|
[1]And when gazed Paulus at the assembly he said men brothers I in all conscience good I have lived before Alaha until today |
[1]ἀτενίσας δὲ ⸂ὁ Παῦλος τῷ συνεδρίῳ⸃ εἶπεν· Ἄνδρες ἀδελφοί, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῷ θεῷ ἄχρι ταύτης τῆς ἡμέρας. |
[2]And Khanan-Yah the priest commanded those who stood on the side to hit Paulus on his mouth |
[2]ὁ δὲ ἀρχιερεὺς Ἁνανίας ἐπέταξεν τοῖς παρεστῶσιν αὐτῷ τύπτειν αὐτοῦ τὸ στόμα. |
[3]And Paulus said to him going is Alaha to strike you a wall whitened and you sitting are judge you me according to the law when violate you against the law and command you to strike me |
[3]τότε ὁ Παῦλος πρὸς αὐτὸν εἶπεν· Τύπτειν σε μέλλει ὁ θεός, τοῖχε κεκονιαμένε· καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον, καὶ παρανομῶν κελεύεις με τύπτεσθαι; |
[4]And those who standing were there were saying to him the priest of Alaha accuse you |
[4]οἱ δὲ παρεστῶτες εἶπαν· Τὸν ἀρχιερέα τοῦ θεοῦ λοιδορεῖς; |
[5]Said to them Paulus not aware I was brothers that the Priest he is written it is for "The Ruler of your people not curse" |
[5]ἔφη τε ὁ Παῦλος· Οὐκ ᾔδειν, ἀδελφοί, ὅτι ἐστὶν ἀρχιερεύς· γέγραπται γὰρ ⸀ὅτι Ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς. |
[6]And when knew Paulus that some of the people was of Zadoqia and some of Pharisha shouting he was in the council men brothers I Pharisha am son of a Pharisha and for the hope of the resurrection of the dead judged I am |
[6]Γνοὺς δὲ ὁ Παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶν Σαδδουκαίων τὸ δὲ ἕτερον Φαρισαίων ⸀ἔκραζεν ἐν τῷ συνεδρίῳ· Ἄνδρες ἀδελφοί, ἐγὼ Φαρισαῖός εἰμι, υἱὸς ⸀Φαρισαίων· περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ⸀ἐγὼ κρίνομαι. |
[7]And when this he said fell one upon another Pharisha and Zadoqia and was divided the people |
[7]τοῦτο δὲ αὐτοῦ ⸀λαλοῦντος ἐγένετο στάσις τῶν Φαρισαίων ⸂καὶ Σαδδουκαίων⸃, καὶ ἐσχίσθη τὸ πλῆθος. |
[8]Zadokia for were saying there is no resurrection neither angel nor spirit The Pharisha but confess all of these |
[8]Σαδδουκαῖοι ⸀μὲν γὰρ λέγουσιν μὴ εἶναι ἀνάστασιν ⸀μήτε ἄγγελον μήτε πνεῦμα, Φαρισαῖοι δὲ ὁμολογοῦσιν τὰ ἀμφότερα. |
[9]And there was noise great stood some scribes of the side of the Pharisha and contending they were with them and they were saying not we find anything evil in this man if but The Spirit or an angel spoke with him what? is there in it in that |
[9]ἐγένετο δὲ κραυγὴ μεγάλη, καὶ ἀναστάντες ⸂τινὲς τῶν γραμματέων⸃ τοῦ μέρους τῶν Φαρισαίων διεμάχοντο λέγοντες· Οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ· εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἢ ⸀ἄγγελος— |
[10]And when there was an uproar great among them afraid was the Chiliarch lest they would tear apart Paulus and he sent Romans to go snatch him from their midst and bring him to the encampment |
[10]πολλῆς δὲ ⸀γινομένης στάσεως ⸀φοβηθεὶς ὁ χιλίαρχος μὴ διασπασθῇ ὁ Παῦλος ὑπʼ αὐτῶν ἐκέλευσεν τὸ στράτευμα ⸀καταβὰν ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν, ἄγειν ⸀τε εἰς τὴν παρεμβολήν. |
[11]And when he was the night appeared to him our Lord to Paulus and said to him be strong because as you testified of Me in Jerusalem thus are going you also in Rome to testify |
[11]Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ ὁ κύριος εἶπεν· ⸀Θάρσει, ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἰερουσαλὴμ οὕτω σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι. |
[12]And when it was dawn gathered were some of the Jews and they put a curse upon themselves that not they would eat neither would they drink until they would kill him Paulus |
[12]Γενομένης δὲ ἡμέρας ποιήσαντες ⸂συστροφὴν οἱ Ἰουδαῖοι⸃ ἀνεθεμάτισαν ἑαυτοὺς λέγοντες μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀποκτείνωσιν τὸν Παῦλον. |
[13]There were but those who established in an oath this covenant more than forty men |
[13]ἦσαν δὲ πλείους τεσσεράκοντα οἱ ταύτην τὴν συνωμοσίαν ⸀ποιησάμενοι· |
[14]And they came to The Priests and to The Elders and saying they were "A curse we have cursed upon us that anything not we shall taste until we shall kill Paulus |
[14]οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσιν καὶ τοῖς πρεσβυτέροις εἶπαν· Ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτοὺς μηδενὸς γεύσασθαι ἕως οὗ ἀποκτείνωμεν τὸν Παῦλον. |
[15]And now ask you and The Rulers of the Council from The Chiliarch to bring him to you as if seek you to examine properly his conduct and we we are ready to kill him before he arrives in your presence |
[15]νῦν οὖν ὑμεῖς ἐμφανίσατε τῷ χιλιάρχῳ σὺν τῷ συνεδρίῳ ⸀ὅπως ⸂καταγάγῃ αὐτὸν εἰς⸃ ὑμᾶς ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ· ἡμεῖς δὲ πρὸ τοῦ ἐγγίσαι αὐτὸν ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν. |
[16]And heard had son of the sister of Paulus plot this and he entered the encampment and informed Paulus |
[16]Ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς Παύλου ⸂τὴν ἐνέδραν⸃ παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολὴν ἀπήγγειλεν τῷ Παύλῳ. |
[17]And sent Paulus he called one of the Centurions and said to him escort young man this to The Chiliarch has he for something to say to him |
[17]προσκαλεσάμενος δὲ ὁ Παῦλος ἕνα τῶν ἑκατονταρχῶν ἔφη· Τὸν νεανίαν τοῦτον ⸀ἄπαγε πρὸς τὸν χιλίαρχον, ἔχει γὰρ ⸂ἀπαγγεῖλαί τι⸃ αὐτῷ. |
[18]And led him The Centurion the youth and brought him to The Chiliarch and said Paulus the prisoner called me and begged of me to bring this young man unto you who has to him something to say to you |
[18]ὁ μὲν οὖν παραλαβὼν αὐτὸν ἤγαγεν πρὸς τὸν χιλίαρχον καὶ φησίν· Ὁ δέσμιος Παῦλος προσκαλεσάμενός με ἠρώτησεν τοῦτον τὸν ⸀νεανίαν ἀγαγεῖν πρὸς σέ, ἔχοντά τι λαλῆσαί σοι. |
[19]And held him by his hand The Chiliarch the youth and drew him to one side and asking he was him "What? have you to say to me" |
[19]ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ ὁ χιλίαρχος καὶ ἀναχωρήσας κατʼ ἰδίαν ἐπυνθάνετο· Τί ἐστιν ὃ ἔχεις ἀπαγγεῖλαί μοι; |
[20]And said to him the youth the Judeans have planned to entreat of you to send down Paulus tomorrow to their Council as if they want something more to learn from him |
[20]εἶπεν δὲ ὅτι Οἱ Ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε ὅπως αὔριον ⸂τὸν Παῦλον καταγάγῃς εἰς τὸ συνέδριον⸃ ὡς ⸀μέλλον τι ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτοῦ· |
[21]You therefore not believe them behold for more than forty men of them are watching for him in ambush and have put a curse on themselves that not to eat nor to drink until they kill him and behold they are ready and waiting for your promise |
[21]σὺ οὖν μὴ πεισθῇς αὐτοῖς, ἐνεδρεύουσιν γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείους τεσσεράκοντα, οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀνέλωσιν αὐτόν, καὶ νῦν ⸂εἰσιν ἕτοιμοι⸃ προσδεχόμενοι τὴν ἀπὸ σοῦ ἐπαγγελίαν. |
[22]And dismissed him The Chiliarch the youth as he ordered a man not would know that these things you have shown me |
[22]ὁ μὲν οὖν χιλίαρχος ἀπέλυσε τὸν ⸀νεανίσκον παραγγείλας μηδενὶ ἐκλαλῆσαι ὅτι ταῦτα ἐνεφάνισας πρὸς ⸀ἐμέ. |
[23]And he called two Centurions and said to them go prepare Romans two hundred to go to Qesaria and horsemen seventy and shooters right handed two hundred to go out from third hour in the night |
[23]Καὶ προσκαλεσάμενός ⸂τινας δύο⸃ τῶν ἑκατονταρχῶν εἶπεν· Ἑτοιμάσατε στρατιώτας διακοσίους ὅπως πορευθῶσιν ἕως Καισαρείας, καὶ ἱππεῖς ἑβδομήκοντα καὶ δεξιολάβους διακοσίους, ἀπὸ τρίτης ὥρας τῆς νυκτός, |
[24]Prepare but also beasts of burden so they may mount Paulus and let him escape to Filix The Governor |
[24]κτήνη τε παραστῆσαι ἵνα ἐπιβιβάσαντες τὸν Παῦλον διασώσωσι πρὸς Φήλικα τὸν ἡγεμόνα, |
[25]And he wrote a letter he gave to them who were with him thus |
[25]γράψας ἐπιστολὴν ⸀ἔχουσαν τὸν τύπον τοῦτον· |
[26]Qlaudius Lusius to Filix The Governor The Excellent Greeting |
[26]Κλαύδιος Λυσίας τῷ κρατίστῳ ἡγεμόνι Φήλικι χαίρειν. |
[27]Man this seized the Judeans so as to kill him and I helped I with the Romans and I saved him when I learned that Roman he is |
[27]τὸν ἄνδρα τοῦτον συλλημφθέντα ὑπὸ τῶν Ἰουδαίων καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπʼ αὐτῶν ἐπιστὰς σὺν τῷ στρατεύματι ⸀ἐξειλάμην, μαθὼν ὅτι Ῥωμαῖός ἐστιν, |
[28]And when sought I had to know the cause for which accusing they were him I brought him down to their Council |
[28]βουλόμενός ⸀τε ⸀ἐπιγνῶναι τὴν αἰτίαν διʼ ἣν ἐνεκάλουν αὐτῷ, ⸀κατήγαγον εἰς τὸ συνέδριον αὐτῶν. |
[29]And I found that about charges of their law accusing they were him and a cause that worthy for imprisonment or for death not was against him |
[29]ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν, μηδὲν ⸀δὲ ἄξιον θανάτου ἢ δεσμῶν ⸂ἔχοντα ἔγκλημα⸃. |
[30]And when it was shown to me a plot by ambush that made against him the Judeans at once I sent him to you and I ordered his accusers to go and to speak with him before you be well |
[30]μηνυθείσης δέ μοι ἐπιβουλῆς εἰς τὸν ⸀ἄνδρα ἔσεσθαι ⸀ἐξαυτῆς ἔπεμψα πρὸς σέ, παραγγείλας καὶ τοῖς κατηγόροις ⸀λέγειν πρὸς αὐτὸν ἐπὶ ⸀σοῦ. |
[31]Then the Romans as they were ordered brought him Paulus in the night and brought him to Antipatris the city |
[31]Οἱ μὲν οὖν στρατιῶται κατὰ τὸ διατεταγμένον αὐτοῖς ἀναλαβόντες τὸν Παῦλον ἤγαγον ⸀διὰ νυκτὸς εἰς τὴν Ἀντιπατρίδα· |
[32]And the day next dismissed the horsemen the foot soldiers their comrades to return to camp |
[32]τῇ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς ⸀ἀπέρχεσθαι σὺν αὐτῷ ὑπέστρεψαν εἰς τὴν παρεμβολήν· |
[33]And they brought him to Qesaria and gave the letter to The Governor and presented him before him Paulus |
[33]οἵτινες εἰσελθόντες εἰς τὴν Καισάρειαν καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῷ ἡγεμόνι παρέστησαν καὶ τὸν Παῦλον αὐτῷ. |
[34]And when he read the letter asking he was him that from which? province he was and when he learned that from Qiliqia |
[34]ἀναγνοὺς ⸀δὲ καὶ ἐπερωτήσας ἐκ ποίας ⸀ἐπαρχείας ἐστὶν καὶ πυθόμενος ὅτι ἀπὸ Κιλικίας, |
[35]He said to him shall hear I you whenever have came your accusers and he commanded to keep him in The Praetorium of Herodus |
[35]Διακούσομαί σου, ἔφη, ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται· ⸀κελεύσας ἐν τῷ πραιτωρίῳ ⸀τοῦ Ἡρῴδου φυλάσσεσθαι ⸀αὐτόν. |