|
[1]Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον προσκαλεσάμενος ὁ Παῦλος τοὺς μαθητὰς καὶ ἀσπασάμενος ἐξῆλθε πορευθῆναι εἰς Μακεδονίαν. |
[No book] |
[2]διελθὼν δὲ τὰ μέρη ἐκεῖνα καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ ἦλθεν εἰς τὴν ῾Ελλάδα· |
[No book] |
[3]ποιήσας τε μῆνας τρεῖς, γενομένης αὐτῷ ἐπιβουλῆς ὑπὸ τῶν ᾿Ιουδαίων μέλλοντι ἀνάγεσθαι εἰς τὴν Συρίαν, ἐγένετο γνώμη τοῦ ὑποστρέφειν διὰ Μακεδονίας. |
[No book] |
[4]συνείπετο δὲ αὐτῷ ἄχρι τῆς ᾿Ασίας Σώπατρος Βεροιαῖος, Θεσσαλονικέων δὲ ᾿Αρίσταρχος καὶ Σεκοῦνδος, καὶ Γάϊος Δερβαῖος καὶ Τιμόθεος, ᾿Ασιανοὶ δὲ Τυχικὸς καὶ Τρόφιμος. |
[No book] |
[5]οὗτοι προελθόντες ἔμενον ἡμᾶς ἐν Τρῳάδι· |
[No book] |
[6]ἡμεῖς δὲ ἐξεπλεύσαμεν μετὰ τὰς ἡμέρας τῶν ἀζύμων ἀπὸ Φιλίππων καὶ ἤλθομεν πρὸς αὐτοὺς εἰς τὴν Τρῳάδα ἄχρις ἡμερῶν πέντε, οὗ διετρίψαμεν ἡμέρας ἑπτά. |
[No book] |
[7]᾿Εν δὲ τῇ μιᾷ τῶν σαββάτων συνηγμένων τῶν μαθητῶν κλάσαι ἄρτον, ὁ Παῦλος διελέγετο αὐτοῖς, μέλλων ἐξιέναι τῇ ἐπαύριον, παρέτεινέ τε τὸν λόγον μέχρι μεσονυκτίου. |
[No book] |
[8]ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ οὗ ἦμεν συνηγμένοι. |
[No book] |
[9]καθήμενος δέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τῆς θυρίδος, καταφερόμενος ὕπνῳ βαθεῖ διαλεγομένου τοῦ Παύλου ἐπὶ πλεῖον, κατενεχθεὶς ἀπὸ τοῦ ὕπνου ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω καὶ ἤρθη νεκρός. |
[No book] |
[10]καταβὰς δὲ ὁ Παῦλος ἐπέπεσεν αὐτῷ καὶ συμπεριλαβὼν εἶπε· μὴ θορυβεῖσθε· ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν. |
[No book] |
[11]ἀναβὰς δὲ καὶ κλάσας ἄρτον καὶ γευσάμενος, ἐφ᾿ ἱκανόν τε ὁμιλήσας ἄχρις αὐγῆς, οὕτως ἐξῆλθεν. |
[No book] |
[12]ἤγαγον δὲ τὸν παῖδα ζῶντα, καὶ παρεκλήθησαν οὐ μετρίως. |
[No book] |
[13]῾Ημεῖς δὲ προελθόντες ἐπὶ τὸ πλοῖον ἀνήχθημεν εἰς τὴν ῎Ασσον, ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦλον· οὕτω γὰρ ἦν διατεταγμένος, μέλλων αὐτὸς πεζεύειν. |
[No book] |
[14]ὡς δὲ συνέβαλεν ἡμῖν εἰς τὴν ῎Ασσον, ἀναλαβόντες αὐτὸν ἤλθομεν εἰς Μυτιλήνην· |
[No book] |
[15]κἀκεῖθεν ἀποπλεύσαντες τῇ ἐπιούσῃ κατηντήσαμεν ἀντικρὺ Χίου, τῇ δὲ ἑτέρᾳ παρεβάλομεν εἰς Σάμον, καὶ μείναντες ἐν Τρωγυλίῳ τῇ ἐχομένῃ ἤλθομεν εἰς Μίλητον. |
[No book] |
[16]ἔκρινε γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν ῎Εφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ ᾿Ασίᾳ· ἔσπευδε γάρ, εἰ δυνατὸν ἦν αὐτῷ, τὴν ἡμέραν τῆς πεντηκοστῆς γενέσθαι εἰς ῾Ιεροσόλυμα. |
[No book] |
[17]᾿Απὸ δὲ τῆς Μιλήτου πέμψας εἰς ῎Εφεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας. |
[No book] |
[18]ὡς δὲ παρεγένοντο πρὸς αὐτόν, εἶπεν αὐτοῖς· ὑμεῖς ἐπίστασθε, ἀπὸ πρώτης ἡμέρας ἀφ᾿ ἧς ἐπέβην εἰς τὴν ᾿Ασίαν, πῶς μεθ᾿ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην, |
[No book] |
[19]δουλεύων τῷ Κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης καὶ πολλῶν δακρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν ᾿Ιουδαίων, |
[No book] |
[20]ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν καὶ διδάξαι ὑμᾶς δημοσίᾳ καὶ κατ᾿ οἴκους, |
[No book] |
[21]διαμαρτυρόμενος ᾿Ιουδαίοις τε καὶ ῞Ελλησι τὴν εἰς τὸν Θεὸν μετάνοιαν καὶ πίστιν τὴν εἰς τὸν Κύριον ἡμῶν ᾿Ιησοῦν Χριστόν. |
[No book] |
[22]καὶ νῦν ἰδοὺ ἐγὼ δεδεμένος τῷ πνεύματι πορεύομαι εἰς ῾Ιερουσαλήμ, τὰ ἐν αὐτῇ συναντήσοντά μοι μὴ εἰδώς, |
[No book] |
[23]πλὴν ὅτι τὸ Πνεῦμα τὸ ῞Αγιον κατὰ πόλιν διαμαρτύρεται λέγον ὅτι δεσμά με καὶ θλίψεις μένουσιν. |
[No book] |
[24]ἀλλ᾿ οὐδενὸς λόγον ποιοῦμαι οὐδὲ ἔχω τὴν ψυχήν μου τιμίαν ἐμαυτῷ, ὡς τελειῶσαι τὸν δρόμον μου μετὰ χαρᾶς καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ Κυρίου ᾿Ιησοῦ, διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ Θεοῦ. |
[No book] |
[25]καὶ νῦν ἰδοὺ ἐγὼ οἶδα ὅτι οὐκέτι ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες, ἐν οἷς διῆλθον κηρύσσων τὴν βασιλείαν τοῦ Θεοῦ. |
[No book] |
[26]διὸ μαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ ὅτι καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος πάντων· |
[No book] |
[27]οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ. |
[No book] |
[28]προσέχετε οὖν ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ ῞Αγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ Κυρίου καὶ Θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος. |
[No book] |
[29]ἐγὼ γὰρ οἶδα τοῦτο, ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς μὴ φειδόμενοι τοῦ ποιμνίου· |
[No book] |
[30]καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω αὐτῶν. |
[No book] |
[31]διὸ γρηγορεῖτε, μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον. |
[No book] |
[32]καὶ τὰ νῦν παρατίθεμαι ὑμᾶς, ἀδελφοί, τῷ Θεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ τῷ δυναμένῳ ἐποικοδομῆσαι καὶ δοῦναι ὑμῖν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν. |
[No book] |
[33]ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα· |
[No book] |
[34]αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ᾿ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. |
[No book] |
[35]πάντα ὑπέδειξα ὑμῖν ὅτι οὕτω κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε τῶν λόγων τοῦ Κυρίου ᾿Ιησοῦ, ὅτι αὐτὸς εἶπε· μακάριόν ἐστι μᾶλλον διδόναι ἢ λαμβάνειν. |
[No book] |
[36]καὶ ταῦτα εἰπών, θεὶς τὰ γόνατα αὐτοῦ σὺν πᾶσιν αὐτοῖς προσηύξατο. |
[No book] |
[37]ἱκανὸς δὲ ἐγένετο κλαυθμὸς πάντων, καὶ ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον τοῦ Παύλου κατεφίλουν αὐτόν, |
[No book] |
[38]ὀδυνώμενοι μάλιστα ἐπὶ τῷ λόγῳ ᾧ εἰρήκει, ὅτι οὐκέτι μέλλουσι τὸ πρόσωπον αὐτοῦ θεωρεῖν. προέπεμπον δὲ αὐτὸν εἰς τὸ πλοῖον. |
[No book] |