|
[1]φῆστος οὗν ἐπιβὰς τῇ ἐπαρχείᾳ μετὰ τρεῖς ἡμέρας ἀνέβη εἰς ἱεροσόλυμα ἀπὸ καισαρείας, |
[1]When Festus was then come into the province, after three days he went up from Caesarea unto Jerusalem. |
[2]ἐνεφάνισάν τε αὐτῶ οἱ ἀρχιερεῖς καὶ οἱ πρῶτοι τῶν ἰουδαίων κατὰ τοῦ παύλου, καὶ παρεκάλουν αὐτὸν |
[2]Then the high Priest, and the chief of the Jews appeared before him against Paul: and they besought him, |
[3]αἰτούμενοι χάριν κατ᾽ αὐτοῦ ὅπως μεταπέμψηται αὐτὸν εἰς ἰερουσαλήμ, ἐνέδραν ποιοῦντες ἀνελεῖν αὐτὸν κατὰ τὴν ὁδόν. |
[3]And desired favor against him, that he would send for him to Jerusalem: and they laid wait to kill him by the way. |
[4]ὁ μὲν οὗν φῆστος ἀπεκρίθη τηρεῖσθαι τὸν παῦλον εἰς καισάρειαν, ἑαυτὸν δὲ μέλλειν ἐν τάχει ἐκπορεύεσθαι· |
[4]But Festus answered, that Paul should be kept at Caesarea, and that he himself would shortly depart thither. |
[5]οἱ οὗν ἐν ὑμῖν, φησίν, δυνατοὶ συγκαταβάντες εἴ τί ἐστιν ἐν τῶ ἀνδρὶ ἄτοπον κατηγορείτωσαν αὐτοῦ. |
[5]Let them therefore, said he, which among you are able, come down with us: and if there be any wickedness in the man, let them accuse him. |
[6]διατρίψας δὲ ἐν αὐτοῖς ἡμέρας οὐ πλείους ὀκτὼ ἢ δέκα, καταβὰς εἰς καισάρειαν, τῇ ἐπαύριον καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσεν τὸν παῦλον ἀχθῆναι. |
[6] Now when he had tarried among them no more than ten days, he went down to Caesarea, and the next day sat in the judgment seat, and commanded Paul to be brought. |
[7]παραγενομένου δὲ αὐτοῦ περιέστησαν αὐτὸν οἱ ἀπὸ ἱεροσολύμων καταβεβηκότες ἰουδαῖοι, πολλὰ καὶ βαρέα αἰτιώματα καταφέροντες ἃ οὐκ ἴσχυον ἀποδεῖξαι, |
[7]And when he was come, the Jews which were come from Jerusalem, stood about him and laid many and grievous complaints against Paul, which they could not prove, |
[8]τοῦ παύλου ἀπολογουμένου ὅτι οὔτε εἰς τὸν νόμον τῶν ἰουδαίων οὔτε εἰς τὸ ἱερὸν οὔτε εἰς καίσαρά τι ἥμαρτον. |
[8]Forasmuch as he answered, that he had neither offended any thing against the Law of the Jews, neither against the Temple, nor against Caesar. |
[9]ὁ φῆστος δὲ θέλων τοῖς ἰουδαίοις χάριν καταθέσθαι ἀποκριθεὶς τῶ παύλῳ εἶπεν, θέλεις εἰς ἱεροσόλυμα ἀναβὰς ἐκεῖ περὶ τούτων κριθῆναι ἐπ᾽ ἐμοῦ; |
[9]Yet Festus willing to get favor of the Jews, answered Paul, and said, Wilt thou go up to Jerusalem, and there be judged of these things before me? |
[10]εἶπεν δὲ ὁ παῦλος, ἐπὶ τοῦ βήματος καίσαρός ἑστώς εἰμι, οὖ με δεῖ κρίνεσθαι. ἰουδαίους οὐδὲν ἠδίκησα, ὡς καὶ σὺ κάλλιον ἐπιγινώσκεις. |
[10]Then said Paul, I stand at Caesar's judgment seat, where I ought to be judged: to the Jews I have done no wrong, as thou very well knowest. |
[11]εἰ μὲν οὗν ἀδικῶ καὶ ἄξιον θανάτου πέπραχά τι, οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν· εἰ δὲ οὐδέν ἐστιν ὧν οὖτοι κατηγοροῦσίν μου, οὐδείς με δύναται αὐτοῖς χαρίσασθαι· καίσαρα ἐπικαλοῦμαι. |
[11]For if I have done wrong, or committed any thing worthy of death, I refuse not to die: but if there be none of these things whereof they accuse me, no man can deliver me to them: I appeal unto Caesar. |
[12]τότε ὁ φῆστος συλλαλήσας μετὰ τοῦ συμβουλίου ἀπεκρίθη, καίσαρα ἐπικέκλησαι, ἐπὶ καίσαρα πορεύσῃ. |
[12]Then when Festus had spoken with the Council, he answered, Hast thou appealed unto Caesar? unto Caesar shalt thou go. |
[13]ἡμερῶν δὲ διαγενομένων τινῶν ἀγρίππας ὁ βασιλεὺς καὶ βερνίκη κατήντησαν εἰς καισάρειαν ἀσπασάμενοι τὸν φῆστον. |
[13] And after certain days, King Agrippa and Bernice came down to Caesarea to salute Festus. |
[14]ὡς δὲ πλείους ἡμέρας διέτριβον ἐκεῖ, ὁ φῆστος τῶ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν παῦλον λέγων, ἀνήρ τίς ἐστιν καταλελειμμένος ὑπὸ φήλικος δέσμιος, |
[14]And when they had remained there many days, Festus proposed Paul's cause unto the King, saying, There is a certain man left in prison by Felix. |
[15]περὶ οὖ γενομένου μου εἰς ἱεροσόλυμα ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν ἰουδαίων, αἰτούμενοι κατ᾽ αὐτοῦ καταδίκην· |
[15]Of whom when I came to Jerusalem, the high Priests and Elders of the Jews informed me, and desired to have judgment against him. |
[16]πρὸς οὓς ἀπεκρίθην ὅτι οὐκ ἔστιν ἔθος ῥωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον πρὶν ἢ ὁ κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος. |
[16]To whom I answered, that it is not the manner of the Romans for favor to deliver any man to the death before that he which is accused, have the accusers before him, and have place to defend himself, concerning the crime. |
[17]συνελθόντων οὗν [αὐτῶν] ἐνθάδε ἀναβολὴν μηδεμίαν ποιησάμενος τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα· |
[17]Therefore when they were come hither, without delay the day following I sat on the judgment seat, and commanded the man to be brought forth. |
[18]περὶ οὖ σταθέντες οἱ κατήγοροι οὐδεμίαν αἰτίαν ἔφερον ὧν ἐγὼ ὑπενόουν πονηρῶν, |
[18]Against whom when the accusers stood up, they brought no crime of such things as I supposed: |
[19]ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας εἶχον πρὸς αὐτὸν καὶ περί τινος ἰησοῦ τεθνηκότος, ὃν ἔφασκεν ὁ παῦλος ζῆν. |
[19]But had certain questions against him of their own superstition, and of one Jesus which was dead, whom Paul affirmed to be alive. |
[20]ἀπορούμενος δὲ ἐγὼ τὴν περὶ τούτων ζήτησιν ἔλεγον εἰ βούλοιτο πορεύεσθαι εἰς ἱεροσόλυμα κἀκεῖ κρίνεσθαι περὶ τούτων. |
[20]And because I doubted of such manner of question, I asked him whether he would go to Jerusalem, and there be judged of these things. |
[21]τοῦ δὲ παύλου ἐπικαλεσαμένου τηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ σεβαστοῦ διάγνωσιν, ἐκέλευσα τηρεῖσθαι αὐτὸν ἕως οὖ ἀναπέμψω αὐτὸν πρὸς καίσαρα. |
[21]But because he appealed to be reserved to the examination of Augustus, I commanded him to be kept, till I might send him to Caesar. |
[22]ἀγρίππας δὲ πρὸς τὸν φῆστον, ἐβουλόμην καὶ αὐτὸς τοῦ ἀνθρώπου ἀκοῦσαι. αὔριον, φησίν, ἀκούσῃ αὐτοῦ. |
[22]Then Agrippa said unto Festus, I would also hear the man myself. Tomorrow, said he, thou shalt hear him. |
[23]τῇ οὗν ἐπαύριον ἐλθόντος τοῦ ἀγρίππα καὶ τῆς βερνίκης μετὰ πολλῆς φαντασίας καὶ εἰσελθόντων εἰς τὸ ἀκροατήριον σύν τε χιλιάρχοις καὶ ἀνδράσιν τοῖς κατ᾽ ἐξοχὴν τῆς πόλεως, καὶ κελεύσαντος τοῦ φήστου ἤχθη ὁ παῦλος. |
[23]And on the morrow when Agrippa was come and Bernice with great pomp, and were entered into the Common hall with the chief captains and chief men of the city, at Festus' commandment Paul was brought forth. |
[24]καί φησιν ὁ φῆστος, ἀγρίππα βασιλεῦ καὶ πάντες οἱ συμπαρόντες ἡμῖν ἄνδρες, θεωρεῖτε τοῦτον περὶ οὖ ἅπαν τὸ πλῆθος τῶν ἰουδαίων ἐνέτυχόν μοι ἔν τε ἱεροσολύμοις καὶ ἐνθάδε, βοῶντες μὴ δεῖν αὐτὸν ζῆν μηκέτι. |
[24]And Festus said, King Agrippa, and all men which are present with us, ye see this man, about whom all the multitude of the Jews have called upon me, both at Jerusalem, and here, crying, that he ought not to live any longer. |
[25]ἐγὼ δὲ κατελαβόμην μηδὲν ἄξιον αὐτὸν θανάτου πεπραχέναι, αὐτοῦ δὲ τούτου ἐπικαλεσαμένου τὸν σεβαστὸν ἔκρινα πέμπειν. |
[25]Yet have I found nothing worthy of death, that he hath committed: nevertheless, seeing that he hath appealed to Augustus, I have determined to send him. |
[26]περὶ οὖ ἀσφαλές τι γράψαι τῶ κυρίῳ οὐκ ἔχω· διὸ προήγαγον αὐτὸν ἐφ᾽ ὑμῶν καὶ μάλιστα ἐπὶ σοῦ, βασιλεῦ ἀγρίππα, ὅπως τῆς ἀνακρίσεως γενομένης σχῶ τί γράψω· |
[26]Of whom I have no certain thing to write unto my Lord: wherefore I have brought him forth unto you, and specially unto thee, King Agrippa, that after examination had, I might have somewhat to write. |
[27]ἄλογον γάρ μοι δοκεῖ πέμποντα δέσμιον μὴ καὶ τὰς κατ᾽ αὐτοῦ αἰτίας σημᾶναι. |
[27]For me thinketh it unreasonable to send a prisoner, and not to show the causes which are laid against him. |