«
SBL Greek NT (2010)
SBL
The Geneva Bible (1560)
Geneva
[1]Ὁ δὲ Σαῦλος ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ κυρίου, προσελθὼν τῷ ἀρχιερεῖ [1]And Saul yet breathing out threatenings and slaughter against the disciples of the Lord, went unto the high Priest,
[2]ᾐτήσατο παρʼ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας, ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἰερουσαλήμ. [2]And desired of him letters to Damascus to the Synagogues, that if he found any that were of that way (either men or women) he might bring them bound unto Jerusalem.
[3]ἐν δὲ τῷ πορεύεσθαι ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ, ⸂ἐξαίφνης τε αὐτὸν περιήστραψεν⸃ φῶς ⸀ἐκ τοῦ οὐρανοῦ, [3]Now as he journeyed, it came to pass that as he was come near to Damascus, suddenly there shined round about him a light from heaven.
[4]καὶ πεσὼν ἐπὶ τὴν γῆν ἤκουσεν φωνὴν λέγουσαν αὐτῷ Σαοὺλ Σαούλ, τί με διώκεις; [4]And he fell to the earth, and heard a voice, saying to him, Saul, Saul, why persecutest thou me?
[5]εἶπεν δέ· Τίς εἶ, κύριε; ὁ ⸀δέ· Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις· [5]And he said, Who art thou, Lord? And the Lord said, I am Jesus whom thou persecutest: it is hard for thee to kick against pricks.
[6]ἀλλὰ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι ⸂ὅ τί⸃ σε δεῖ ποιεῖν. [6]He then both trembling and astonished, said, Lord, what wilt thou that I do? And the Lord said unto him, Arise and go into the city, and it shall be told thee what thou shalt do.
[7]οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐνεοί, ἀκούοντες μὲν τῆς φωνῆς μηδένα δὲ θεωροῦντες. [7]The men also which journeyed with him, stood amazed, hearing his voice, but seeing no man.
[8]ἠγέρθη δὲ ⸀Σαῦλος ἀπὸ τῆς γῆς, ἀνεῳγμένων ⸀δὲ τῶν ὀφθαλμῶν αὐτοῦ ⸀οὐδὲν ἔβλεπεν· χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν. [8]And Saul arose from the ground, and opened his eyes, but saw no man. Then led they him by the hand, and brought him into Damascus,
[9]καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν. [9]Where he was three days without sight, and neither ate nor drank.
[10]Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἁνανίας, καὶ εἶπεν πρὸς αὐτὸν ⸂ἐν ὁράματι ὁ κύριος⸃· Ἁνανία. ὁ δὲ εἶπεν· Ἰδοὺ ἐγώ, κύριε. [10]And there was a certain disciple at Damascus named Ananias, and to him said the Lord in a vision, Ananias. And he said, Behold, I am here, Lord.
[11]ὁ δὲ κύριος πρὸς αὐτόν· ⸀Ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι Ταρσέα, ἰδοὺ γὰρ προσεύχεται, [11]Then the Lord said unto him, Arise, and go into the street which is called Straight, and seek in the house of Judas after one called Saul of Tarsus: for behold, he prayeth.
[12]καὶ εἶδεν ⸂ἄνδρα ἐν ὁράματι Ἁνανίαν ὀνόματι⸃ εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ ⸀χεῖρας ὅπως ἀναβλέψῃ. [12](And he saw in a vision a man named Ananias coming in to him, and putting his hands on him, that he might receive his sight.)
[13]ἀπεκρίθη δὲ Ἁνανίας· Κύριε, ⸀ἤκουσα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ ⸂τοῖς ἁγίοις σου ἐποίησεν⸃ ἐν Ἰερουσαλήμ· [13]Then Ananias answered, Lord, I have heard by many of this man, how much evil he hath done to thy saints at Jerusalem.
[14]καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου. [14]Moreover here he hath authority of the high Priests, to bind all that call on thy Name.
[15]εἶπεν δὲ πρὸς αὐτὸν ὁ κύριος· Πορεύου, ὅτι σκεῦος ἐκλογῆς ⸂ἐστίν μοι⸃ οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ⸀ἐθνῶν ⸀τε καὶ βασιλέων υἱῶν τε Ἰσραήλ, [15]Then the Lord said unto him, Go thy way: for he is a chosen vessel unto me, to bear my Name before the Gentiles, and Kings, and the children of Israel.
[16]ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν. [16]For I will show him, how many things he must suffer for my Name's sake.
[17]ἀπῆλθεν δὲ Ἁνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπʼ αὐτὸν τὰς χεῖρας εἶπεν· Σαοὺλ ἀδελφέ, ὁ κύριος ἀπέσταλκέν με, ⸀Ἰησοῦς ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς πνεύματος ἁγίου. [17]Then Ananias went his way, and entered into the house, and put his hands on him, and said, Brother Saul, the Lord hath sent me ( even Jesus that appeared unto thee in the way as thou camest) that thou mightest receive thy sight, and be filled with the Holy Ghost.
[18]καὶ εὐθέως ἀπέπεσαν ⸂αὐτοῦ ἀπὸ τῶν ὀφθαλμῶν⸃ ⸀ὡς λεπίδες, ἀνέβλεψέν τε καὶ ἀναστὰς ἐβαπτίσθη, [18]And immediately there fell from his eyes as it had been scales, and suddenly he received sight, and arose, and was baptized,
[19]καὶ λαβὼν τροφὴν ⸀ἐνίσχυσεν. Ἐγένετο ⸀δὲ μετὰ τῶν ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινὰς, [19]And received meat, and was strengthened. So was Saul certain days with the disciples which were at Damascus.
[20]καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσεν τὸν ⸀Ἰησοῦν ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ. [20]And straightway he preached Christ in the Synagogues, that he was the Son of God,
[21]ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ πορθήσας ⸀ἐν Ἰερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο, καὶ ὧδε εἰς τοῦτο ἐληλύθει ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς; [21]So that all that heard him, were amazed, and said, Is not this he, that destroyed them which called on this Name in Jerusalem, and came hither for that intent, that he should bring them bound unto the high Priests?
[22]Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο καὶ ⸀συνέχυννεν ⸀τοὺς Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ, συμβιβάζων ὅτι οὗτός ἐστιν ὁ χριστός. [22]But Saul increased the more in strength, and confounded the Jews which dwelt at Damascus, confirming, that this was the Christ.
[23]Ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν· [23]And after that many days were fulfilled, the Jews took counsel together, to kill him.
[24]ἐγνώσθη δὲ τῷ Σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν. ⸂παρετηροῦντο δὲ καὶ⸃ τὰς πύλας ἡμέρας τε καὶ νυκτὸς ὅπως αὐτὸν ἀνέλωσιν· [24]But their laying await was known of Saul: now they watched the gates day and night, that they might kill him.
[25]λαβόντες δὲ ⸂οἱ μαθηταὶ αὐτοῦ⸃ νυκτὸς ⸂διὰ τοῦ τείχους καθῆκαν αὐτὸν⸃ χαλάσαντες ἐν σπυρίδι. [25]Then the disciples took him by night, and put him through the wall, and let him down in a basket.
[26]Παραγενόμενος δὲ ⸀εἰς Ἰερουσαλὴμ ⸀ἐπείραζεν κολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντο αὐτόν, μὴ πιστεύοντες ὅτι ἐστὶν μαθητής. [26]And when Saul was come to Jerusalem, he assayed to join himself with the disciples: but they were all afraid of him, and believed not that he was a disciple.
[27]Βαρναβᾶς δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγεν πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδεν τὸν κύριον καὶ ὅτι ἐλάλησεν αὐτῷ καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι ⸀τοῦ Ἰησοῦ. [27]But Barnabas took him, and brought him to the Apostles, and declared to them, how he had seen the Lord in the way, and that he had spoken unto him, and how he had spoken boldly at Damascus in the Name of Jesus.
[28]καὶ ἦν μετʼ αὐτῶν εἰσπορευόμενος ⸂καὶ ἐκπορευόμενος⸃ εἰς ⸀Ἰερουσαλήμ, παρρησιαζόμενος ἐν τῷ ὀνόματι τοῦ ⸀κυρίου, [28]And he was conversant with them at Jerusalem,
[29]ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς· οἱ δὲ ἐπεχείρουν ⸂ἀνελεῖν αὐτόν⸃. [29]And spake boldly in the Name of the Lord Jesus, and spake and disputed with the Grecians: but they went about to slay him.
[30]ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς Καισάρειαν καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσόν. [30]But when the brethren knew it, they brought him to Cesarea, and sent him forth to Tarsus.
[31]⸂Ἡ μὲν οὖν ἐκκλησία καθʼ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶ Σαμαρείας εἶχεν εἰρήνην οἰκοδομουμένη, καὶ πορευομένη τῷ φόβῳ τοῦ κυρίου καὶ τῇ παρακλήσει τοῦ ἁγίου πνεύματος ἐπληθύνετο⸃. [31]Then had the Churches rest through all Judea, and Galilee, and Samaria, and were edified, and walked in the fear of the Lord, and were multiplied by the comfort of the Holy Ghost.
[32]Ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδα. [32]And it came to pass, as Peter walked throughout all quarters, he came also to the saints which dwelt at Lydda.
[33]εὗρεν δὲ ἐκεῖ ἄνθρωπόν τινα ⸂ὀνόματι Αἰνέαν⸃ ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ ⸀κραβάττου, ὃς ἦν παραλελυμένος. [33]And there he found a certain man named AEneas, which had kept his bed eight years, and was sick of the palsy.
[34]καὶ εἶπεν αὐτῷ ὁ Πέτρος· Αἰνέα, ἰᾶταί σε Ἰησοῦς ⸀Χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ· καὶ εὐθέως ἀνέστη. [34]Then said Peter unto him, AEneas, Jesus Christ maketh thee whole: arise and make up thy bed. And he arose immediately.
[35]καὶ εἶδαν αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδα καὶ τὸν ⸀Σαρῶνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν κύριον. [35]And all that dwelt at Lydda and Saron, saw him, and turned to the Lord.
[36]Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβιθά, ἣ διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης ⸂ἔργων ἀγαθῶν⸃ καὶ ἐλεημοσυνῶν ὧν ἐποίει. [36]There was also at Joppa a certain woman, a disciple named Tabitha (which by interpretation is called Dorcas) she was full of good works and alms which she did.
[37]ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ ⸂ἔθηκαν αὐτὴν⸃ ἐν ὑπερῴῳ. [37]And it came to pass in those days, that she was sick and died: and when they had washed her, they laid her in an upper chamber.
[38]ἐγγὺς δὲ οὔσης Λύδδας τῇ Ἰόππῃ οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ ἀπέστειλαν ⸂δύο ἄνδρας⸃ πρὸς αὐτὸν παρακαλοῦντες· Μὴ ⸀ὀκνήσῃς διελθεῖν ἕως ⸀ἡμῶν· [38]Now forasmuch as Lydda was near to Joppa, and the disciples had heard that Peter was there, they sent unto him two men, desiring that he would not delay to come unto them.
[39]ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετʼ αὐτῶν οὖσα ἡ Δορκάς. [39]Then Peter arose and came with them: and when he was come, they brought him into the upper chamber, where all the widows stood by him weeping, and showing the coats and garments, which Dorcas made, while she was with them.
[40]ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος ⸀καὶ θεὶς τὰ γόνατα προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπεν· Ταβιθά, ἀνάστηθι. ἡ δὲ ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισεν. [40]But Peter put them all forth, and kneeled down, and prayed, and turned him to the body, and said, Tabitha, arise. And she opened her eyes, and when she saw Peter, sat up.
[41]δοὺς δὲ αὐτῇ χεῖρα ἀνέστησεν αὐτήν, φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας παρέστησεν αὐτὴν ζῶσαν. [41]Then he gave her the hand and lift her up, and called the saints and widows, and restored her alive.
[42]γνωστὸν δὲ ἐγένετο καθʼ ὅλης ⸀τῆς Ἰόππης, καὶ ⸂ἐπίστευσαν πολλοὶ⸃ ἐπὶ τὸν κύριον. [42]And it was known throughout all Joppa, and many believed in the Lord.
[43]ἐγένετο ⸀δὲ ἡμέρας ἱκανὰς ⸀μεῖναι ἐν Ἰόππῃ παρά τινι Σίμωνι βυρσεῖ. [43]And it came to pass that he tarried many days in Joppa with one Simon a tanner.
Author: Michael W. Holmes (2010)
Source: www.sblgnt.com

See information...
Source: archive.org
Top