|
[1]Ὡς δὲ ἐγένετο ἀναχθῆναι ἡμᾶς ἀποσπασθέντας ἀπ᾿ αὐτῶν, εὐθυδρομήσαντες ἤλθομεν εἰς τὴν Κῶ, τῇ δὲ ἑξῆς εἰς τὴν ῾Ρόδον, κἀκεῖθεν εἰς Πάταρα. |
[1]And as we launched forth, and were departed from them, we came with a straight course unto Coos, and the day following unto the Rhodes, and from thence unto Patara. |
[2]καὶ εὑρόντες πλοῖον διαπερῶν εἰς Φοινίκην ἐπιβάντες ἀνήχθημεν. |
[2]And we found a ship that went over unto Phenice, and went aboard, and set forth. |
[3]ἀναφανέντες δὲ τὴν Κύπρον καὶ καταλιπόντες αὐτὴν εὐώνυμον ἐπλέομεν εἰς Συρίαν, καὶ κατήχθημεν εἰς Τύρον· ἐκεῖσε γὰρ ἦν τὸ πλοῖον ἀποφορτιζόμενον τὸν γόμον. |
[3]And when we had discovered Cyprus, we left it on the left hand, and sailed toward Syria, and arrived at Tyrus: for there the ship unladed the burden. |
[4]καὶ ἀνευρόντες τοὺς μαθητὰς ἐπεμείναμεν αὐτοῦ ἡμέρας ἑπτά· οἵτινες τῷ Παύλῳ ἔλεγον διὰ τοῦ Πνεύματος μὴ ἀναβαίνειν εἰς ῾Ιεροσόλυμα. |
[4]And when we had found disciples, we tarried there seven days. And they told Paul through the Spirit, that he should not go up to Jerusalem. |
[5]ὅτε δὲ ἐγένετο ἡμᾶς ἐξαρτίσαι τὰς ἡμέρας, ἐξελθόντες ἐπορευόμεθα προπεμπόντων ἡμᾶς πάντων σὺν γυναιξὶ καὶ τέκνοις ἕως ἔξω τῆς πόλεως, καὶ θέντες τὰ γόνατα ἐπὶ τὸν αἰγιαλὸν προσηυξάμεθα, |
[5]But when the days were ended, we departed, and went our way, and they all accompanied us with their wives and children, even out of the city: and we kneeling down on the shore, prayed. |
[6]καὶ ἀσπασάμενοι ἀλλήλους ἐπέβημεν εἰς τὸ πλοῖον, ἐκεῖνοι δὲ ὑπέστρεψαν εἰς τὰ ἴδια. |
[6]Then when we had embraced one another, we took ship, and they returned home. |
[7]῾Ημεῖς δὲ τὸν πλοῦν διανύσαντες ἀπὸ Τύρου κατηντήσαμεν εἰς Πτολεμαΐδα, καὶ ἀσπασάμενοι τοὺς ἀδελφοὺς ἐμείναμεν ἡμέραν μίαν παρ᾿ αὐτοῖς. |
[7]And when we had ended the course from Tyrus, we arrived at Ptolemais, and saluted the brethren, and abode with them one day. |
[8]τῇ δὲ ἐπαύριον ἐξελθόντες ἤλθομεν εἰς Καισάρειαν, καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ, ὄντος ἐκ τῶν ἑπτά, ἐμείναμεν παρ᾿ αὐτῷ. |
[8]And the next day, Paul and they that were with him, departed, and came unto Cesarea: and we entered into the house of Philip the Evangelist, which was one of the seven Deacons, and abode with him. |
[9]τούτῳ δὲ ἦσαν θυγατέρες παρθένοι τέσσαρες προφητεύουσαι. |
[9]Now he had four daughters virgins, which did prophesy. |
[10]ἐπιμενόντων δὲ ἡμῶν ἡμέρας πλείους κατῆλθέ τις ἀπὸ τῆς ᾿Ιουδαίας προφήτης ὀνόματι ῎Αγαβος, |
[10]And as we tarried there many days, there came a certain Prophet from Judea, named Agabus. |
[11]καὶ ἐλθὼν πρὸς ἡμᾶς καὶ ἄρας τὴν ζώνην τοῦ Παύλου, δήσας τε αὐτοῦ τοὺς πόδας καὶ τὰς χεῖρας εἶπε· τάδε λέγει τὸ Πνεῦμα τὸ ῞Αγιον· τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτω δήσουσιν εἰς ῾Ιερουσαλὴμ οἱ ᾿Ιουδαῖοι καὶ παραδώσουσιν εἰς χεῖρας ἐθνῶν. |
[11]And when he was come unto us, he took Paul's girdle, and bound his own hands and feet, and said, Thus saith the Holy Ghost, So shall the Jews at Jerusalem bind the man that owneth this girdle, and shall deliver him into the hands of the Gentiles. |
[12]ὡς δὲ ἠκούσαμεν ταῦτα, παρεκαλοῦμεν ἡμεῖς τε καὶ οἱ ἐντόπιοι τοῦ μὴ ἀναβαίνειν αὐτὸν εἰς ῾Ιερουσαλήμ. |
[12]And when we had heard these things, both we and other of the same place besought him that he would not go up to Jerusalem. |
[13]ἀπεκρίθη τε ὁ Παῦλος· τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν εἰς ῾Ιερουσαλὴμ ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ᾿Ιησοῦ. |
[13]Then Paul answered, and said, What do ye weeping and breaking mine heart? For I am ready not to be bound only, but also to die at Jerusalem for the Name of the Lord Jesus. |
[14]μὴ πειθομένου δὲ αὐτοῦ ἡσυχάσαμεν εἰπόντες· τὸ θέλημα τοῦ Κυρίου γινέσθω. |
[14]So when he would not be persuaded, we ceased, saying, The will of the Lord be done. |
[15]Μετὰ δὲ τὰς ἡμέρας ταύτας ἐπισκευασάμενοι ἀνεβαίνομεν εἰς ῾Ιερουσαλήμ· |
[15]And after those days we trussed up our fardels, and went up to Jerusalem. |
[16]συνῆλθον δὲ καὶ τῶν μαθητῶν ἀπὸ Καισαρείας σὺν ἡμῖν, ἄγοντες παρ᾿ ᾧ ξενισθῶμεν Μνάσωνί τινι Κυπρίῳ, ἀρχαίῳ μαθητῇ. |
[16]There went with us also certain of the disciples of Cesarea, and brought with them one Mnason of Cyprus, an old disciple, with whom we should lodge. |
[17]Γενομένων δὲ ἡμῶν εἰς ῾Ιεροσόλυμα ἀσμένως ἐδέξαντο ἡμᾶς οἱ ἀδελφοί. |
[17]And when we were come to Jerusalem, the brethren received us gladly. |
[18]τῇ δὲ ἐπιούσῃ εἰσῄει ὁ Παῦλος σὺν ἡμῖν πρὸς ᾿Ιάκωβον, πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι. |
[18]And the next day Paul went in with us unto James: and all the Elders were there assembled. |
[19]καὶ ἀσπασάμενος αὐτοὺς ἐξηγεῖτο καθ᾿ ἓν ἕκαστον ὧν ἐποίησεν ὁ Θεὸς ἐν τοῖς ἔθνεσι διὰ τῆς διακονίας αὐτοῦ. |
[19]And when he had embraced them, he told by order all things, that God had wrought among the Gentiles by his ministration. |
[20]οἱ δὲ ἀκούσαντες ἐδόξαζον τὸν Κύριον, εἶπόν τε αὐτῷ· θεωρεῖς, ἀδελφέ, πόσαι μυριάδες εἰσὶν ᾿Ιουδαίων τῶν πεπιστευκότων, καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσι. |
[20]So when they heard it, they glorified the Lord, and said unto him, Thou seest, brother, how many thousand Jews there are which believe, and they are all zealous of the Law. |
[21]κατηχήθησαν δὲ περὶ σοῦ ὅτι ἀποστασίαν διδάσκεις ἀπὸ Μωϋσέως τοὺς κατὰ τὰ ἔθνη πάντας ᾿Ιουδαίους, λέγων μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα μηδὲ τοῖς ἔθεσι περιπατεῖν. |
[21]Now they are informed of thee, that thou teachest all the Jews, which are among the Gentiles, to forsake Moses, and sayest, that they ought not to circumcise their children, neither to live after the customs. |
[22]τί οὖν ἐστι; πάντως δεῖ πλῆθος συνελθεῖν· ἀκούσονται γὰρ ὅτι ἐλήλυθας. |
[22]What is then to be done? the multitude must needs come together: for they shall hear that thou art come. |
[23]τοῦτο οὖν ποίησον ὅ σοι λέγομεν· εἰσὶν ἡμῖν ἄνδρες τέσσαρες εὐχὴν ἔχοντες ἐφ᾿ ἑαυτῶν· |
[23]Do therefore this that we say to thee. We have four men, which have made a vow. |
[24]τούτους παραλαβὼν ἁγνίσθητι σὺν αὐτοῖς καὶ δαπάνησον ἐπ᾿ αὐτοῖς ἵνα ξυρήσωνται τὴν κεφαλήν, καὶ γνῶσι πάντες ὅτι ὧν κατήχηνται περὶ σοῦ οὐδέν ἐστιν, ἀλλὰ στοιχεῖς καὶ αὐτὸς τὸν νόμον φυλάσσων. |
[24]Them take, and purify thyself with them, and contribute with them, that they may shave their heads: and all shall know, that those things, whereof they have been informed concerning thee, are nothing, but that thou thyself also walkest and keepest the Law. |
[25]περὶ δὲ τῶν πεπιστευκότων ἐθνῶν ἡμεῖς ἐπεστείλαμεν κρίναντες μηδὲν τοιοῦτον τηρεῖν αὐτούς, εἰ μὴ φυλάσσεσθαι αὐτοὺς τό τε εἰδωλόθυτον καὶ τὸ αἷμα καὶ πνικτὸν καὶ πορνείαν. |
[25]For as touching the Gentiles, which believe, we have written, and determined that they observe no such thing, but that they keep themselves from things offered to idols, and from blood, and from that that is strangled, and from fornication. |
[26]τότε ὁ Παῦλος παραλαβὼν τοὺς ἄνδρας τῇ ἐχομένῃ ἡμέρᾳ σὺν αὐτοῖς ἁγνισθεὶς εἰσῄει εἰς τὸ ἱερόν, διαγγέλλων τὴν ἐκπλήρωσιν τῶν ἡμερῶν τοῦ ἁγνισμοῦ, ἕως οὗ προσηνέχθη ὑπὲρ ἑνὸς ἑκάστου αὐτῶν ἡ προσφορά. |
[26]Then Paul took the men, and the next day was purified with them, and entered into the Temple, declaring the accomplishment of the days of the purification, until that an offering should be offered for every one of them. |
[27]῾Ως δὲ ἔμελλον αἱ ἑπτὰ ἡμέραι συντελεῖσθαι, οἱ ἀπὸ τῆς ᾿Ασίας ᾿Ιουδαῖοι θεασάμενοι αὐτὸν ἐν τῷ ἱερῷ συνέχεον πάντα τὸν ὄχλον, καὶ ἐπέβαλον τὰς χεῖρας ἐπ᾿ αὐτὸν |
[27]And when the seven days were almost ended, the Jews which were of Asia (when they saw him in the Temple) moved all the people, and laid hands on him, |
[28]κράζοντες· ἄνδρες ᾿Ισραηλῖται, βοηθεῖτε· οὗτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου πάντας πανταχοῦ διδάσκων· ἔτι τε καὶ ῞Ελληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν καὶ κεκοίνωκε τὸν ἅγιον τόπον τοῦτον· |
[28]Crying, Men of Israel, help: this is the man that teacheth all men every where against the people, and the Law, and this place: moreover, he hath brought Grecians into the Temple, and hath polluted this holy place. |
[29]ἦσαν γὰρ ἑωρακότες Τρόφιμον τὸν ᾿Εφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ Παῦλος. |
[29]For they had seen before Trophimus an Ephesian with him in the city, whom they supposed that Paul had brought into the Temple. |
[30]ἐκινήθη τε ἡ πόλις ὅλη καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ, καὶ ἐπιλαβόμενοι τοῦ Παύλου εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ, καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι. |
[30]Then all the city was moved, and the people ran together: and they took Paul, and drew him out of the Temple, and forthwith the doors were shut. |
[31]ζητούντων δὲ αὐτὸν ἀποκτεῖναι ἀνέβη φάσις τῷ χιλιάρχῳ τῆς σπείρης ὅτι ὅλη συγκέχυται ῾Ιερουσαλήμ· |
[31]But as they went about to kill him, tidings came unto the chief Captain of the band, that all Jerusalem was on an uproar. |
[32]ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας καὶ ἑκατοντάρχους κατέδραμεν ἐπ᾿ αὐτούς. οἱ δὲ ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας ἐπαύσαντο τύπτοντες τὸν Παῦλον. |
[32]Who immediately took soldiers and Centurions, and ran down unto them: and when they saw the chief Captain and the soldiers, they left beating of Paul. |
[33]ἐγγίσας δὲ ὁ χιλίαρχος ἐπελάβετο αὐτοῦ καὶ ἐκέλευσε δεθῆναι ἁλύσεσι δυσί, καὶ ἐπυνθάνετο τίς ἂν εἴη καὶ τί ἐστι πεποιηκώς. |
[33]Then the chief Captain came near and took him, and commanded him to be bound with two chains, and demanded who he was, and what he had done. |
[34]ἄλλοι δὲ ἄλλο τι ἐβόων ἐν τῷ ὄχλῳ· μὴ δυνάμενος δὲ γνῶναι τὸ ἀσφαλὲς διὰ τὸν θόρυβον, ἐκέλευσεν ἄγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν. |
[34]And one cried this, another that, among the people. So when he could not know the certainty for the tumult, he commanded him to be led into the castle. |
[35]ὅτε δὲ ἐγένετο ἐπὶ τοὺς ἀναβαθμούς, συνέβη βαστάζεσθαι αὐτὸν ὑπὸ τῶν στρατιωτῶν διὰ τὴν βίαν τοῦ ὄχλου· |
[35]And when he came unto the grieces, it was so that he was born of the soldiers, for the violence of the people. |
[36]ἠκολούθει γὰρ τὸ πλῆθος τοῦ λαοῦ κράζον· αἶρε αὐτόν. |
[36]For the multitude of the people followed after, crying, Away with him. |
[37]Μέλλων τε εἰσάγεσθαι εἰς τὴν παρεμβολὴν ὁ Παῦλος λέγει τῷ χιλιάρχῳ· εἰ ἔξεστί μοι εἰπεῖν τι πρός σε; ὁ δὲ ἔφη· ῾Ελληνιστὶ γινώσκεις; |
[37]And as Paul should have been led into the castle, he said unto the chief Captain, May I speak unto thee? Who said, Canst thou speak Greek? |
[38]οὐκ ἄρα σὺ εἶ ὁ Αἰγύπτιος ὁ πρὸ τούτων τῶν ἡμερῶν ἀναστατώσας καὶ ἐξαγαγὼν εἰς τὴν ἔρημον τοὺς τετρακισχιλίους ἄνδρας τῶν σικαρίων; |
[38]Art not thou the Egyptian, who before these days raised a sedition, and led out into the wilderness four thousand men that were murderers? |
[39]εἶπε δὲ ὁ Παῦλος· ἐγὼ ἄνθρωπος μέν εἰμι ᾿Ιουδαῖος Ταρσεύς, τῆς Κιλικίας οὐκ ἀσήμου πόλεως πολίτης· δέομαι δέ σου, ἐπίτρεψόν μοι λαλῆσαι πρὸς τὸν λαόν. |
[39]Then Paul said, Doubtless I am a man which am a Jew, and citizen of Tarsus, a famous city in Cilicia, and I beseech thee, suffer me to speak unto the people. |
[40]ἐπιτρέψαντος δὲ αὐτοῦ ὁ Παῦλος ἑστὼς ἐπὶ τῶν ἀναβαθμῶν κατέσεισε τῇ χειρὶ τῷ λαῷ· πολλῆς δὲ σιγῆς γενομένης προσεφώνησε τῇ ῾Εβραΐδι διαλέκτῳ λέγων· |
[40]And when he had given him license, Paul stood on the grieces, and beckoned with the hand unto the people: and when there was made great silence, he spake unto them in the Hebrew tongue, saying, |