«
Patriarchal Greek NT (1904)
Patr
Westcott/Hort Greek NT (1881)
W/H GNT
[1]Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαὸν ἐπέστησαν αὐτοῖς οἱ ἱερεῖς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ Σαδδουκαῖοι, [1]λαλουντων δε αυτων προς τον λαον επεστησαν αυτοις οι αρχιερεις ιερεις και ο στρατηγος του ιερου και οι σαδδουκαιοι
[2]διαπονούμενοι διὰ τὸ διδάσκειν αὐτοὺς τὸν λαὸν καὶ καταγγέλλειν ἐν τῷ ᾿Ιησοῦ τὴν ἀνάστασιν τῶν νεκρῶν· [2]διαπονουμενοι δια το διδασκειν αυτους τον λαον και καταγγελλειν εν τω ιησου την αναστασιν την εκ νεκρων
[3]καὶ ἐπέβαλον αὐτοῖς τὰς χεῖρας καὶ ἔθεντο εἰς τήρησιν εἰς τὴν αὔριον· ἦν γὰρ ἑσπέρα ἤδη. [3]και επεβαλον αυτοις τας χειρας και εθεντο εις τηρησιν εις την αυριον ην γαρ εσπερα ηδη
[4]πολλοὶ δὲ τῶν ἀκουσάντων τὸν λόγον ἐπίστευσαν, καὶ ἐγενήθη ὁ ἀριθμὸς τῶν ἀνδρῶν ὡσεὶ χιλιάδες πέντε. [4]πολλοι δε των ακουσαντων τον λογον επιστευσαν και εγενηθη [ο] αριθμος των ανδρων ως [ως] χιλιαδες πεντε
[5]᾿Εγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας καὶ τοὺς πρεσβυτέρους καὶ γραμματεῖς εἰς ῾Ιερουσαλήμ, [5]εγενετο δε επι την αυριον συναχθηναι αυτων τους αρχοντας και τους πρεσβυτερους και τους γραμματεις εν ιερουσαλημ
[6]καὶ ῎Ανναν τὸν ἀρχιερέα καὶ Καϊάφαν καὶ ᾿Ιωάννην καὶ ᾿Αλέξανδρον καὶ ὅσοι ἦσαν ἐκ γένους ἀρχιερατικοῦ, [6]και αννας ο αρχιερευς και καιαφας και ιωαννης και αλεξανδρος και οσοι ησαν εκ γενους αρχιερατικου
[7]καὶ στήσαντες αὐτοὺς ἐν τῷ μέσῳ ἐπυνθάνοντο· ἐν ποίᾳ δυνάμει ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς; [7]και στησαντες αυτους εν τω μεσω επυνθανοντο εν ποια δυναμει η εν ποιω ονοματι εποιησατε τουτο υμεις
[8]τότε Πέτρος πλησθεὶς Πνεύματος ῾Αγίου εἶπε πρὸς αὐτούς· ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι τοῦ ᾿Ισραήλ, [8]τοτε πετρος πλησθεις πνευματος αγιου ειπεν προς αυτους αρχοντες του λαου και πρεσβυτεροι
[9]εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος σέσωσται, [9]ει ημεις σημερον ανακρινομεθα επι ευεργεσια ανθρωπου ασθενους εν τινι ουτος σεσωσται σεσωται
[10]γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ ᾿Ισραὴλ ὅτι ἐν τῷ ὀνόματι ᾿Ιησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής. [10]γνωστον εστω πασιν υμιν και παντι τω λαω ισραηλ οτι εν τω ονοματι ιησου χριστου του ναζωραιου ον υμεις εσταυρωσατε ον ο θεος ηγειρεν εκ νεκρων εν τουτω ουτος παρεστηκεν ενωπιον υμων υγιης
[11]οὗτός ἐστιν ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφ᾿ ὑμῶν τῶν οἰκοδομούντων, ὁ γενόμενος εἰς κεφαλὴν γωνίας. [11]ουτος εστιν ο λιθος ο εξουθενηθεις υφ υμων των οικοδομων ο γενομενος εις κεφαλην γωνιας
[12]καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία· οὐδὲ γὰρ ὄνομά ἐστιν ἕτερον ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνθρώποις ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς. [12]και ουκ εστιν εν αλλω ουδενι η σωτηρια ουδε γαρ ονομα εστιν ετερον υπο τον ουρανον το δεδομενον εν ανθρωποις εν ω δει σωθηναι ημας
[13]Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶ ᾿Ιωάννου, καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσι καὶ ἰδιῶται, ἐθαύμαζον, ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ ᾿Ιησοῦ ἦσαν, [13]θεωρουντες δε την του πετρου παρρησιαν και ιωαννου και καταλαβομενοι οτι ανθρωποι αγραμματοι εισιν και ιδιωται εθαυμαζον επεγινωσκον τε αυτους οτι συν τω ιησου ησαν
[14]τὸν δὲ ἄνθρωπον βλέποντες σὺν αὐτοῖς ἑστῶτα τὸν τεθεραπευμένον, οὐδὲν εἶχον ἀντειπεῖν. [14]τον τε ανθρωπον βλεποντες συν αυτοις εστωτα τον τεθεραπευμενον ουδεν ειχον αντειπειν
[15]κελεύσαντες δὲ αὐτοὺς ἔξω τοῦ συνεδρίου ἀπελθεῖν, συνέβαλλον πρὸς ἀλλήλους [15]κελευσαντες δε αυτους εξω του συνεδριου απελθειν συνεβαλλον προς αλληλους
[16]λέγοντες· τί ποιήσομεν τοῖς ἀνθρώποις τούτοις; ὅτι μὲν γὰρ γνωστὸν σημεῖον γέγονε δι᾿ αὐτῶν, πᾶσι τοῖς κατοικοῦσιν ῾Ιερουσαλὴμ φανερὸν καὶ οὐ δυνάμεθα ἀρνήσασθαι· [16]λεγοντες τι ποιησωμεν τοις ανθρωποις τουτοις οτι μεν γαρ γνωστον σημειον γεγονεν δι αυτων πασιν τοις κατοικουσιν ιερουσαλημ φανερον και ου δυναμεθα αρνεισθαι
[17]ἀλλ᾿ ἵνα μὴ ἐπὶ πλεῖον διανεμηθῇ εἰς τὸν λαόν, ἀπειλῇ ἀπειλησώμεθα αὐτοῖς μηκέτι λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ μηδενὶ ἀνθρώπων. [17]αλλ ινα μη επι πλειον διανεμηθη εις τον λαον απειλησωμεθα αυτοις μηκετι λαλειν επι τω ονοματι τουτω μηδενι ανθρωπων
[18]καὶ καλέσαντες αὐτοὺς παρήγγειλαν αὐτοῖς τὸ καθόλου μὴ φθέγγεσθαι μηδὲ διδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦ ᾿Ιησοῦ. [18]και καλεσαντες αυτους παρηγγειλαν το καθολου μη φθεγγεσθαι μηδε διδασκειν επι τω ονοματι [του] του ιησου
[19]ὁ δὲ Πέτρος καὶ ᾿Ιωάννης ἀποκριθέντες πρὸς αὐτοὺς εἶπον· εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ Θεοῦ ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ Θεοῦ, κρίνατε. [19]ο δε πετρος και ιωαννης αποκριθεντες ειπον προς αυτους ει δικαιον εστιν ενωπιον του θεου υμων ακουειν μαλλον η του θεου κρινατε
[20]οὐ δυνάμεθα γὰρ ἡμεῖς ἃ εἴδομεν καὶ ἠκούσαμεν μὴ λαλεῖν. [20]ου δυναμεθα γαρ ημεις α ειδαμεν και ηκουσαμεν μη λαλειν
[21]οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτούς, μηδὲν εὑρίσκοντες τὸ πῶς κολάσονται αὐτούς, διὰ τὸν λαόν, ὅτι πάντες ἐδόξαζον τὸν Θεὸν ἐπὶ τῷ γεγονότι· [21]οι δε προσαπειλησαμενοι απελυσαν αυτους μηδεν ευρισκοντες το πως-I κολασωνται αυτους δια τον λαον οτι παντες εδοξαζον τον θεον επι τω γεγονοτι
[22]ἐτῶν γὰρ ἦν πλειόνων τεσσαράκοντα ὁ ἄνθρωπος ἐφ᾿ ὃν ἐγεγόνει τὸ σημεῖον τοῦτο τῆς ἰάσεως. [22]ετων γαρ ην πλειονων τεσσερακοντα ο ανθρωπος εφ ον γεγονει το σημειον τουτο της ιασεως
[23]᾿Απολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους καὶ ἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπον. [23]απολυθεντες δε ηλθον προς τους ιδιους και απηγγειλαν οσα προς αυτους οι αρχιερεις και οι πρεσβυτεροι ειπαν
[24]οἱ δὲ ἀκούσαντες ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν Θεὸν καὶ εἶπον· Δέσποτα, σὺ ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς, [24]οι δε ακουσαντες ομοθυμαδον ηραν φωνην προς τον θεον και ειπαν δεσποτα συ ο ποιησας τον ουρανον και την γην και την θαλασσαν και παντα τα εν αυτοις
[25]ὁ διὰ στόματος Δαυῒδ παιδός σου εἰπών· ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; [25]ο του πατρος ημων δια πνευματος αγιου στοματος δαυιδ παιδος σου ειπων ινα τι εφρυαξαν εθνη και λαοι εμελετησαν κενα
[26]παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. [26]παρεστησαν οι βασιλεις της γης και οι αρχοντες συνηχθησαν επι το αυτο κατα του κυριου και κατα του χριστου αυτου
[27]συνήχθησαν γὰρ ἐπ᾿ ἀληθείας ἐπὶ τὸν ἅγιον παῖδά σου ᾿Ιησοῦν, ὃν ἔχρισας, ῾Ηρῴδης τε καὶ Πόντιος Πιλᾶτος σὺν ἔθνεσι καὶ λαοῖς ᾿Ισραήλ, [27]συνηχθησαν γαρ επ αληθειας εν τη πολει ταυτη επι τον αγιον παιδα σου ιησουν ον εχρισας ηρωδης τε και ποντιος πιλατος συν εθνεσιν και λαοις ισραηλ
[28]ποιῆσαι ὅσα ἡ χείρ σου καὶ ἡ βουλή σου προώρισε γενέσθαι. [28]ποιησαι οσα η χειρ σου και η βουλη [σου] προωρισεν γενεσθαι
[29]καὶ τὰ νῦν, Κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν, καὶ δὸς τοῖς δούλοις σου μετὰ παρρησίας πάσης λαλεῖν τὸν λόγον σου [29]και τα νυν κυριε επιδε επι τας απειλας αυτων και δος τοις δουλοις σου μετα παρρησιας πασης λαλειν τον λογον σου
[30]ἐν τῷ τὴν χεῖρά σου ἐκτείνειν σε εἰς ἴασιν καὶ σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τοῦ ὀνόματος τοῦ ἁγίου παιδός σου ᾿Ιησοῦ. [30]εν τω την χειρα [σου] εκτεινειν σε εις ιασιν και σημεια και τερατα γινεσθαι δια του ονοματος του αγιου παιδος σου ιησου
[31]καὶ δεηθέντων αὐτῶν ἐσαλεύθη ὁ τόπος ἐν ᾧ ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος ῾Αγίου, καὶ ἐλάλουν τὸν λόγον τοῦ Θεοῦ μετὰ παρρησίας. [31]και δεηθεντων αυτων εσαλευθη ο τοπος εν ω ησαν συνηγμενοι και επλησθησαν απαντες του αγιου πνευματος και ελαλουν τον λογον του θεου μετα παρρησιας
[32]Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία, καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι, ἀλλ᾿ ἦν αὐτοῖς ἅπαντα κοινά. [32]του δε πληθους των πιστευσαντων ην καρδια και ψυχη μια και ουδε εις τι των υπαρχοντων αυτω ελεγεν ιδιον ειναι αλλ ην αυτοις παντα απαντα κοινα
[33]καὶ μεγάλῃ δυνάμει ἀπεδίδουν τὸ μαρτύριον οἱ ἀπόστολοι τῆς ἀναστάσεως τοῦ Κυρίου ᾿Ιησοῦ, χάρις τε μεγάλη ἦν ἐπὶ πάντας αὐτούς. [33]και δυναμει μεγαλη απεδιδουν το μαρτυριον οι αποστολοι του κυριου ιησου της αναστασεως της αναστασεως του κυριου ιησου χαρις τε μεγαλη ην επι παντας αυτους
[34]οὐδὲ γὰρ ἐνδεής τις ὑπῆρχεν ἐν αὐτοῖς· ὅσοι γὰρ κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων· [34]ουδε γαρ ενδεης τις ην εν αυτοις οσοι γαρ κτητορες χωριων η οικιων υπηρχον πωλουντες εφερον τας τιμας των πιπρασκομενων
[35]διεδίδετο δὲ ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχεν. [35]και ετιθουν παρα τους ποδας των αποστολων διεδιδετο δε εκαστω καθοτι αν τις χρειαν ειχεν
[36]᾿Ιωσῆς δὲ ὁ ἐπικληθεὶς Βαρνάβας ὑπὸ τῶν ἀποστόλων, ὅ ἔστι μεθερμηνευόμενον υἱὸς παρακλήσεως, Λευΐτης, Κύπριος τῷ γένει, [36]ιωσηφ δε ο επικληθεις βαρναβας απο των αποστολων ο εστιν μεθερμηνευομενον υιος παρακλησεως λευιτης κυπριος τω γενει
[37]ὑπάρχοντος αὐτῷ ἀγροῦ, πωλήσας ἤνεγκε τὸ χρῆμα καὶ ἔθηκε παρὰ τοὺς πόδας τῶν ἀποστόλων. [37]υπαρχοντος αυτω αγρου πωλησας ηνεγκεν το χρημα και εθηκεν παρα προς τους ποδας των αποστολων
Author: Ecumenical Patriarchate of Constantinople
Source: www.hagiascriptura.com
Author: Brooke Foss Westcott (1825–1901), Fenton John Anthony Hort (1828–1892)
Source: www.unboundbible.org

See information...
Top