|
[1]And Saul yet breathyng out threatnings and slaughter agaynst the disciples of ye Lord, went vnto ye hie priest |
[1]ὁ δὲ σαῦλος, ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ κυρίου, προσελθὼν τῶ ἀρχιερεῖ |
[2]And desired of him letters to carrye to Damascus, to the synagogues: that yf he founde any of this waye, whether they were men or women, he myght bryng them bounde vnto Hierusalem |
[2]ᾐτήσατο παρ᾽ αὐτοῦ ἐπιστολὰς εἰς δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας, ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς ἰερουσαλήμ. |
[3]And when he iourneyed, it came to passe, that as he was come nye to Damascus, sodenly there shyned rounde about hym a lyght from heauen |
[3]ἐν δὲ τῶ πορεύεσθαι ἐγένετο αὐτὸν ἐγγίζειν τῇ δαμασκῶ, ἐξαίφνης τε αὐτὸν περιήστραψεν φῶς ἐκ τοῦ οὐρανοῦ, |
[4]And he fell to the earth, and hearde a voyce saying to him: Saul, Saul, why persecutest thou me |
[4]καὶ πεσὼν ἐπὶ τὴν γῆν ἤκουσεν φωνὴν λέγουσαν αὐτῶ, σαοὺλ σαούλ, τί με διώκεις; |
[5]And he sayde: Who art thou Lorde? And the Lorde said: I am Iesus who thou persecutest, It is harde for thee to kicke agaynst the prickes |
[5]εἶπεν δέ, τίς εἶ, κύριε; ὁ δέ, ἐγώ εἰμι ἰησοῦς ὃν σὺ διώκεις· |
[6]And he both tremblyng and astonyed, sayde: Lord, what wylt thou haue me to do? And the Lorde sayde vnto hym: Aryse, and go into the citie, and it shalbe tolde thee what thou must do |
[6]ἀλλὰ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι ὅ τί σε δεῖ ποιεῖν. |
[7]The men also which iourneyed with him, stoode amased, hearing a voyce, but seyng no man |
[7]οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῶ εἱστήκεισαν ἐνεοί, ἀκούοντες μὲν τῆς φωνῆς μηδένα δὲ θεωροῦντες. |
[8]And Saul arose from the earth, and when he opened his eyes, he sawe no man: But they ledde him by the hande, and brought hym into Damascus |
[8]ἠγέρθη δὲ σαῦλος ἀπὸ τῆς γῆς, ἀνεῳγμένων δὲ τῶν ὀφθαλμῶν αὐτοῦ οὐδὲν ἔβλεπεν· χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς δαμασκόν. |
[9]And he was three dayes without syght, and neither dyd eate nor drynke |
[9]καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν. |
[10]And there was a certayne disciple at Damascus, named Ananias: & to him sayde the Lorde in a vision, Ananias. And he said, Behold [I am here] Lorde |
[10]ἦν δέ τις μαθητὴς ἐν δαμασκῶ ὀνόματι ἁνανίας, καὶ εἶπεν πρὸς αὐτὸν ἐν ὁράματι ὁ κύριος, ἁνανία. ὁ δὲ εἶπεν, ἰδοὺ ἐγώ, κύριε. |
[11]And the Lorde sayde vnto hym: aryse, and go into the streate, whiche is called strayght, and seeke in the house of Iudas, after one called Saul, of Tarsus: for beholde he prayeth |
[11]ὁ δὲ κύριος πρὸς αὐτόν, ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην εὐθεῖαν καὶ ζήτησον ἐν οἰκίᾳ ἰούδα σαῦλον ὀνόματι ταρσέα· ἰδοὺ γὰρ προσεύχεται, |
[12]And hath seene in a vision a man named Ananias commyng in to hym, and puttyng his handes on hym, that he myght receaue his syght |
[12]καὶ εἶδεν ἄνδρα [ἐν ὁράματι] ἁνανίαν ὀνόματι εἰσελθόντα καὶ ἐπιθέντα αὐτῶ [τὰς] χεῖρας ὅπως ἀναβλέψῃ. |
[13]Then Ananias aunswered: Lorde, I haue heard by many, of this man, how much euyll he hath done to thy saintes, at Hierusalem |
[13]ἀπεκρίθη δὲ ἁνανίας, κύριε, ἤκουσα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ τοῖς ἁγίοις σου ἐποίησεν ἐν ἰερουσαλήμ· |
[14]And here he hath aucthoritie of ye hye priestes, to bynde all yt call on thy name |
[14]καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου. |
[15]The Lord sayde vnto hym: Go thy way, for he is a chosen vessell vnto me, to beare my name before the gentiles, & kynges, and the chyldren of Israel |
[15]εἶπεν δὲ πρὸς αὐτὸν ὁ κύριος, πορεύου, ὅτι σκεῦος ἐκλογῆς ἐστίν μοι οὖτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν τε καὶ βασιλέων υἱῶν τε ἰσραήλ· |
[16]For I wyl shew hym how great thinges he must suffer for my names sake |
[16]ἐγὼ γὰρ ὑποδείξω αὐτῶ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν. |
[17]And Ananias went his way, and entred into the house, and put his handes on hym, and sayde: Brother Saul, the Lorde (euen Iesus that appeared vnto thee in the waye as thou camest) hath sent me, that thou myghtest receaue thy syght, & be fylled with the holy ghost |
[17]ἀπῆλθεν δὲ ἁνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπ᾽ αὐτὸν τὰς χεῖρας εἶπεν, σαοὺλ ἀδελφέ, ὁ κύριος ἀπέσταλκέν με, ἰησοῦς ὁ ὀφθείς σοι ἐν τῇ ὁδῶ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς πνεύματος ἁγίου. |
[18]And immediatly there fell from his eyes as it had ben scales, & he receaued syght foorthwith, and arose, and was baptized |
[18]καὶ εὐθέως ἀπέπεσαν αὐτοῦ ἀπὸ τῶν ὀφθαλμῶν ὡς λεπίδες, ἀνέβλεψέν τε, καὶ ἀναστὰς ἐβαπτίσθη, |
[19]And receaued meate, and was comforted. Then was Saul certaine dayes with the disciples whiche were at Damasco |
[19]καὶ λαβὼν τροφὴν ἐνίσχυσεν. ἐγένετο δὲ μετὰ τῶν ἐν δαμασκῶ μαθητῶν ἡμέρας τινάς, |
[20]And strayghtway he preached Christe in the synagogues, that he was ye sonne of God |
[20]καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσεν τὸν ἰησοῦν ὅτι οὖτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ. |
[21]But all that hearde hym, were amased, and sayde: Is not this he that destroyed them which called on this name in Hierusalem, and came hyther for that intent, that he myght bryng the bounde vnto the hye priestes |
[21]ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον, οὐχ οὖτός ἐστιν ὁ πορθήσας εἰς ἰερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο, καὶ ὧδε εἰς τοῦτο ἐληλύθει ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς; |
[22]But Saule increased the more in strength, and confounded the Iewes whiche dwelt at Damasco, affirmyng that this was very Christe |
[22]σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο καὶ συνέχυννεν [τοὺς] ἰουδαίους τοὺς κατοικοῦντας ἐν δαμασκῶ, συμβιβάζων ὅτι οὖτός ἐστιν ὁ χριστός. |
[23]And after that many dayes were fulfilled, the Iewes toke counsell together to kyll hym |
[23]ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί, συνεβουλεύσαντο οἱ ἰουδαῖοι ἀνελεῖν αὐτόν· |
[24]But their laying awayte was knowen of Saule. And they watched ye gates day and nyght to kyll hym |
[24]ἐγνώσθη δὲ τῶ σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν. παρετηροῦντο δὲ καὶ τὰς πύλας ἡμέρας τε καὶ νυκτὸς ὅπως αὐτὸν ἀνέλωσιν· |
[25]Then the disciples toke him by night, and put hym through the wall, and let hym downe in a basket |
[25]λαβόντες δὲ οἱ μαθηταὶ αὐτοῦ νυκτὸς διὰ τοῦ τείχους καθῆκαν αὐτὸν χαλάσαντες ἐν σπυρίδι. |
[26]And when Saule was come to Hierusalem, he assayde to couple hym selfe to the disciples: but they were all afrayde of hym, & beleued not that he was a disciple |
[26]παραγενόμενος δὲ εἰς ἰερουσαλὴμ ἐπείραζεν κολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντο αὐτόν, μὴ πιστεύοντες ὅτι ἐστὶν μαθητής. |
[27]But Barnabas toke hym, & brought hym to the Apostles, and declared to them howe he had seene the Lorde in the way, & that he had spoken to hym, and howe he had done boldely at Damasco in the name of Iesu |
[27]βαρναβᾶς δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγεν πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῶ εἶδεν τὸν κύριον καὶ ὅτι ἐλάλησεν αὐτῶ, καὶ πῶς ἐν δαμασκῶ ἐπαρρησιάσατο ἐν τῶ ὀνόματι τοῦ ἰησοῦ. |
[28]And he had his conuersation with the at Hierusalem |
[28]καὶ ἦν μετ᾽ αὐτῶν εἰσπορευόμενος καὶ ἐκπορευόμενος εἰς ἰερουσαλήμ, παρρησιαζόμενος ἐν τῶ ὀνόματι τοῦ κυρίου, |
[29]Speakyng boldly in the name of the Lorde Iesu. And he spake and disputed agaynst the Grekes: but they went about to slea hym |
[29]ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς ἑλληνιστάς· οἱ δὲ ἐπεχείρουν ἀνελεῖν αὐτόν. |
[30]Which whe the brethren knewe, they brought hym to Cesarea, and sent hym foorth to Tarsus |
[30]ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς καισάρειαν καὶ ἐξαπέστειλαν αὐτὸν εἰς ταρσόν. |
[31]Then had the Churches rest throughout all Iurie, and Galilee, and Samaria, and were edified, and walked in the feare of the Lorde, & multiplied by the comfort of the holy ghost |
[31]ἡ μὲν οὗν ἐκκλησία καθ᾽ ὅλης τῆς ἰουδαίας καὶ γαλιλαίας καὶ σαμαρείας εἶχεν εἰρήνην, οἰκοδομουμένη καὶ πορευομένη τῶ φόβῳ τοῦ κυρίου, καὶ τῇ παρακλήσει τοῦ ἁγίου πνεύματος ἐπληθύνετο. |
[32]And it came to passe, as Peter walked throughout all quarters, he came also to the Saintes which dwelt at Lydda |
[32]ἐγένετο δὲ πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας λύδδα. |
[33]And there he founde a certayne man, named Eneas, which had kept his bed eyght yeres, & was sicke of the paulsie |
[33]εὖρεν δὲ ἐκεῖ ἄνθρωπόν τινα ὀνόματι αἰνέαν ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραβάττου, ὃς ἦν παραλελυμένος. |
[34]And Peter sayde vnto hym, Eneas, Iesus Christe make thee whole: aryse, and make thy bedde. And he arose immediatly |
[34]καὶ εἶπεν αὐτῶ ὁ πέτρος, αἰνέα, ἰᾶταί σε ἰησοῦς χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῶ. καὶ εὐθέως ἀνέστη. |
[35]And all that dwelt at Lydda, and Saron sawe hym, and turned to the Lorde |
[35]καὶ εἶδαν αὐτὸν πάντες οἱ κατοικοῦντες λύδδα καὶ τὸν σαρῶνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν κύριον. |
[36]There was also at Ioppa a certayne woman, a disciple, named Tabitha, which by interpretatio is called Dorcas: the same was full of good workes and almes deedes, which she dyd |
[36]ἐν ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι ταβιθά, ἣ διερμηνευομένη λέγεται δορκάς· αὕτη ἦν πλήρης ἔργων ἀγαθῶν καὶ ἐλεημοσυνῶν ὧν ἐποίει. |
[37]And it came to passe in those dayes that she was sicke, and dyed: Whom when they had wasshed, they layde her in an vpper chamber |
[37]ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ ἔθηκαν [αὐτὴν] ἐν ὑπερῴῳ. |
[38]And forasmuch as Lydda was nye to Ioppa, and the disciples hadde hearde that Peter was there, they sent vnto hym two men, desyryng hym that he woulde not be greeued to come vnto them |
[38]ἐγγὺς δὲ οὔσης λύδδας τῇ ἰόππῃ οἱ μαθηταὶ ἀκούσαντες ὅτι πέτρος ἐστὶν ἐν αὐτῇ ἀπέστειλαν δύο ἄνδρας πρὸς αὐτὸν παρακαλοῦντες, μὴ ὀκνήσῃς διελθεῖν ἕως ἡμῶν. |
[39]Then Peter arose, & came with them, and when he was come, they brought hym into the vpper chamber: And all the wydowes stoode rounde about him weepyng, and shewyng the coates and garmentes which Dorcas made whyle she was with them |
[39]ἀναστὰς δὲ πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῶον, καὶ παρέστησαν αὐτῶ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ᾽ αὐτῶν οὗσα ἡ δορκάς. |
[40]And Peter put them all foorth, and kneled downe, and prayed, and turned hym to the body, and sayde: Tabitha aryse. And she opened her eyes, and when she sawe Peter, she sate vp |
[40]ἐκβαλὼν δὲ ἔξω πάντας ὁ πέτρος καὶ θεὶς τὰ γόνατα προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπεν, ταβιθά, ἀνάστηθι. ἡ δὲ ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν πέτρον ἀνεκάθισεν. |
[41]And he gaue her the hande, and lyfte her vp: and when he hadde called the saintes and wydowes, he deliuered her alyue |
[41]δοὺς δὲ αὐτῇ χεῖρα ἀνέστησεν αὐτήν, φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας παρέστησεν αὐτὴν ζῶσαν. |
[42]And it was knowen throughout all Ioppa, & many beleued in the Lorde |
[42]γνωστὸν δὲ ἐγένετο καθ᾽ ὅλης τῆς ἰόππης, καὶ ἐπίστευσαν πολλοὶ ἐπὶ τὸν κύριον. |
[43]And it came to passe, that he taryed many dayes in Ioppa, with one Simo a tanner |
[43]ἐγένετο δὲ ἡμέρας ἱκανὰς μεῖναι ἐν ἰόππῃ παρά τινι σίμωνι βυρσεῖ. |