NT (1904)
Patr
The Bishops' Bible (1568)
Bishop
[1]Μετὰ δὲ ταῦτα χωρισθεὶς ὁ Παῦλος ἐκ τῶν ᾿Αθηνῶν ἦλθεν εἰς Κόρινθον· [1]After these thynges, Paul departed fro Athens, & came to Corinth
[2]καὶ εὑρών τινα ᾿Ιουδαῖον ὀνόματι ᾿Ακύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς ᾿Ιταλίας, καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ, διὰ τὸ διατεταχέναι Κλαύδιον χωρίζεσθαι πάντας τοὺς ᾿Ιουδαίους ἀπὸ τῆς ῾Ρώμης, προσῆλθεν αὐτοῖς, [2]And found a certaine Iewe, named Aquila, borne in Ponthus, lately come fro Italie with his wyfe Priscilla (because that Claudius had commaunded all Iewes to depart from Rome) and he came vnto them
[3]καὶ διὰ τὸ ὁμότεχνον εἶναι ἔμεινε παρ᾿ αὐτοῖς καὶ εἰργάζετο· ἦσαν γὰρ σκηνοποιοὶ τῇ τέχνῃ. [3]And because he was of the same craft, he abode with them, and wrought (for their craft was to make tentes
[4]διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, ἔπειθέ τε ᾿Ιουδαίους καὶ ῞Ελληνας. [4]And he disputed in the synagogue euery Sabboth, and exhorted the Iewes and the Grekes
[5]῾Ως δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας ὅ τε Σίλας καὶ ὁ Τιμόθεος, συνείχετο τῷ πνεύματι ὁ Παῦλος διαμαρτυρόμενος τοῖς ᾿Ιουδαίοις τὸν Χριστὸν ᾿Ιησοῦν. [5]And when Silas and Timotheus were come fro Macedonia, Paul was constrayned by the spirite to testifie to the Iewes that Iesus was Christe
[6]ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων ἐκτιναξάμενος τὰ ἱμάτια εἶπε πρὸς αὐτούς· τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν· καθαρὸς ἐγώ· ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι. [6]And when they sayde contrary, and blasphemed, he shoke his rayment, & said vnto them: Your blood be vpon your owne heades. From hencefoorth wyll I go blamelesse vnto the gentiles
[7]καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς οἰκίαν τινὸς ὀνόματι ᾿Ιούστου, σεβομένου τὸν Θεόν, οὗ ἡ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ. [7]And he departed thence, and entred into a certaine mans house, named Iustus, a worshipper of God, whose house ioyned harde to the synagogue
[8]Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος ἐπίστευσε τῷ Κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο. [8]And one Crispus the chiefe ruler of the synagogue beleued on the Lorde, with all his housholde: and many of the Corinthians hearyng, beleued, and were baptized
[9]Εἶπε δὲ ὁ Κύριος δι᾿ ὁράματος ἐν νυκτὶ τῷ Παύλῳ· μὴ φοβοῦ, ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς, [9]Then spake the Lorde to Paul in the nyght by a vision: Be not afrayde, but speake, and holde not thy peace
[10]διότι ἐγώ εἰμι μετὰ σοῦ, καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε, διότι λαὸς ἐστί μοι πολὺς ἐν τῇ πόλει ταύτῃ. [10]For I am with thee, and no man shal inuade thee to hurt thee. For I haue much people in this citie
[11]ἐκάθισέ τε ἐνιαυτὸν καὶ μῆνας ἓξ διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ Θεοῦ. [11]And he continued there a yere and sixe monethes, and taught the word of God among them
[12]Γαλλίωνος δὲ ἀνθυπατεύοντος τῆς ᾿Αχαΐας κατεπέστησαν ὁμοθυμαδὸν οἱ ᾿Ιουδαῖοι τῷ Παύλῳ καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα, [12]And when Gallio was the deputie of Achaia, the Iewes made insurrection with one accord against Paul, & brought hym to the iudgement seate
[13]λέγοντες ὅτι παρὰ τὸν νόμον οὗτος ἀναπείθει τοὺς ἀνθρώπους σέβεσθαι τὸν Θεόν. [13]Saying: This felow counselleth men to worship God contrary to the lawe
[14]μέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόμα εἶπεν ὁ Γαλλίων πρὸς τοὺς ᾿Ιουδαίους· εἰ μὲν οὖν ἦν ἀδίκημά τι ἢ ῥᾳδιούργημα πονηρόν, ὦ ᾿Ιουδαῖοι, κατὰ λόγον ἂν ἠνεσχόμην ὑμῶν· [14]And when Paul nowe was about to open his mouth, Gallio sayde vnto the Iewes: Yf it were a matter of wrong, or an euyll deede, O ye Iewes, reason woulde that I shoulde beare with you
[15]εἰ δὲ ζήτημά ἐστι περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθ᾿ ὑμᾶς, ὄψεσθε αὐτοί· κριτὴς γὰρ ἐγὼ τούτων οὐ βούλομαι εἶναι. [15]But yf it be a question of wordes and names, or of your lawe, loke ye to it your selues: for I wyll be no iudge of such matters
[16]καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος. [16]And he draue them fro the iudgement seate
[17]ἐπιλαβόμενοι δὲ πάντες οἱ ῞Ελληνες Σωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον ἔμπροσθεν τοῦ βήματος· καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ἔμελεν. [17]Then all the Grekes toke Softenes the chiefe ruler of ye synagogue, & smote hym before the iudgement seate: And Gallio cared for none of those thinges
[18]῾Ο δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανάς, τοῖς ἀδελφοῖς ἀποταξάμενος ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ ᾿Ακύλας, κειράμενος τὴν κεφαλὴν ἐν Κεγχρεαῖς· εἶχε γὰρ εὐχήν. [18]And Paul after this, taried there yet a good whyle, and then toke his leaue of the brethren, & sayled thence into Syria, (Aquila & Priscilla accompanying him) And he shore his head in Cenchrea, for he had a vowe
[19]κατήντησε δὲ εἰς ῎Εφεσον, κἀκείνους κατέλιπεν αὐτοῦ, αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν διελέχθη τοῖς ᾿Ιουδαίοις. [19]And he came to Ephesus, and left the there, but he hym selfe entred into the synagogue, & reasoned with ye Iewes
[20]ἐρωτώντων δὲ αὐτῶν ἐπὶ πλείονα χρόνον μεῖναι παρ᾿ αὐτοῖς οὐκ ἐπένευσεν, [20]When they desired him to tary longer tyme with them, he consented not
[21]ἀλλ᾿ ἀπετάξατο αὐτοῖς εἰπών· δεῖ με πάντως τὴν ἑορτὴν τὴν ἐρχομένην ποιῆσαι εἰς ῾Ιεροσόλυμα, πάλιν δὲ ἀνακάμψω πρὸς ὑμᾶς τοῦ Θεοῦ θέλοντος. καὶ ἀνήχθη ἀπὸ τῆς ᾿Εφέσου, [21]But bade them farewell, saying, I must needes at this feast that commeth be in Hierusalem: but I wyll returne agayne vnto you yf God wyll. And he sayled from Ephesus
[22]καὶ κατελθὼν εἰς Καισάρειαν, ἀναβὰς καὶ ἀσπασάμενος τὴν ἐκκλησίαν κατέβη εἰς ᾿Αντιόχειαν, [22]And whe he was come vnto Cesarea, and ascended vp & saluted the Churche, he went to Antioche
[23]καὶ ποιήσας χρόνον τινὰ ἐξῆλθε διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν, ἐπιστηρίζων πάντας τοὺς μαθητάς. [23]And whe he had taried there a while, he departed, and went ouer al the countrey of Galatia and Phrygia by order, strengthyng all the disciples
[24]᾿Ιουδαῖος δέ τις ᾿Απολλὼς ὀνόματι, ᾿Αλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς ῎Εφεσον, δυνατὸς ὢν ἐν ταῖς γραφαῖς. [24]And a certaine Iewe, named Apollos, borne at Alexandria, came to Ephesus, an eloquent man, and myghtie in the scriptures
[25]οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ Κυρίου, καὶ ζέων τῷ πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ Κυρίου, ἐπιστάμενος μόνον τὸ βάπτισμα ᾿Ιωάννου· [25]The same was infourmed in the way of the Lorde, and spake feruently in the spirite, & taught diligently the thynges of the Lorde, and knewe but the baptisme of Iohn only
[26]οὗτός τε ἤρξατο παρρησιάζεσθαι ἐν τῇ συναγωγῇ. ἀκούσαντες δὲ αὐτοῦ ᾿Ακύλας καὶ Πρίσκιλλα προσελάβοντο αὐτὸν καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν ὁδὸν τοῦ Θεοῦ. [26]And the same began to speake boldly in the synagogue. Whom when Aquila and Priscilla had hearde, they toke him vnto them, and expounded vnto him the way of God more perfectly
[27]βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν ᾿Αχαΐαν προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν· ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσι διὰ τῆς χάριτος. [27]And when he was disposed to go into Achaia, the brethre wrote, exhorting the disciples to receaue hym: Which when he was come, helped them much which had beleued through grace
[28]εὐτόνως γὰρ τοῖς ᾿Ιουδαίοις διακατηλέγχετο δημοσίᾳ ἐπιδεικνὺς διὰ τῶν γραφῶν εἶναι τὸν Χριστὸν ᾿Ιησοῦν. [28]For he ouercame the Iewes myghtilye, and that openly, shewyng by the scriptures, that Iesus was Christe
Author: Ecumenical Patriarchate of Constantinople
Source: www.hagiascriptura.com
Source: studybible.org
Top