|
[1]⸂Πέτρος δὲ⸃ καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐνάτην, |
[1]Now Peter and John went up together into the Temple, at the ninth hour of prayer. |
[2]καί τις ἀνὴρ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο, ὃν ἐτίθουν καθʼ ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένην Ὡραίαν τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν, |
[2]And a certain man which was a cripple from his mother's womb, was carried, whom they laid daily at the gate of the Temple called Beautiful, to ask alms of them that entered into the Temple. |
[3]ὃς ἰδὼν Πέτρον καὶ Ἰωάννην μέλλοντας εἰσιέναι εἰς τὸ ἱερὸν ἠρώτα ἐλεημοσύνην ⸀λαβεῖν. |
[3]Who seeing Peter and John, that they would enter into the Temple, desired to receive an alms. |
[4]ἀτενίσας δὲ Πέτρος εἰς αὐτὸν σὺν τῷ Ἰωάννῃ εἶπεν· Βλέψον εἰς ἡμᾶς. |
[4]And Peter earnestly beholding him with John, said, Look on us. |
[5]ὁ δὲ ἐπεῖχεν αὐτοῖς προσδοκῶν τι παρʼ αὐτῶν λαβεῖν. |
[5]And he gave heed unto them, trusting to receive some thing of them. |
[6]εἶπεν δὲ Πέτρος· Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι, ὃ δὲ ἔχω τοῦτό σοι δίδωμι· ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου ⸀περιπάτει. |
[6]Then said Peter, Silver and gold have I none, but such as I have, that give I thee: In the Name of Jesus Christ of Nazareth rise up and walk. |
[7]καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς ἤγειρεν ⸀αὐτόν· παραχρῆμα δὲ ἐστερεώθησαν ⸂αἱ βάσεις αὐτοῦ⸃ καὶ τὰ ⸀σφυδρά, |
[7]And he took him by the right hand, and lift him up, and immediately his feet and ankle bones received strength. |
[8]καὶ ἐξαλλόμενος ἔστη καὶ περιεπάτει, καὶ εἰσῆλθεν σὺν αὐτοῖς εἰς τὸ ἱερὸν περιπατῶν καὶ ἁλλόμενος καὶ αἰνῶν τὸν θεόν. |
[8]And he leaped up, stood, and walked, and entered with them into the Temple, walking and leaping, and praising God. |
[9]καὶ εἶδεν ⸂πᾶς ὁ λαὸς αὐτὸν⸃ περιπατοῦντα καὶ αἰνοῦντα τὸν θεόν, |
[9]And all the people saw him walk, and praising God, |
[10]ἐπεγίνωσκον ⸀δὲ αὐτὸν ὅτι ⸀οὗτος ἦν ὁ πρὸς τὴν ἐλεημοσύνην καθήμενος ἐπὶ τῇ Ὡραίᾳ Πύλῃ τοῦ ἱεροῦ, καὶ ἐπλήσθησαν θάμβους καὶ ἐκστάσεως ἐπὶ τῷ συμβεβηκότι αὐτῷ. |
[10]And they knew him, that it was he which sat for the alms at the Beautiful gate of the Temple: and they were amazed, and sore astonished at that, which was come unto him. |
[11]Κρατοῦντος δὲ ⸀αὐτοῦ τὸν Πέτρον καὶ ⸀τὸν Ἰωάννην συνέδραμεν ⸂πᾶς ὁ λαὸς πρὸς αὐτοὺς⸃ ἐπὶ τῇ στοᾷ τῇ καλουμένῃ Σολομῶντος ἔκθαμβοι. |
[11] And as the cripple which was healed, held Peter and John, all the people ran amazed unto them in the porch which is called Solomon's. |
[12]ἰδὼν δὲ ⸀ὁ Πέτρος ἀπεκρίνατο πρὸς τὸν λαόν· Ἄνδρες Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσιν τοῦ περιπατεῖν αὐτόν; |
[12]So when Peter saw it, he answered unto the people, Ye men of Israel, why marvel ye at this? or why look ye so steadfastly on us, as though by our own power or godliness, we had made this man go? |
[13]ὁ θεὸς Ἀβραὰμ καὶ ⸂Ἰσαὰκ καὶ⸃ Ἰακώβ, ὁ θεὸς τῶν πατέρων ἡμῶν, ἐδόξασεν τὸν παῖδα αὐτοῦ Ἰησοῦν, ὃν ὑμεῖς ⸀μὲν παρεδώκατε καὶ ⸀ἠρνήσασθε κατὰ πρόσωπον Πιλάτου, κρίναντος ἐκείνου ἀπολύειν· |
[13]The GOD of Abraham, and Isaac, and Jacob, the GOD of our fathers hath glorified his Son Jesus, whom ye betrayed, and denied in the presence of Pilate, when he had judged him to be delivered. |
[14]ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν, |
[14]But ye denied the holy one and the just, and desired a murderer to be given you, |
[15]τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε, ὃν ὁ θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὗ ἡμεῖς μάρτυρές ἐσμεν. |
[15]And killed the Lord of life, whom God hath raised from the dead, whereof we are witnesses. |
[16]καὶ ⸀ἐπὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ τοῦτον ὃν θεωρεῖτε καὶ οἴδατε ἐστερέωσεν τὸ ὄνομα αὐτοῦ, καὶ ἡ πίστις ἡ διʼ αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτην ἀπέναντι πάντων ὑμῶν. |
[16]And his Name hath made this man sound, whom ye see, and know, through faith in his Name: and the faith which is by him, hath given to him this disposition of his whole body in the presence of you all. |
[17]Καὶ νῦν, ἀδελφοί, οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν· |
[17]And now brethren, I know that through ignorance ye did it, as did also your governors. |
[18]ὁ δὲ θεὸς ἃ προκατήγγειλεν διὰ στόματος πάντων τῶν ⸀προφητῶν παθεῖν τὸν χριστὸν ⸀αὐτοῦ ἐπλήρωσεν οὕτως. |
[18]But those things which God before had showed by the mouth of all his Prophets, that Christ should suffer, he hath thus fulfilled. |
[19]μετανοήσατε οὖν καὶ ἐπιστρέψατε ⸀πρὸς τὸ ἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας, |
[19]Amend your lives therefore, and turn, that your sins may be put away, when the time of refreshing shall come from the presence of the Lord. |
[20]ὅπως ἂν ἔλθωσιν καιροὶ ἀναψύξεως ἀπὸ προσώπου τοῦ κυρίου καὶ ἀποστείλῃ τὸν προκεχειρισμένον ὑμῖν χριστὸν Ἰησοῦν, |
[20]And he shall send Jesus Christ, which before was preached unto you, |
[21]ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως πάντων ὧν ἐλάλησεν ὁ θεὸς διὰ ⸀στόματος τῶν ἁγίων ⸂ἀπʼ αἰῶνος αὐτοῦ προφητῶν⸃. |
[21]Whom the heaven must contain until the time that all things be restored, which God had spoken by the mouth of all his holy Prophets since the world began. |
[22]Μωϋσῆς ⸀μὲν εἶπεν ὅτι Προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ ⸀θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς. |
[22]For Moses said unto the Fathers, The Lord your God shall raise up unto you a Prophet, even of your brethren like unto me: ye shall hear him in all things, whatsoever he shall say unto you. |
[23]ἔσται δὲ πᾶσα ψυχὴ ἥτις ⸀ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου ἐξολεθρευθήσεται ἐκ τοῦ λαοῦ. |
[23]For it shall be that every person which shall not hear that Prophet, shall be destroyed out of the people. |
[24]καὶ πάντες δὲ οἱ προφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς ὅσοι ἐλάλησαν καὶ κατήγγειλαν τὰς ἡμέρας ταύτας. |
[24]Also all the Prophets from Samuel, and thenceforth as many as have spoken, have likewise foretold of these days. |
[25]ὑμεῖς ἐστε ⸀οἱ υἱοὶ τῶν προφητῶν καὶ τῆς διαθήκης ἧς ⸂διέθετο ὁ θεὸς⸃ πρὸς τοὺς πατέρας ⸀ὑμῶν, λέγων πρὸς Ἀβραάμ· Καὶ ἐν τῷ σπέρματί σου ⸀ἐνευλογηθήσονται πᾶσαι αἱ πατριαὶ τῆς γῆς. |
[25]Ye are the children of the Prophets, and of the covenant, which God hath made unto our fathers, saying to Abraham, Even in thy seed shall all the kindreds of the earth be blessed. |
[26]ὑμῖν πρῶτον ⸂ἀναστήσας ὁ θεὸς⸃ τὸν παῖδα ⸀αὐτοῦ ἀπέστειλεν αὐτὸν εὐλογοῦντα ὑμᾶς ἐν τῷ ἀποστρέφειν ἕκαστον ἀπὸ τῶν πονηριῶν ὑμῶν. |
[26]First unto you hath God raised up his Son Jesus, and him he hath sent to bless you, in turning every one of you from your iniquities. |