«
Wycliffe's English Translation (1388)
Wyc
SBL Greek NT (2010)
SBL
[1]And it bifelle, whanne Apollo was at Corinthi, that Poul whanne he hadde go the hiyer coostis, he cam to Efesie, and foond summe of disciplis. [1]Ἐγένετο δὲ ἐν τῷ τὸν Ἀπολλῶ εἶναι ἐν Κορίνθῳ Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ⸀ἐλθεῖν εἰς Ἔφεσον καὶ ⸀εὑρεῖν τινας μαθητάς,
[2]And he seide to hem, Whethir ye that bileuen han resseyued the Hooli Goost? And thei seiden to hym, But nether `han we herd, if the Hooli Goost is. [2]εἶπέν ⸀τε πρὸς αὐτούς· Εἰ πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; οἱ ⸀δὲ πρὸς αὐτόν· Ἀλλʼ οὐδʼ εἰ πνεῦμα ἅγιον ἔστιν ἠκούσαμεν.
[3]And he seide, Therfor in what thing ben ye baptisid? And thei seiden, In the baptym of Joon. [3]εἶπέν ⸀τε· Εἰς τί οὖν ἐβαπτίσθητε; οἱ δὲ εἶπαν· Εἰς τὸ Ἰωάννου βάπτισμα.
[4]And Poul seide, Joon baptiside the puple in baptym of penaunce, and tauyte, that thei schulden bileue in hym that was to comynge `after hym, that is, in Jhesu. [4]εἶπεν δὲ Παῦλος· ⸀Ἰωάννης ἐβάπτισεν βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετʼ αὐτὸν ἵνα πιστεύσωσιν, τοῦτʼ ἔστιν εἰς ⸀τὸν Ἰησοῦν.
[5]Whanne thei herden these thingis, thei weren baptisid in the name of the Lord Jhesu. [5]ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ·
[6]And whanne Poul hadde leid on hem his hoondis, the Hooli Goost cam in hem, and thei spaken with langagis, and profecieden. [6]καὶ ἐπιθέντος αὐτοῖς τοῦ ⸀Παύλου χεῖρας ἦλθε τὸ πνεῦμα τὸ ἅγιον ἐπʼ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ ἐπροφήτευον.
[7]And alle weren almest twelue men. [7]ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ ⸀δώδεκα.
[8]And he yede in to the synagoge, and spak with trist thre monethis, disputinge and tretinge of the kingdom of God. [8]Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο ἐπὶ μῆνας τρεῖς διαλεγόμενος καὶ ⸀πείθων περὶ τῆς βασιλείας τοῦ θεοῦ.
[9]But whanne summe weren hardid, and bileueden not, and cursiden the weie of the Lord bifor the multitude, he yede awei fro hem, and departide the disciplis, and disputide in the scole of a myyti man eche dai. [9]ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν κακολογοῦντες τὴν ὁδὸν ἐνώπιον τοῦ πλήθους, ἀποστὰς ἀπʼ αὐτῶν ἀφώρισεν τοὺς μαθητάς, καθʼ ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ ⸀Τυράννου.
[10]This was doon bi twei yeeris, so that alle that dwelliden in Asie herden the word of the Lord, Jewis and hethene men. [10]τοῦτο δὲ ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας τοὺς κατοικοῦντας τὴν Ἀσίαν ἀκοῦσαι τὸν λόγον τοῦ ⸀κυρίου, Ἰουδαίους τε καὶ Ἕλληνας.
[11]And God dide vertues not smale bi the hoond of Poul, [11]Δυνάμεις τε οὐ τὰς τυχούσας ⸂ὁ θεὸς ἐποίει⸃ διὰ τῶν χειρῶν Παύλου,
[12]so that on sijk men the sudaries weren borun fro his bodye, and sijknessis departiden fro hem, and wickid spiritis wenten out. [12]ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ⸀ἀποφέρεσθαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια ἢ σιμικίνθια καὶ ἀπαλλάσσεσθαι ἀπʼ αὐτῶν τὰς νόσους, τά τε πνεύματα τὰ πονηρὰ ⸀ἐκπορεύεσθαι.
[13]But also summe of the Jewis exorsisists yeden aboute, and assaieden to clepe the name of the Lord Jhesu Crist on hem that hadden yuele spiritis, and seiden, Y coniure you bi Jhesu, whom Poul prechith. [13]ἐπεχείρησαν δέ τινες ⸀καὶ τῶν περιερχομένων Ἰουδαίων ἐξορκιστῶν ὀνομάζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνεύματα τὰ πονηρὰ τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ λέγοντες· ⸀Ὁρκίζω ὑμᾶς τὸν Ἰησοῦν ⸀ὃν Παῦλος κηρύσσει.
[14]And ther weren seuene sones of a Jewe, Steuen, a prince of preestis, that diden this thing. [14]ἦσαν δέ ⸀τινος Σκευᾶ Ἰουδαίου ἀρχιερέως ἑπτὰ ⸀υἱοὶ τοῦτο ποιοῦντες.
[15]But the yuel spirit answeride, and seide to hem, Y knowe Jhesu, and Y knowe Poul; but who ben ye? [15]ἀποκριθὲν δὲ τὸ πνεῦμα τὸ πονηρὸν εἶπεν ⸀αὐτοῖς· ⸀Τὸν Ἰησοῦν γινώσκω καὶ τὸν Παῦλον ἐπίσταμαι, ὑμεῖς δὲ τίνες ἐστέ;
[16]And the man in which was the worste deuel, lippide on hem, and hadde victorie of bothe, and was stronge ayens hem, that thei nakid and woundid fledden awei fro that hous. [16]καὶ ⸀ἐφαλόμενος ⸂ὁ ἄνθρωπος ἐπʼ αὐτοὺς⸃ ἐν ᾧ ἦν τὸ πνεῦμα τὸ πονηρὸν ⸂κατακυριεύσας ἀμφοτέρων⸃ ἴσχυσεν κατʼ αὐτῶν, ὥστε γυμνοὺς καὶ τετραυματισμένους ἐκφυγεῖν ἐκ τοῦ οἴκου ἐκείνου.
[17]And this thing was maad knowun to alle the Jewis and to hethene men, that dwelliden at Effesie; and drede felle doun on hem alle, and thei magnyfieden the name of the Lord Jhesu. [17]τοῦτο δὲ ἐγένετο γνωστὸν πᾶσιν Ἰουδαίοις τε καὶ Ἕλλησιν τοῖς κατοικοῦσιν τὴν Ἔφεσον, καὶ ⸀ἐπέπεσεν φόβος ἐπὶ πάντας αὐτούς, καὶ ἐμεγαλύνετο τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ.
[18]And many men bileueden, and camen, knowlechinge and tellynge her dedis. [18]πολλοί τε τῶν πεπιστευκότων ἤρχοντο ἐξομολογούμενοι καὶ ἀναγγέλλοντες τὰς πράξεις αὐτῶν.
[19]And manye of them that sueden curiouse thingis, brouyten togidere bookis, and brenneden hem bifor alle men; and whanne the prices of tho weren acountid, thei founden monei of fifti thousynd pens; [19]ἱκανοὶ δὲ τῶν τὰ περίεργα πραξάντων συνενέγκαντες τὰς βίβλους κατέκαιον ἐνώπιον πάντων· καὶ συνεψήφισαν τὰς τιμὰς αὐτῶν καὶ εὗρον ἀργυρίου μυριάδας πέντε.
[20]so strongli the word of God wexide, and was confermyd. [20]οὕτως κατὰ κράτος ⸂τοῦ κυρίου ὁ λόγος⸃ ηὔξανεν καὶ ἴσχυεν.
[21]And whanne these thingis weren fillid, Poul purposide in spirit, aftir that Macedony was passid and Acaie, to go to Jerusalem, and seide, For aftir that Y schal be there, it bihoueth me `to se also Rome. [21]Ὡς δὲ ἐπληρώθη ταῦτα, ἔθετο ὁ Παῦλος ἐν τῷ πνεύματι διελθὼν τὴν Μακεδονίαν καὶ Ἀχαΐαν πορεύεσθαι εἰς ⸀Ἱεροσόλυμα, εἰπὼν ὅτι Μετὰ τὸ γενέσθαι με ἐκεῖ δεῖ με καὶ Ῥώμην ἰδεῖν.
[22]And he sente in to Macedonye twey men, that mynystriden to hym, Tymothe, and Eraste, and he dwellide for a tyme in Asie. [22]ἀποστείλας δὲ εἰς τὴν Μακεδονίαν δύο τῶν διακονούντων αὐτῷ, Τιμόθεον καὶ Ἔραστον, αὐτὸς ἐπέσχεν χρόνον εἰς τὴν Ἀσίαν.
[23]And a greet troubling was maad in that dai, of the weie of the Lord. [23]Ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον τάραχος οὐκ ὀλίγος περὶ τῆς ὁδοῦ.
[24]For a man, Demetrie bi name, a worcher in siluer, makide siluer housis to Diane, and yaf to crafti men myche wynnyng; [24]Δημήτριος γάρ τις ὀνόματι, ἀργυροκόπος, ποιῶν ναοὺς ἀργυροῦς Ἀρτέμιδος παρείχετο τοῖς τεχνίταις ⸂οὐκ ὀλίγην ἐργασίαν⸃,
[25]which he clepide togidere `hem that weren suche maner werkmen, and seide, Men, ye witen that of this craft wynnyng is to vs; [25]οὓς συναθροίσας καὶ τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας εἶπεν· Ἄνδρες, ἐπίστασθε ὅτι ἐκ ταύτης τῆς ἐργασίας ἡ εὐπορία ⸀ἡμῖν ἐστιν,
[26]and ye seen and heren, that this Poul counseilith and turneth awei myche puple, not oonli of Effesie, but almest of al Asie, and seith, that thei ben not goddis, that ben maad with hoondis. [26]καὶ θεωρεῖτε καὶ ἀκούετε ὅτι οὐ μόνον Ἐφέσου ἀλλὰ σχεδὸν πάσης τῆς Ἀσίας ὁ Παῦλος οὗτος πείσας μετέστησεν ἱκανὸν ὄχλον, λέγων ὅτι οὐκ εἰσὶν θεοὶ οἱ διὰ χειρῶν γινόμενοι.
[27]And not oonli this part schal be in perel to vs, to come in to repreef, but also the temple of the greet Dian schal be acountid in to nouyt; yhe, and the maieste of hir schal bigynne to be destried, whom al Asie and the world worschipith. [27]οὐ μόνον δὲ τοῦτο κινδυνεύει ἡμῖν τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν, ἀλλὰ καὶ τὸ τῆς μεγάλης θεᾶς ⸂Ἀρτέμιδος ἱερὸν⸃ εἰς οὐθὲν λογισθῆναι, μέλλειν ⸀τε καὶ καθαιρεῖσθαι ⸂τῆς μεγαλειότητος⸃ αὐτῆς, ἣν ὅλη ἡ Ἀσία καὶ ἡ οἰκουμένη σέβεται.
[28]Whanne these thingis weren herd, thei weren fillid with ire, and crieden, and seiden, Greet is the Dian of Effesians. [28]Ἀκούσαντες δὲ καὶ γενόμενοι πλήρεις θυμοῦ ἔκραζον λέγοντες· Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων.
[29]And the citee was fillid with confusioun, and thei maden an asaut with oon wille in to the teaatre, and tooken Gayus and Aristark, men of Macedonye, felawis of Poul. [29]καὶ ἐπλήσθη ἡ ⸀πόλις τῆς συγχύσεως, ὥρμησάν τε ὁμοθυμαδὸν εἰς τὸ θέατρον συναρπάσαντες Γάϊον καὶ Ἀρίσταρχον Μακεδόνας, συνεκδήμους Παύλου.
[30]And whanne Poul would haue entrid in to the peple, the disciplis suffriden not. [30]⸂Παύλου δὲ⸃ βουλομένου εἰσελθεῖν εἰς τὸν δῆμον οὐκ εἴων αὐτὸν οἱ μαθηταί·
[31]And also summe of the princis of Asie, that weren hise freendis, senten to him. and preieden, that he schulde not yyue hym silf in to the teatre. [31]τινὲς δὲ καὶ τῶν Ἀσιαρχῶν, ὄντες αὐτῷ φίλοι, πέμψαντες πρὸς αὐτὸν παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον.
[32]And othere men crieden othir thing; for the chirche was confusid, and many wisten not for what cause thei weren come togidere. [32]ἄλλοι μὲν οὖν ἄλλο τι ἔκραζον, ἦν γὰρ ἡ ἐκκλησία συγκεχυμένη, καὶ οἱ πλείους οὐκ ᾔδεισαν τίνος ἕνεκα συνεληλύθεισαν.
[33]But of the puple thei drowen awei oon Alisaundre, while Jewis puttiden hym forth. And Alisaundre axide with his hoond silence, and wolde yelde a resoun to the puple. [33]ἐκ δὲ τοῦ ὄχλου ⸀συνεβίβασαν Ἀλέξανδρον προβαλόντων αὐτὸν τῶν Ἰουδαίων, ὁ δὲ Ἀλέξανδρος κατασείσας τὴν χεῖρα ἤθελεν ἀπολογεῖσθαι τῷ δήμῳ.
[34]And as thei knewen that he was a Jew, o vois of alle men was maad, criynge as bi tweyn ouris, Greet Dian of Effesians. [34]ἐπιγνόντες δὲ ὅτι Ἰουδαῖός ἐστιν φωνὴ ἐγένετο μία ἐκ πάντων ⸀ὡς ἐπὶ ὥρας δύο κραζόντων· Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων.
[35]And whanne the scribe hadde ceessid the puple, he seide, Men of Effesie, what man is he, that knowith not, that the citee of Effesians is the worschipere of greet Dian, and of the child of Jubiter? [35]καταστείλας δὲ ⸂ὁ γραμματεὺς τὸν ὄχλον⸃ φησίν· Ἄνδρες Ἐφέσιοι, τίς γάρ ἐστιν ⸀ἀνθρώπων ὃς οὐ γινώσκει τὴν Ἐφεσίων πόλιν νεωκόρον οὖσαν τῆς ⸀μεγάλης Ἀρτέμιδος καὶ τοῦ διοπετοῦς;
[36]Therfor whanne it may not be ayenseid to these thingis, it behoueth you to be ceessid, and to do no thing folili; [36]ἀναντιρρήτων οὖν ὄντων τούτων δέον ἐστὶν ὑμᾶς κατεσταλμένους ὑπάρχειν καὶ μηδὲν προπετὲς πράσσειν.
[37]for ye han brouyt these men, nethir sacrilegeris, nethir blasfemynge youre goddesse. [37]ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους οὔτε ἱεροσύλους οὔτε βλασφημοῦντας τὴν θεὸν ⸀ἡμῶν.
[38]That if Demetrie, and the werk men that ben with hym, han cause ayens ony man, there ben courtis, and domes, and iugis; accusen thei eche other. [38]εἰ μὲν οὖν Δημήτριος καὶ οἱ σὺν αὐτῷ τεχνῖται ἔχουσιν πρός τινα λόγον, ἀγοραῖοι ἄγονται καὶ ἀνθύπατοί εἰσιν, ἐγκαλείτωσαν ἀλλήλοις.
[39]If ye seken ouyt of ony othir thing, it may be assoylid in the lawful chirche. [39]εἰ δέ τι ⸀περαιτέρω ἐπιζητεῖτε, ἐν τῇ ἐννόμῳ ἐκκλησίᾳ ἐπιλυθήσεται.
[40]For whi we ben in perel to be repreuyd of this daies dissencioun, sithen no man is gilti, of whom we moun yelde resoun of this rennyng togidre. [40]καὶ γὰρ κινδυνεύομεν ἐγκαλεῖσθαι στάσεως περὶ τῆς σήμερον μηδενὸς αἰτίου ὑπάρχοντος περὶ οὗ οὐ δυνησόμεθα ⸀ἀποδοῦναι λόγον ⸀περὶ τῆς συστροφῆς ταύτης. καὶ ταῦτα εἰπὼν ἀπέλυσεν τὴν ἐκκλησίαν.
[41]whanne he hadde seid this thing, he lete the puple go. 41[No verse]
Author: John Wycliffe (1328 – 1384)
Author: Michael W. Holmes (2010)
Source: www.sblgnt.com

See information...
Top