«
Patriarchal Greek NT (1904)
Patr
The Gospel of Peter
GspPet
[1]Μετὰ δὲ ταῦτα χωρισθεὶς ὁ Παῦλος ἐκ τῶν ᾿Αθηνῶν ἦλθεν εἰς Κόρινθον· [No book]
[2]καὶ εὑρών τινα ᾿Ιουδαῖον ὀνόματι ᾿Ακύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς ᾿Ιταλίας, καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ, διὰ τὸ διατεταχέναι Κλαύδιον χωρίζεσθαι πάντας τοὺς ᾿Ιουδαίους ἀπὸ τῆς ῾Ρώμης, προσῆλθεν αὐτοῖς, [No book]
[3]καὶ διὰ τὸ ὁμότεχνον εἶναι ἔμεινε παρ᾿ αὐτοῖς καὶ εἰργάζετο· ἦσαν γὰρ σκηνοποιοὶ τῇ τέχνῃ. [No book]
[4]διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, ἔπειθέ τε ᾿Ιουδαίους καὶ ῞Ελληνας. [No book]
[5]῾Ως δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας ὅ τε Σίλας καὶ ὁ Τιμόθεος, συνείχετο τῷ πνεύματι ὁ Παῦλος διαμαρτυρόμενος τοῖς ᾿Ιουδαίοις τὸν Χριστὸν ᾿Ιησοῦν. [No book]
[6]ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων ἐκτιναξάμενος τὰ ἱμάτια εἶπε πρὸς αὐτούς· τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν· καθαρὸς ἐγώ· ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι. [No book]
[7]καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς οἰκίαν τινὸς ὀνόματι ᾿Ιούστου, σεβομένου τὸν Θεόν, οὗ ἡ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ. [No book]
[8]Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος ἐπίστευσε τῷ Κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο. [No book]
[9]Εἶπε δὲ ὁ Κύριος δι᾿ ὁράματος ἐν νυκτὶ τῷ Παύλῳ· μὴ φοβοῦ, ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς, [No book]
[10]διότι ἐγώ εἰμι μετὰ σοῦ, καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε, διότι λαὸς ἐστί μοι πολὺς ἐν τῇ πόλει ταύτῃ. [No book]
[11]ἐκάθισέ τε ἐνιαυτὸν καὶ μῆνας ἓξ διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ Θεοῦ. [No book]
[12]Γαλλίωνος δὲ ἀνθυπατεύοντος τῆς ᾿Αχαΐας κατεπέστησαν ὁμοθυμαδὸν οἱ ᾿Ιουδαῖοι τῷ Παύλῳ καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα, [No book]
[13]λέγοντες ὅτι παρὰ τὸν νόμον οὗτος ἀναπείθει τοὺς ἀνθρώπους σέβεσθαι τὸν Θεόν. [No book]
[14]μέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόμα εἶπεν ὁ Γαλλίων πρὸς τοὺς ᾿Ιουδαίους· εἰ μὲν οὖν ἦν ἀδίκημά τι ἢ ῥᾳδιούργημα πονηρόν, ὦ ᾿Ιουδαῖοι, κατὰ λόγον ἂν ἠνεσχόμην ὑμῶν· [No book]
[15]εἰ δὲ ζήτημά ἐστι περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθ᾿ ὑμᾶς, ὄψεσθε αὐτοί· κριτὴς γὰρ ἐγὼ τούτων οὐ βούλομαι εἶναι. [No book]
[16]καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος. [No book]
[17]ἐπιλαβόμενοι δὲ πάντες οἱ ῞Ελληνες Σωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον ἔμπροσθεν τοῦ βήματος· καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ἔμελεν. [No book]
[18]῾Ο δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανάς, τοῖς ἀδελφοῖς ἀποταξάμενος ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ ᾿Ακύλας, κειράμενος τὴν κεφαλὴν ἐν Κεγχρεαῖς· εἶχε γὰρ εὐχήν. [No book]
[19]κατήντησε δὲ εἰς ῎Εφεσον, κἀκείνους κατέλιπεν αὐτοῦ, αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν διελέχθη τοῖς ᾿Ιουδαίοις. [No book]
[20]ἐρωτώντων δὲ αὐτῶν ἐπὶ πλείονα χρόνον μεῖναι παρ᾿ αὐτοῖς οὐκ ἐπένευσεν, [No book]
[21]ἀλλ᾿ ἀπετάξατο αὐτοῖς εἰπών· δεῖ με πάντως τὴν ἑορτὴν τὴν ἐρχομένην ποιῆσαι εἰς ῾Ιεροσόλυμα, πάλιν δὲ ἀνακάμψω πρὸς ὑμᾶς τοῦ Θεοῦ θέλοντος. καὶ ἀνήχθη ἀπὸ τῆς ᾿Εφέσου, [No book]
[22]καὶ κατελθὼν εἰς Καισάρειαν, ἀναβὰς καὶ ἀσπασάμενος τὴν ἐκκλησίαν κατέβη εἰς ᾿Αντιόχειαν, [No book]
[23]καὶ ποιήσας χρόνον τινὰ ἐξῆλθε διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν, ἐπιστηρίζων πάντας τοὺς μαθητάς. [No book]
[24]᾿Ιουδαῖος δέ τις ᾿Απολλὼς ὀνόματι, ᾿Αλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς ῎Εφεσον, δυνατὸς ὢν ἐν ταῖς γραφαῖς. [No book]
[25]οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ Κυρίου, καὶ ζέων τῷ πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ Κυρίου, ἐπιστάμενος μόνον τὸ βάπτισμα ᾿Ιωάννου· [No book]
[26]οὗτός τε ἤρξατο παρρησιάζεσθαι ἐν τῇ συναγωγῇ. ἀκούσαντες δὲ αὐτοῦ ᾿Ακύλας καὶ Πρίσκιλλα προσελάβοντο αὐτὸν καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν ὁδὸν τοῦ Θεοῦ. [No book]
[27]βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν ᾿Αχαΐαν προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν· ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσι διὰ τῆς χάριτος. [No book]
[28]εὐτόνως γὰρ τοῖς ᾿Ιουδαίοις διακατηλέγχετο δημοσίᾳ ἐπιδεικνὺς διὰ τῶν γραφῶν εἶναι τὸν Χριστὸν ᾿Ιησοῦν. [No book]
Author: Ecumenical Patriarchate of Constantinople
Source: www.hagiascriptura.com
Translation: M. R. James (1924)
Source: www.earlychristianwritings.com
Top