«
The Septuagint
LXX
The Second Book of Clement
2Clem
[1]ἀκούσατε τὸν λόγον τοῦτον ὃν ἐλάλησεν κύριος ἐφ ὑμᾶς οἶκος ισραηλ καὶ κατὰ πάσης φυλῆς ἧς ἀνήγαγον ἐκ γῆς αἰγύπτου λέγων [No book]
[2]πλὴν ὑμᾶς ἔγνων ἐκ πασῶν φυλῶν τῆς γῆς διὰ τοῦτο ἐκδικήσω ἐφ ὑμᾶς πάσας τὰς ἁμαρτίας ὑμῶν [No book]
[3]εἰ πορεύσονται δύο ἐπὶ τὸ αὐτὸ καθόλου ἐὰν μὴ γνωρίσωσιν ἑαυτούς [No book]
[4]εἰ ἐρεύξεται λέων ἐκ τοῦ δρυμοῦ αὐτοῦ θήραν οὐκ ἔχων εἰ δώσει σκύμνος φωνὴν αὐτοῦ ἐκ τῆς μάνδρας αὐτοῦ καθόλου ἐὰν μὴ ἁρπάσῃ τι [No book]
[5]εἰ πεσεῖται ὄρνεον ἐπὶ τὴν γῆν ἄνευ ἰξευτοῦ εἰ σχασθήσεται παγὶς ἐπὶ τῆς γῆς ἄνευ τοῦ συλλαβεῖν τι [No book]
[6]εἰ φωνήσει σάλπιγξ ἐν πόλει καὶ λαὸς οὐ πτοηθήσεται εἰ ἔσται κακία ἐν πόλει ἣν κύριος οὐκ ἐποίησεν [No book]
[7]διότι οὐ μὴ ποιήσῃ κύριος ὁ θεὸς πρᾶγμα ἐὰν μὴ ἀποκαλύψῃ παιδείαν αὐτοῦ πρὸς τοὺς δούλους αὐτοῦ τοὺς προφήτας [No book]
[8]λέων ἐρεύξεται καὶ τίς οὐ φοβηθήσεται κύριος ὁ θεὸς ἐλάλησεν καὶ τίς οὐ προφητεύσει [No book]
[9]ἀπαγγείλατε χώραις ἐν ἀσσυρίοις καὶ ἐπὶ τὰς χώρας τῆς αἰγύπτου καὶ εἴπατε συνάχθητε ἐπὶ τὸ ὄρος σαμαρείας καὶ ἴδετε θαυμαστὰ πολλὰ ἐν μέσῳ αὐτῆς καὶ τὴν καταδυναστείαν τὴν ἐν αὐτῇ [No book]
[10]καὶ οὐκ ἔγνω ἃ ἔσται ἐναντίον αὐτῆς λέγει κύριος οἱ θησαυρίζοντες ἀδικίαν καὶ ταλαιπωρίαν ἐν ταῖς χώραις αὐτῶν [No book]
[11]διὰ τοῦτο τάδε λέγει κύριος ὁ θεός τύρος κυκλόθεν ἡ γῆ σου ἐρημωθήσεται καὶ κατάξει ἐκ σοῦ ἰσχύν σου καὶ διαρπαγήσονται αἱ χῶραί σου [No book]
[12]τάδε λέγει κύριος ὃν τρόπον ὅταν ἐκσπάσῃ ὁ ποιμὴν ἐκ στόματος τοῦ λέοντος δύο σκέλη ἢ λοβὸν ὠτίου οὕτως ἐκσπασθήσονται οἱ υἱοὶ ισραηλ οἱ κατοικοῦντες ἐν σαμαρείᾳ κατέναντι φυλῆς καὶ ἐν δαμασκῷ ἱερεῖς [No book]
[13]ἀκούσατε καὶ ἐπιμαρτύρασθε τῷ οἴκῳ ιακωβ λέγει κύριος ὁ θεὸς ὁ παντοκράτωρ [No book]
[14]διότι ἐν τῇ ἡμέρᾳ ὅταν ἐκδικῶ ἀσεβείας τοῦ ισραηλ ἐπ αὐτόν καὶ ἐκδικήσω ἐπὶ τὰ θυσιαστήρια βαιθηλ καὶ κατασκαφήσεται τὰ κέρατα τοῦ θυσιαστηρίου καὶ πεσοῦνται ἐπὶ τὴν γῆν [No book]
[15]συγχεῶ καὶ πατάξω τὸν οἶκον τὸν περίπτερον ἐπὶ τὸν οἶκον τὸν θερινόν καὶ ἀπολοῦνται οἶκοι ἐλεφάντινοι καὶ προστεθήσονται οἶκοι ἕτεροι πολλοί λέγει κύριος [No book]
Source: sacred-texts.org
Translation: Charles H. Hoole (1885)
Source: www.earlychristianwritings.com
Top