|
[1]καὶ ἐν τῶ συμπληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς ἦσαν πάντες ὁμοῦ ἐπὶ τὸ αὐτό. |
[1]και εν τω συμπληρουσθαι την ημεραν της πεντηκοστης ησαν παντες ομου επι το αυτο |
[2]καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὖ ἦσαν καθήμενοι· |
[2]και εγενετο αφνω εκ του ουρανου ηχος ωσπερ φερομενης πνοης βιαιας και επληρωσεν ολον τον οικον ου ησαν καθημενοι |
[3]καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, καὶ ἐκάθισεν ἐφ᾽ ἕνα ἕκαστον αὐτῶν, |
[3]και ωφθησαν αυτοις διαμεριζομεναι γλωσσαι ωσει πυρος και εκαθισεν εφ ενα εκαστον αυτων |
[4]καὶ ἐπλήσθησαν πάντες πνεύματος ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς. |
[4]και επλησθησαν παντες πνευματος αγιου και ηρξαντο λαλειν ετεραις γλωσσαις καθως το πνευμα εδιδου αποφθεγγεσθαι αυτοις |
[5]ἦσαν δὲ εἰς ἰερουσαλὴμ κατοικοῦντες ἰουδαῖοι, ἄνδρες εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν· |
[5]ησαν δε εν εις ιερουσαλημ κατοικουντες ιουδαιοι ανδρες ευλαβεις απο παντος εθνους των υπο τον ουρανον |
[6]γενομένης δὲ τῆς φωνῆς ταύτης συνῆλθεν τὸ πλῆθος καὶ συνεχύθη, ὅτι ἤκουον εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν. |
[6]γενομενης δε της φωνης ταυτης συνηλθεν το πληθος και συνεχυθη οτι ηκουσεν ηκουον εις εκαστος τη ιδια διαλεκτω λαλουντων αυτων |
[7]ἐξίσταντο δὲ καὶ ἐθαύμαζον λέγοντες, οὐχ ἰδοὺ ἅπαντες οὖτοί εἰσιν οἱ λαλοῦντες γαλιλαῖοι; |
[7]εξισταντο δε και εθαυμαζον λεγοντες ουχι ιδου παντες ουχ ιδου απαντες ουτοι εισιν οι λαλουντες γαλιλαιοι |
[8]καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ᾗ ἐγεννήθημεν; |
[8]και πως-I ημεις ακουομεν εκαστος τη ιδια διαλεκτω ημων εν η εγεννηθημεν |
[9]πάρθοι καὶ μῆδοι καὶ ἐλαμῖται, καὶ οἱ κατοικοῦντες τὴν μεσοποταμίαν, ἰουδαίαν τε καὶ καππαδοκίαν, πόντον καὶ τὴν ἀσίαν, |
[9]παρθοι και μηδοι και ελαμιται και οι κατοικουντες την μεσοποταμιαν ιουδαιαν τε και καππαδοκιαν ποντον και την ασιαν |
[10]φρυγίαν τε καὶ παμφυλίαν, αἴγυπτον καὶ τὰ μέρη τῆς λιβύης τῆς κατὰ κυρήνην, καὶ οἱ ἐπιδημοῦντες ῥωμαῖοι, |
[10]φρυγιαν τε και παμφυλιαν αιγυπτον και τα μερη της λιβυης της κατα κυρηνην και οι επιδημουντες ρωμαιοι ιουδαιοι τε και προσηλυτοι |
[11]ἰουδαῖοί τε καὶ προσήλυτοι, κρῆτες καὶ ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ θεοῦ. |
[11]κρητες και αραβες ακουομεν λαλουντων αυτων ταις ημετεραις γλωσσαις τα μεγαλεια του θεου |
[12]ἐξίσταντο δὲ πάντες καὶ διηπόρουν, ἄλλος πρὸς ἄλλον λέγοντες, τί θέλει τοῦτο εἶναι; |
[12]εξισταντο δε παντες και διηπορουντο διηπορουν αλλος προς αλλον λεγοντες τι θελει τουτο ειναι |
[13]ἕτεροι δὲ διαχλευάζοντες ἔλεγον ὅτι γλεύκους μεμεστωμένοι εἰσίν. |
[13]ετεροι δε διαχλευαζοντες ελεγον οτι γλευκους μεμεστωμενοι εισιν |
[14]σταθεὶς δὲ ὁ πέτρος σὺν τοῖς ἕνδεκα ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ ἀπεφθέγξατο αὐτοῖς, ἄνδρες ἰουδαῖοι καὶ οἱ κατοικοῦντες ἰερουσαλὴμ πάντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω καὶ ἐνωτίσασθε τὰ ῥήματά μου. |
[14]σταθεις δε ο πετρος συν τοις ενδεκα επηρεν την φωνην αυτου και απεφθεγξατο αυτοις ανδρες ιουδαιοι και οι κατοικουντες ιερουσαλημ παντες τουτο υμιν γνωστον εστω και ενωτισασθε τα ρηματα μου |
[15]οὐ γὰρ ὡς ὑμεῖς ὑπολαμβάνετε οὖτοι μεθύουσιν, ἔστιν γὰρ ὥρα τρίτη τῆς ἡμέρας, |
[15]ου γαρ ως υμεις υπολαμβανετε ουτοι μεθυουσιν εστιν γαρ ωρα τριτη της ημερας |
[16]ἀλλὰ τοῦτό ἐστιν τὸ εἰρημένον διὰ τοῦ προφήτου ἰωήλ, |
[16]αλλα τουτο εστιν το ειρημενον δια του προφητου ιωηλ |
[17]καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ θεός, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνυπνίοις ἐνυπνιασθήσονται· |
[17]και εσται εν ταις εσχαταις ημεραις λεγει ο θεος εκχεω απο του πνευματος μου επι πασαν σαρκα και προφητευσουσιν οι υιοι υμων και αι θυγατερες υμων και οι νεανισκοι υμων ορασεις οψονται και οι πρεσβυτεροι υμων ενυπνιοις ενυπνιασθησονται |
[18]καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου, καὶ προφητεύσουσιν. |
[18]και γε επι τους δουλους μου και επι τας δουλας μου εν ταις ημεραις εκειναις εκχεω απο του πνευματος μου και προφητευσουσιν |
[19]καὶ δώσω τέρατα ἐν τῶ οὐρανῶ ἄνω καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ· |
[19]και δωσω τερατα εν τω ουρανω ανω και σημεια επι της γης κατω αιμα και πυρ και ατμιδα καπνου |
[20]ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα πρὶν ἐλθεῖν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ. |
[20]ο ηλιος μεταστραφησεται εις σκοτος και η σεληνη εις αιμα πριν ελθειν ημεραν κυριου την μεγαλην και επιφανη |
[21]καὶ ἔσται πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται. |
[21]και εσται πας ος εαν αν επικαλεσηται το ονομα κυριου σωθησεται |
[22]ἄνδρες ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους· ἰησοῦν τὸν ναζωραῖον, ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ θεοῦ εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις οἷς ἐποίησεν δι᾽ αὐτοῦ ὁ θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς αὐτοὶ οἴδατε, |
[22]ανδρες ισραηλιται ακουσατε τους λογους τουτους ιησουν τον ναζωραιον ανδρα αποδεδειγμενον απο του θεου εις υμας δυναμεσιν και τερασιν και σημειοις οις εποιησεν δι αυτου ο θεος εν μεσω υμων καθως αυτοι οιδατε |
[23]τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ θεοῦ ἔκδοτον διὰ χειρὸς ἀνόμων προσπήξαντες ἀνείλατε, |
[23]τουτον τη ωρισμενη βουλη και προγνωσει του θεου εκδοτον δια χειρος ανομων προσπηξαντες ανειλατε |
[24]ὃν ὁ θεὸς ἀνέστησεν λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ᾽ αὐτοῦ· |
[24]ον ο θεος ανεστησεν λυσας τας ωδινας του θανατου καθοτι ουκ ην δυνατον κρατεισθαι αυτον υπ αυτου |
[25]δαυὶδ γὰρ λέγει εἰς αὐτόν, προορώμην τὸν κύριον ἐνώπιόν μου διὰ παντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν ἵνα μὴ σαλευθῶ. |
[25]δαυιδ γαρ λεγει εις αυτον προορωμην τον κυριον ενωπιον μου δια παντος οτι εκ δεξιων μου εστιν ινα μη σαλευθω |
[26]διὰ τοῦτο ηὐφράνθη ἡ καρδία μου καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου, ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ᾽ ἐλπίδι· |
[26]δια τουτο ηυφρανθη μου η καρδια η καρδια μου και ηγαλλιασατο η γλωσσα μου ετι δε και η σαρξ μου κατασκηνωσει επ ελπιδι |
[27]ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. |
[27]οτι ουκ εγκαταλειψεις την ψυχην μου εις αδην ουδε δωσεις τον οσιον σου ιδειν διαφθοραν |
[28]ἐγνώρισάς μοι ὁδοὺς ζωῆς, πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου. |
[28]εγνωρισας μοι οδους ζωης πληρωσεις με ευφροσυνης μετα του προσωπου σου |
[29]ἄνδρες ἀδελφοί, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου δαυίδ, ὅτι καὶ ἐτελεύτησεν καὶ ἐτάφη καὶ τὸ μνῆμα αὐτοῦ ἔστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης· |
[29]ανδρες αδελφοι εξον ειπειν μετα παρρησιας προς υμας περι του πατριαρχου δαυιδ οτι και ετελευτησεν και εταφη και το μνημα αυτου εστιν εν ημιν αχρι της ημερας ταυτης |
[30]προφήτης οὗν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῶ ὁ θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ καθίσαι ἐπὶ τὸν θρόνον αὐτοῦ, |
[30]προφητης ουν υπαρχων και ειδως οτι ορκω ωμοσεν αυτω ο θεος εκ καρπου της οσφυος αυτου καθισαι επι τον θρονον αυτου |
[31]προϊδὼν ἐλάλησεν περὶ τῆς ἀναστάσεως τοῦ χριστοῦ ὅτι οὔτε ἐγκατελείφθη εἰς ᾅδην οὔτε ἡ σὰρξ αὐτοῦ εἶδεν διαφθοράν. |
[31]προιδων ελαλησεν περι της αναστασεως του χριστου οτι ουτε εγκατελειφθη εις αδην ουτε η σαρξ αυτου ειδεν διαφθοραν |
[32]τοῦτον τὸν ἰησοῦν ἀνέστησεν ὁ θεός, οὖ πάντες ἡμεῖς ἐσμεν μάρτυρες. |
[32]τουτον τον ιησουν ανεστησεν ο θεος ου παντες ημεις εσμεν μαρτυρες |
[33]τῇ δεξιᾷ οὗν τοῦ θεοῦ ὑψωθεὶς τήν τε ἐπαγγελίαν τοῦ πνεύματος τοῦ ἁγίου λαβὼν παρὰ τοῦ πατρὸς ἐξέχεεν τοῦτο ὃ ὑμεῖς [καὶ] βλέπετε καὶ ἀκούετε. |
[33]τη δεξια ουν του θεου υψωθεις την τε επαγγελιαν του πνευματος του αγιου λαβων παρα του πατρος εξεχεεν τουτο ο υμεις [και] βλεπετε και ακουετε |
[34]οὐ γὰρ δαυὶδ ἀνέβη εἰς τοὺς οὐρανούς, λέγει δὲ αὐτός, εἶπεν [ὁ] κύριος τῶ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου |
[34]ου γαρ δαυιδ ανεβη εις τους ουρανους λεγει δε αυτος ειπεν [ο] κυριος τω κυριω μου καθου εκ δεξιων μου |
[35]ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. |
[35]εως αν θω τους εχθρους σου υποποδιον των ποδων σου |
[36]ἀσφαλῶς οὗν γινωσκέτω πᾶς οἶκος ἰσραὴλ ὅτι καὶ κύριον αὐτὸν καὶ χριστὸν ἐποίησεν ὁ θεός, τοῦτον τὸν ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε. |
[36]ασφαλως ουν γινωσκετω πας οικος ισραηλ οτι και κυριον αυτον και χριστον εποιησεν ο θεος τουτον τον ιησουν ον υμεις εσταυρωσατε |
[37]ἀκούσαντες δὲ κατενύγησαν τὴν καρδίαν, εἶπόν τε πρὸς τὸν πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους, τί ποιήσωμεν, ἄνδρες ἀδελφοί; |
[37]ακουσαντες δε κατενυγησαν την καρδιαν ειπον τε προς τον πετρον και τους λοιπους αποστολους τι ποιησωμεν ανδρες αδελφοι |
[38]πέτρος δὲ πρὸς αὐτούς, μετανοήσατε, [φησίν,] καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῶ ὀνόματι ἰησοῦ χριστοῦ εἰς ἄφεσιν τῶν ἁμαρτιῶν ὑμῶν, καὶ λήμψεσθε τὴν δωρεὰν τοῦ ἁγίου πνεύματος· |
[38]πετρος δε προς αυτους μετανοησατε [φησιν] και βαπτισθητω εκαστος υμων εν επι τω ονοματι ιησου χριστου εις αφεσιν των αμαρτιων υμων και λημψεσθε την δωρεαν του αγιου πνευματος |
[39]ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία καὶ τοῖς τέκνοις ὑμῶν καὶ πᾶσιν τοῖς εἰς μακρὰν ὅσους ἂν προσκαλέσηται κύριος ὁ θεὸς ἡμῶν. |
[39]υμιν γαρ εστιν η επαγγελια και τοις τεκνοις υμων και πασιν τοις εις μακραν οσους αν προσκαλεσηται κυριος ο θεος ημων |
[40]ἑτέροις τε λόγοις πλείοσιν διεμαρτύρατο, καὶ παρεκάλει αὐτοὺς λέγων, σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης. |
[40]ετεροις τε λογοις πλειοσιν διεμαρτυρατο και παρεκαλει αυτους λεγων σωθητε απο της γενεας της σκολιας ταυτης |
[41]οἱ μὲν οὗν ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν, καὶ προσετέθησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι. |
[41]οι μεν ουν αποδεξαμενοι τον λογον αυτου εβαπτισθησαν και προσετεθησαν εν τη ημερα εκεινη ψυχαι ωσει τρισχιλιαι |
[42]ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ κοινωνίᾳ, τῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς. |
[42]ησαν δε προσκαρτερουντες τη διδαχη των αποστολων και τη κοινωνια τη κλασει του αρτου και ταις προσευχαις |
[43]ἐγίνετο δὲ πάσῃ ψυχῇ φόβος, πολλά τε τέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο. |
[43]εγινετο δε παση ψυχη φοβος πολλα δε τε τερατα και σημεια δια των αποστολων εγινετο |
[44]πάντες δὲ οἱ πιστεύοντες ἦσαν ἐπὶ τὸ αὐτὸ καὶ εἶχον ἅπαντα κοινά, |
[44]παντες δε οι πιστευσαντες πιστευοντες ησαν επι το αυτο και ειχον απαντα κοινα |
[45]καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον καὶ διεμέριζον αὐτὰ πᾶσιν καθότι ἄν τις χρείαν εἶχεν· |
[45]και τα κτηματα και τας υπαρξεις επιπρασκον και διεμεριζον αυτα πασιν καθοτι αν τις χρειαν ειχεν |
[46]καθ᾽ ἡμέραν τε προσκαρτεροῦντες ὁμοθυμαδὸν ἐν τῶ ἱερῶ, κλῶντές τε κατ᾽ οἶκον ἄρτον, μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας, |
[46]καθ ημεραν τε προσκαρτερουντες ομοθυμαδον εν τω ιερω κλωντες τε κατ οικον αρτον μετελαμβανον τροφης εν αγαλλιασει και αφελοτητι καρδιας |
[47]αἰνοῦντες τὸν θεὸν καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν. ὁ δὲ κύριος προσετίθει τοὺς σῳζομένους καθ᾽ ἡμέραν ἐπὶ τὸ αὐτό. |
[47]αινουντες τον θεον και εχοντες χαριν προς ολον τον λαον ο δε κυριος προσετιθει τους σωζομενους καθ ημεραν επι το αυτο |