|
[1]⸀Μετὰ ταῦτα ⸀χωρισθεὶς ἐκ τῶν Ἀθηνῶν ἦλθεν εἰς Κόρινθον. |
[1]After these things, Paul departed from Athens, and came to Corinthus, |
[2]καὶ εὑρών τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ διὰ τὸ ⸀διατεταχέναι Κλαύδιον χωρίζεσθαι πάντας τοὺς Ἰουδαίους ⸀ἀπὸ τῆς Ῥώμης, προσῆλθεν αὐτοῖς, |
[2]And found a certain Jew, named Aquila, born in Pontus, lately come from Italy, and his wife Priscilla (because that Claudius had commanded all Jews to depart from Rome) and he came unto them. |
[3]καὶ διὰ τὸ ὁμότεχνον εἶναι ἔμενεν παρʼ αὐτοῖς καὶ ⸀ἠργάζετο, ἦσαν γὰρ σκηνοποιοὶ ⸂τῇ τέχνῃ⸃. |
[3]And because he was of the same craft, he abode with them and wrought (for their craft was to make tents.) |
[4]διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, ἔπειθέν τε Ἰουδαίους καὶ Ἕλληνας. |
[4]And he disputed in the Synagogue every Sabbath day, and exhorted the Jews, and the Grecians. |
[5]Ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας ὅ τε Σιλᾶς καὶ ὁ Τιμόθεος, συνείχετο τῷ ⸀λόγῳ ὁ Παῦλος, διαμαρτυρόμενος τοῖς Ἰουδαίοις ⸀εἶναι τὸν χριστὸν Ἰησοῦν. |
[5]Now when Silas and Timotheus were come from Macedonia, Paul, burned in spirit, testifying to the Jews that Jesus was the Christ. |
[6]ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων ἐκτιναξάμενος τὰ ἱμάτια εἶπεν πρὸς αὐτούς· Τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν· καθαρὸς ἐγώ· ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι. |
[6]And when they resisted and blasphemed, he shook his raiment, and said unto them, Your blood be upon your own head: I am clean: from henceforth will I go unto the Gentiles. |
[7]καὶ μεταβὰς ἐκεῖθεν ⸀εἰσῆλθεν εἰς οἰκίαν τινὸς ὀνόματι ⸀Τιτίου Ἰούστου σεβομένου τὸν θεόν, οὗ ἡ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ. |
[7]So he departed thence, and entered into a certain man's house, named Justus, a worshipper of God, whose house joined hard to the Synagogue, |
[8]Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος ἐπίστευσεν τῷ κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο. |
[8]And Crispus the chief ruler of the Synagogue, believed in the Lord with all his household: and many of the Corinthians hearing it, believed and were baptized. |
[9]εἶπεν δὲ ὁ κύριος ⸂ἐν νυκτὶ διʼ ὁράματος⸃ τῷ Παύλῳ· Μὴ φοβοῦ, ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς, |
[9]Then said the Lord to Paul in the night by a vision, Fear not, but speak, and hold not thy peace. |
[10]διότι ἐγώ εἰμι μετὰ σοῦ καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε, διότι λαός ἐστί μοι πολὺς ἐν τῇ πόλει ταύτῃ. |
[10]For I am with thee, and no man shall lay hands on thee to hurt thee: for I have much people in this city. |
[11]ἐκάθισεν ⸀δὲ ἐνιαυτὸν καὶ μῆνας ἓξ διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ θεοῦ. |
[11]So he continued there a year and six months, and taught the word of God among them. |
[12]Γαλλίωνος δὲ ⸂ἀνθυπάτου ὄντος⸃ τῆς Ἀχαΐας κατεπέστησαν ⸂ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι⸃ τῷ Παύλῳ καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα, |
[12] Now when Gallio was Deputy of Achaia, the Jews arose with one accord against Paul, and brought him to the judgment seat, |
[13]λέγοντες ὅτι Παρὰ τὸν νόμον ⸂ἀναπείθει οὗτος⸃ τοὺς ἀνθρώπους σέβεσθαι τὸν θεόν. |
[13]Saying, This fellow persuadeth men to worship God contrary to the Law. |
[14]μέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόμα εἶπεν ὁ Γαλλίων πρὸς τοὺς Ἰουδαίους· Εἰ ⸀μὲν ἦν ἀδίκημά τι ἢ ῥᾳδιούργημα πονηρόν, ὦ Ἰουδαῖοι, κατὰ λόγον ἂν ἀνεσχόμην ὑμῶν· |
[14]And as Paul was about to open his mouth, Gallio said unto the Jews, If it were a matter of wrong, or an evil deed, O ye Jews, I would according to reason maintain you. |
[15]εἰ δὲ ⸀ζητήματά ἐστιν περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθʼ ὑμᾶς, ὄψεσθε αὐτοί· ⸀κριτὴς ἐγὼ τούτων οὐ βούλομαι εἶναι. |
[15]But if it be a question of words, and names, and of your Law, look ye to it yourselves: for I will be no judge of those things. |
[16]καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος. |
[16]And he drove them from the judgment seat. |
[17]ἐπιλαβόμενοι δὲ ⸀πάντες Σωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον ἔμπροσθεν τοῦ βήματος· καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ⸀ἔμελεν. |
[17]Then took all the Grecians Sosthenes the chief ruler of the Synagogue, and beat him before the judgment seat: but Gallio cared nothing for those things. |
[18]Ὁ δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανὰς τοῖς ἀδελφοῖς ἀποταξάμενος ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, κειράμενος ⸂ἐν Κεγχρεαῖς τὴν κεφαλήν⸃, εἶχεν γὰρ εὐχήν. |
[18]But when Paul had tarried there yet a good while, he took leave of the brethren, and sailed into Syria (and with him Priscilla and Aquila) after that he had shorn his head in Cenchrea: for he had a vow. |
[19]⸀κατήντησαν δὲ εἰς Ἔφεσον, κἀκείνους κατέλιπεν αὐτοῦ, αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν ⸀διελέξατο τοῖς Ἰουδαίοις. |
[19]Then he came to Ephesus, and left them there: but he entered into the Synagogue and disputed with the Jews. |
[20]ἐρωτώντων δὲ αὐτῶν ἐπὶ πλείονα χρόνον ⸀μεῖναι οὐκ ἐπένευσεν, |
[20]Who desired him to tarry a longer time with them: but he would not consent, |
[21]⸂ἀλλὰ ἀποταξάμενος καὶ⸃ ⸀εἰπών· ⸀Πάλιν ἀνακάμψω πρὸς ὑμᾶς τοῦ θεοῦ θέλοντος ἀνήχθη ἀπὸ τῆς Ἐφέσου, |
[21]But bade them farewell, saying, I must needs keep this feast that cometh, in Jerusalem: but I will return again unto you, if God will. So he sailed from Ephesus. |
[22]καὶ κατελθὼν εἰς Καισάρειαν, ἀναβὰς καὶ ἀσπασάμενος τὴν ἐκκλησίαν, κατέβη εἰς Ἀντιόχειαν, |
[22] And when he came down to Cesarea, he went up to Jerusalem: and when he had saluted the Church, he went down unto Antiochia. |
[23]καὶ ποιήσας χρόνον τινὰ ἐξῆλθεν, διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν, ⸀στηρίζων πάντας τοὺς μαθητάς. |
[23]Now when he had tarried there a while, he departed, and went through the country of Galatia and Phrygia by order, strengthening all the disciples. |
[24]Ἰουδαῖος δέ τις Ἀπολλῶς ὀνόματι, Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς γραφαῖς. |
[24]And a certain Jew named Apollos, born at Alexandria, came to Ephesus, an eloquent man, and mighty in the Scriptures. |
[25]οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ κυρίου, καὶ ζέων τῷ πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ ⸀Ἰησοῦ, ἐπιστάμενος μόνον τὸ βάπτισμα Ἰωάννου. |
[25]The same was instructed in the way of the Lord, and he spake fervently in the Spirit, and taught diligently the things of the Lord, and knew but the baptism of John only. |
[26]οὗτός τε ἤρξατο παρρησιάζεσθαι ἐν τῇ συναγωγῇ· ἀκούσαντες δὲ αὐτοῦ ⸂Πρίσκιλλα καὶ Ἀκύλας⸃ προσελάβοντο αὐτὸν καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν ⸂ὁδὸν τοῦ θεοῦ⸃. |
[26]And he began to speak boldly in the Synagogue. Whom when Aquila and Priscilla had heard, they took him unto them, and expounded unto him the way of God more perfectly. |
[27]βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαΐαν προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν· ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσιν διὰ τῆς χάριτος· |
[27]And when he was minded to go into Achaia, the brethren exhorting him, wrote to the disciples to receive him: and after he was come thither, he holp them much which had believed through grace. |
[28]εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ ἐπιδεικνὺς διὰ τῶν γραφῶν εἶναι τὸν χριστὸν Ἰησοῦν. |
[28]For mightily he confuted publicly the Jews with great vehemence, showing by the Scriptures, that Jesus was the Christ. |