|
[1]Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ. Ἐγένετο δὲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διωγμὸς μέγας ἐπὶ τὴν ἐκκλησίαν τὴν ἐν Ἱεροσολύμοις· πάντες τε διεσπάρησαν κατὰ τὰς χώρας τῆς Ἰουδαίας καὶ Σαμαρείας, πλὴν τῶν ἀποστόλων. |
[1]And Saul was assenting to his death, and there came in that day a great persecution upon the assembly in Jerusalem, all also were scattered abroad in the regions of Judea and Samaria, except the apostles; |
[2]συνεκόμισαν δὲ τὸν Στέφανον ἄνδρες εὐλαβεῖς, καὶ ἐποιήσαντο κοπετὸν μέγαν ἐπ’ αὐτῷ. |
[2]and devout men carried away Stephen, and made great lamentation over him; |
[3]Σαῦλος δὲ ἐλυμαίνετο τὴν ἐκκλησίαν, κατὰ τοὺς οἴκους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας παρεδίδου εἰς φυλακήν. |
[3]and Saul was making havoc of the assembly, into every house entering, and haling men and women, was giving them up to prison; |
[4]Οἱ μὲν οὖν διασπαρέντες διῆλθον, εὐαγγελιζόμενοι τὸν λόγον. |
[4]they then indeed, having been scattered, went abroad proclaiming good news -- the word. |
[5]Φίλιππος δὲ κατελθὼν εἰς πόλιν τῆς Σαμαρείας, ἐκήρυσσεν αὐτοῖς τὸν Χριστόν. |
[5]And Philip having gone down to a city of Samaria, was preaching to them the Christ, |
[6]προσεῖχον τε οἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ τοῦ Φιλίππου ὁμοθυμαδόν, ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα ἃ ἐποίει. |
[6]the multitudes also were giving heed to the things spoken by Philip, with one accord, in their hearing and seeing the signs that he was doing, |
[7]πολλῶν γὰρ τῶν ἐχόντων πνεύματα ἀκάθαρτα, βοῶντα μεγάλῃ φωνῇ ἐξήρχετο· πολλοὶ δὲ παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν. |
[7]for unclean spirits came forth from many who were possessed, crying with a loud voice, and many who have been paralytic and lame were healed, |
[8]καὶ ἐγένετο χαρὰ μεγάλη ἐν τῇ πόλει ἐκείνῃ. |
[8]and there was great joy in that city. |
[9]Ἀνὴρ δέ τις ὀνόματι Σίμων προϋπῆρχεν ἐν τῇ πόλει μαγεύων καὶ ἐξιστῶν τὸ ἔθνος τῆς Σαμαρείας, λέγων εἶναί τινα ἑαυτὸν μέγαν· |
[9]And a certain man, by name Simon, was before in the city using magic, and amazing the nation of Samaria, saying himself to be a certain great one, |
[10]ᾧ προσεῖχον πάντες ἀπὸ μικροῦ ἕως μεγάλου, λέγοντες, Οὗτός ἐστιν ἡ δύναμις τοῦ Θεοῦ ἡ μεγάλη. |
[10]to whom they were all giving heed, from small unto great, saying, `This one is the great power of God;' |
[11]προσεῖχον δὲ αὐτῷ, διὰ τὸ ἱκανῷ χρόνῳ ταῖς μαγείαις ἐξεστακέναι αὐτούς. |
[11]and they were giving heed to him, because of his having for a long time amazed them with deeds of magic. |
[12]ὅτε δὲ ἐπίστευσαν τῷ Φιλίππῳ εὐαγγελιζομένῳ τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ καὶ τοῦ ὀνόματος τοῦ Ἰησοῦ Χριστοῦ, ἐβαπτίζοντο ἄνδρες τε καὶ γυναῖκες. |
[12]And when they believed Philip, proclaiming good news, the things concerning the reign of God and the name of Jesus Christ, they were baptized both men and women; |
[13]ὁ δὲ Σίμων καὶ αὐτὸς ἐπίστευσε, καὶ βαπτισθεὶς ἦν προσκαρτερῶν τῷ Φιλίππῳ· θεωρῶν τε σημεῖα καὶ δυνάμεις μεγάλας γινόμενας, ἐξίστατο. |
[13]and Simon also himself did believe, and, having been baptized, he was continuing with Philip, beholding also signs and mighty acts being done, he was amazed. |
[14]Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι ὅτι δέδεκται ἡ Σαμάρεια τὸν λόγον τοῦ Θεοῦ, ἀπέστειλαν πρὸς αὐτοὺς τὸν Πέτρον καὶ Ἰωάννην· |
[14]And the apostles in Jerusalem having heard that Samaria hath received the word of God, did send unto them Peter and John, |
[15]οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν, ὅπως λάβωσι Πνεῦμα Ἅγιον· |
[15]who having come down did pray concerning them, that they may receive the Holy Spirit, -- |
[16]οὔπω γὰρ ἦν ἐπ’ οὐδενὶ αὐτῶν ἐπιπεπτωκός, μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ. |
[16]for as yet he was fallen upon none of them, and only they have been baptized -- to the name of the Lord Jesus; |
[17]τότε ἐπετίθουν τὰς χεῖρας ἐπ’ αὐτούς, καὶ ἐλάμβανον Πνεῦμα Ἅγιον. |
[17]then were they laying hands on them, and they received the Holy Spirit. |
[18]θεασάμενος δὲ ὁ Σίμων ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ Πνεῦμα τὸ Ἅγιον, προσήνεγκεν αὐτοῖς χρήματα, |
[18]And Simon, having beheld that through the laying on of the hands of the apostles, the Holy Spirit is given, brought before them money, |
[19]λέγων, Δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην, ἵνα ᾧ ἐὰν ἐπιθῶ τὰς χεῖρας, λαμβάνῃ Πνεῦμα Ἅγιον. |
[19]saying, `Give also to me this authority, that on whomsoever I may lay the hands, he may receive the Holy Spirit.' |
[20]Πέτρος δὲ εἶπε πρὸς αὐτόν, Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι. |
[20]And Peter said unto him, `Thy silver with thee -- may it be to destruction! because the gift of God thou didst think to possess through money; |
[21]οὐκ ἔστι σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ. ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἐνώπιον τοῦ Θεοῦ. |
[21]thou hast neither part nor lot in this thing, for thy heart is not right before God; |
[22]μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι τοῦ Θεοῦ, εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου. |
[22]reform, therefore, from this thy wickedness, and beseech God, if then the purpose of thy heart may be forgiven thee, |
[23]εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα. |
[23]for in the gall of bitterness, and bond of unrighteousness, I perceive thee being.' |
[24]ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπε, Δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Κύριον, ὅπως μηδὲν ἐπέλθῃ ἐπ’ ἐμὲ ὧν εἰρήκατε. |
[24]And Simon answering, said, `Beseech ye for me unto the Lord, that nothing may come upon me of the things ye have spoken.' |
[25]Οἱ μὲν οὖν διαμαρτυράμενοι καὶ λαλήσαντες τὸν λόγον τοῦ Κυρίου, ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, πολλάς τε κώμας τῶν Σαμαρειτῶν εὐηγγελίσαντο. |
[25]They indeed, therefore, having testified fully, and spoken the word of the Lord, did turn back to Jerusalem; in many villages also of the Samaritans they did proclaim good news. |
[26]Ἄγγελος δὲ Κυρίου ἐλάλησε πρὸς Φίλιππον, λέγων, Ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἰερουσαλὴμ εἰς Γάζαν· αὕτη ἐστὶν ἔρημος. |
[26]And a messenger of the Lord spake unto Philip, saying, `Arise, and go on toward the south, on the way that is going down from Jerusalem to Gaza,' -- this is desert. |
[27]καὶ ἀναστὰς ἐπορεύθη· καὶ ἰδού ἀνὴρ Αἰθίοψ εὐνοῦχος δυνάστης Κανδάκης τῆς βασιλίσσης Αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς, ὃς ἐληλύθει προσκυνήσων εἰς Ἰερουσαλήμ, |
[27]And having arisen, he went on, and lo, a man of Ethiopia, a eunuch, a man of rank, of Candace the queen of the Ethiopians, who was over all her treasure, who had come to worship to Jerusalem; |
[28]ἦν τε ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ, καὶ ἀνεγίνωσκε τὸν προφήτην Ἠσαΐαν. |
[28]he was also returning, and is sitting on his chariot, and he was reading the prophet Isaiah. |
[29]εἶπε δὲ τὸ Πνεῦμα τῷ Φιλίππῳ, Πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ. |
[29]And the Spirit said to Philip, `Go near, and be joined to this chariot;' |
[30]προσδραμὼν δὲ ὁ Φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος τὸν προφήτην Ἠσαΐαν, καὶ εἶπεν, Ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις; |
[30]and Philip having run near, heard him reading the prophet Isaiah, and said, `Dost thou then know what thou dost read?' |
[31]ὁ δὲ εἶπε, Πῶς γὰρ ἂν δυναίμην, ἐὰν μή τις ὁδηγήσῃ με; παρεκάλεσέ τε τὸν Φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ. |
[31]and he said, `Why, how am I able, if some one may not guide me?' he called Philip also, having come up, to sit with him. |
[32]ἡ δὲ περιοχὴ τῆς γραφῆς ἣν ἀνεγίνωσκεν ἦν αὕτη, Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. |
[32]And the contents of the Writing that he was reading was this: `As a sheep unto slaughter he was led, and as a lamb before his shearer dumb, so he doth not open his mouth; |
[33]ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη, τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ. |
[33]in his humiliation his judgment was taken away, and his generation -- who shall declare? because taken from the earth is his life.' |
[34]ἀποκριθεὶς δὲ ὁ εὐνοῦχος τῷ Φιλίππῳ εἶπε, Δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει τοῦτο; περὶ ἑαυτοῦ, ἢ περὶ ἑτέρου τινός; |
[34]And the eunuch answering Philip said, `I pray thee, about whom doth the prophet say this? about himself, or about some other one?' |
[35]ἀνοίξας δὲ ὁ Φίλιππος τὸ στόμα αὐτοῦ, καὶ ἀρξάμενος ἀπὸ τῆς γραφῆς ταύτης, εὐηγγελίσατο αὐτῷ τὸν Ἰησοῦν. |
[35]and Philip having opened his mouth, and having begun from this Writing, proclaimed good news to him -- Jesus. |
[36]ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδόν, ἦλθον ἐπί τι ὕδωρ· καί φησιν ὁ εὐνοῦχος, Ἰδού, ὕδωρ· τί κωλύει με βαπτισθῆναι; |
[36]And as they were going on the way, they came upon a certain water, and the eunuch said, `Lo, water; what doth hinder me to be baptized?' |
[37]εἰπε δὲ ὁ Φίλιππος, Εἰ πιστεύεις ἐξ ὅλης τὴς καρδίας, ἔξεστιν. ἀποκριθεὶς δὲ εἷπε, Πιστεύω τὸν ὑιὸν τοῦ Θεοῦ ἐιναι τὸν Ἰησοῦν Χριστόν. |
[37][And Philip said, `If thou dost believe out of all the heart, it is lawful;' and he answering said, `I believe Jesus Christ to be the Son of God;'] |
[38]καὶ ἐκέλευσε στῆναι τὸ ἅρμα· καὶ κατέβησαν ἀμφότεροι εἰς τὸ ὕδωρ, ὅ τε Φίλιππος καὶ ὁ εὐνοῦχος· καὶ ἐβάπτισεν αὐτόν. |
[38]and he commanded the chariot to stand still, and they both went down to the water, both Philip and the eunuch, and he baptized him; |
[39]ὅτε δὲ ἀνέβησαν ἐκ τοῦ ὕδατος, Πνεῦμα Κυρίου ἥρπασε τὸν Φίλιππον· καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι ὁ εὐνοῦχος, ἐπορεύετο γὰρ τὴν ὁδὸν αὐτοῦ χαίρων. |
[39]and when they came up out of the water, the Spirit of the Lord caught away Philip, and the eunuch saw him no more, for he was going on his way rejoicing; |
[40]Φίλιππος δὲ εὑρέθη εἰς Ἄζωτον· καὶ διερχόμενος εὐηγγελίζετο τὰς πόλεις πάσας, ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Καισάρειαν. |
[40]and Philip was found at Azotus, and passing through, he was proclaiming good news to all the cities, till his coming to Cesarea. |