|
[1]And it occurred, as Simon Cephas and John went together up to the temple, at the time of prayer, being the ninth hour, |
[1]Πέτρος δὲ καὶ Ἰωάνης ἀνέβαινον εἰς τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐνάτην. |
[2]that, lo, those accustomed to bring a man lame from his mother's womb, brought him and laid him at the gate of the temple called Beautiful; that he might ask alms of those going into the temple. |
[2]καί τις ἀνὴρ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο, ὃν ἐτίθουν καθ̕ ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένην ὡραίαν, τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν. |
[3]This man, when he saw Simon and John going into the temple, asked them to give him alms. |
[3]ὃς ἰδὼν Πέτρον καὶ Ἰωάνην μέλλοντας εἰσιέναι εἰς τὸ ἱερὸν ἠρώτα ἐλεημοσύνην λαβεῖν. |
[4]And Simon and John looked on him, and said to him: Look on us. |
[4]ἀτενίσας δὲ Πέτρος εἰς αὐτὸν σὺν τῷ Ἰωάνῃ εἶπεν, Βλέψον εἰς ἡμᾶς. |
[5]And he looked on them, expecting to receive something from them. |
[5]ὁ δὲ ἐπεῖχεν αὐτοῖς προσδοκῶν τι παρ̕ αὐτῶν λαβεῖν. |
[6]Simon said to him: Gold and silver, I have not; but what I have, I give to thee; in the name of our Lord Jesus Messiah, the Nazarean, rise up and walk. |
[6]εἶπεν δὲ Πέτρος, Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι. ἐν τῷ ὀνόματι Ἰησοῦ χριστοῦ τοῦ Ναζωραίου [ἔγειρε καὶ] περιπάτει. |
[7]And he took him by the right hand, and raised him up: and forthwith, his feet and his heels recovered strength. |
[7]καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς ἤγειρεν αὐτόν. παραχρῆμα δὲ ἐστερεώθησαν αἱ βάσεις αὐτοῦ καὶ τὰ σφυρά, |
[8]And he sprang, stood up, and walked: and he entered with them into the temple, walking, and leaping, and praising God. |
[8]καὶ ἐξαλλόμενος ἔστη καὶ περιεπάτει, καὶ εἰσῆλθεν σὺν αὐτοῖς εἰς τὸ ἱερὸν περιπατῶν καὶ ἁλλόμενος καὶ αἰνῶν τὸν θεόν. |
[9]And all the people saw him, as he walked and praised God. |
[9]καὶ εἶδεν πᾶς ὁ λαὸς αὐτὸν περιπατοῦντα καὶ αἰνοῦντα τὸν θεόν, |
[10]And they knew that he was the beggar, who sat daily and asked alms, at the gate called Beautiful: and they were filled with wonder and admiration at what had occurred. |
[10](ἐπεγίνωσκον δὲ αὐτὸν ὅτι οὗτος ἦν ὁ πρὸς τὴν ἐλεημοσύνην καθήμενος ἐπὶ τῇ ὡραίᾳ πύλῃ τοῦ ἱεροῦ), καὶ ἐπλήσθησαν θάμβους καὶ ἐκστάσεως ἐπὶ τῷ συμβεβηκότι αὐτῷ. |
[11]And as he held fast to Simon and John, all the people admiring ran to them at the portico called Solomon's. |
[11]κρατοῦντος δὲ αὐτοῦ τὸν Πέτρον καὶ τὸν Ἰωάνην συνέδραμεν πᾶς ὁ λαὸς πρὸς αὐτοὺς ἐπὶ τῇ στοᾷ τῇ καλουμένῃ Σολομῶνος ἔκθαμβοι. |
[12]And when Simon saw [it], he answered and said to them: Men, sons of Israel, why do ye wonder at this? or why do ye gaze on us, as if by our own power or authority we had made this man to walk? |
[12]ἰδὼν δὲ ὁ Πέτρος ἀπεκρίνατο πρὸς τὸν λαόν, Ἄνδρες Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσιν τοῦ περιπατεῖν αὐτόν; |
[13]The God of Abraham and of Isaac and of Jacob, the God of our fathers, hath glorified his Son Jesus; whom ye delivered up, and denied in the presence of Pilate, when he would have justified him and set him free. |
[13]ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ὁ θεὸς τῶν πατέρων ἡμῶν, ἐδόξασεν τὸν παῖδα αὐτοῦ Ἰησοῦν, ὃν ὑμεῖς μὲν παρεδώκατε καὶ ἠρνήσασθε [αὐτὸν] κατὰ πρόσωπον Πιλάτου, κρίναντος ἐκείνου ἀπολύειν· |
[14]But ye denied the holy and just One, and demanded that a murderer should be released to you. |
[14]ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε, καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν, |
[15]And that Prince of life ye slew; and him, hath God raised from the dead, and all of us are witnesses of it. |
[15]τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε· ὃν ὁ θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὗ ἡμεῖς μάρτυρές ἐσμεν. |
[16]And, by the faith in his name, he hath strengthened and cured this man, whom ye see and know; and faith in him hath given the man this soundness before you all. |
[16]καὶ ἐπὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ τοῦτον, ὃν θεωρεῖτε καὶ οἴδατε, ἐστερέωσεν τὸ ὄνομα αὐτοῦ, καὶ ἡ πίστις ἡ δι̕ αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτην ἀπέναντι πάντων ὑμῶν. |
[17]And now, my brethren, I know that through misapprehensions ye did this, as did also your chiefs: |
[17]καὶ νῦν, ἀδελφοί, οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν· |
[18]and God, according as he had previously announced by the mouth of all the prophets that the Messiah would suffer, hath in this manner fulfilled [it]. |
[18]ὁ δὲ θεὸς ἃ προκατήγγειλεν διὰ στόματος πάντων τῶν προφητῶν παθεῖν τὸν χριστὸν αὐτοῦ ἐπλήρωσεν οὕτως. |
[19]Repent, therefore, and be converted; that so your sins may be blotted out, |
[19]μετανοήσατε οὖν καὶ ἐπιστρέψατε εἰς τὸ ἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας, |
[20]and times of rest may come to you from before the face of the Lord; and he may send to you him, who was made ready for you, Jesus the Messiah: |
[20]ὅπως ἂν ἔλθωσιν καιροὶ ἀναψύξεως ἀπὸ προσώπου τοῦ κυρίου, καὶ ἀποστείλῃ τὸν προκεχειρισμένον ὑμῖν χριστόν Ἰησοῦν, |
[21]whom the heavens must retain, until the completion of the times of those things, which God hath spoken by the mouth of his holy prophets of old. |
[21]ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως πάντων ὧν ἐλάλησεν ὁ θεὸς διὰ στόματος τῶν ἁγίων ἀπ̕ αἰῶνος αὐτοῦ προφητῶν. |
[22]For Moses said: A prophet, like me, will the Lord raise up to you, from among your brethren ; to him hearken ye, in all that he shall say to you. |
[22]Μωυσῆς μὲν εἶπεν ὅτι προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς. |
[23]And it will be, that every soul who will not hearken to that prophet, that soul shall perish from his people. |
[23]ἔσται δέ, πᾶσα ψυχὴ ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου ἐξολεθρευθήσεται ἐκ τοῦ λαοῦ. |
[24]And all the prophets that have been, from Samuel and those after him, have spoken and proclaimed of these days. |
[24]καὶ πάντες δὲ οἱ προφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς ὅσοι ἐλάλησαν, καὶ κατήγγειλαν τὰς ἡμέρας ταύτας. |
[25]Ye are the children of the prophets: and that covenant which God made with our fathers, when he said to Abraham, that in thy seed shall all the families of the earth be blessed, |
[25]ὑμεῖς ἐστε οἱ υἱοὶ τῶν προφητῶν, καὶ τῆς διαθήκης ἧς διέθετο ὁ θεὸς πρὸς τοὺς πατέρας ὑμῶν, λέγων πρὸς Ἀβραάμ, Καὶ ἐν τῷ σπέρματί σου ἐνευλογηθήσονται πᾶσαι αἱ πατριαὶ τῆς γῆς. |
[26]he hath first established to you: and God hath sent his Son to bless you, if ye will be converted, and repent of your wickedness. |
[26]ὑμῖν πρῶτον ὁ θεὸς ἀναστήσας τὸν παῖδα αὐτοῦ ἀπέστειλεν αὐτὸν εὐλογοῦντα ὑμᾶς, ἐν τῷ ἀποστρέφειν ἕκαστον ἀπὸ τῶν πονηριῶν ὑμῶν. |