|
[1]ἀκούσατε τὸν λόγον τοῦτον δαμάλεις τῆς βασανίτιδος αἱ ἐν τῷ ὄρει τῆς σαμαρείας αἱ καταδυναστεύουσαι πτωχοὺς καὶ καταπατοῦσαι πένητας αἱ λέγουσαι τοῖς κυρίοις αὐτῶν ἐπίδοτε ἡμῖν ὅπως πίωμεν |
[1]ἀκούωVA-AAD2P ὁRA-ASM λόγοςN2-ASM οὗτοςRD-ASM δάμαλιςN3I-VPF ὁRA-GSF *βασανίτιςN3D-GSF ὁRA-NPF ἐνP ὁRA-DSN ὄροςN3E-DSN ὁRA-GSF *σαμαρείαN1A-GSF ὁRA-NPF καταδυναστεύωV1-PAPNPF πτωχόςN2-APM καίC καταπατέωV2-PAPNPF πένηςN3T-APM ὁRA-NPF λέγωV1-PAPNPF ὁRA-DPM κύριοςN2-DPM αὐτόςRD-GPM ἐπιδίδωμιVO-AAD2P ἐγώRP-DP ὅπωςC πίνωVB-AAS1P |
[2]ὀμνύει κύριος κατὰ τῶν ἁγίων αὐτοῦ διότι ἰδοὺ ἡμέραι ἔρχονται ἐφ ὑμᾶς καὶ λήμψονται ὑμᾶς ἐν ὅπλοις καὶ τοὺς μεθ ὑμῶν εἰς λέβητας ὑποκαιομένους ἐμβαλοῦσιν ἔμπυροι λοιμοί |
[2]ὄμνυμιV5-PAI3S κύριοςN2-NSM κατάP ὁRA-GPM ἅγιοςA1A-GPM αὐτόςRD-GSM διότιC ἰδούI ἡμέραN1A-NPF ἔρχομαιV1-PMI3P ἐπίP σύRP-AP καίC λαμβάνωVF-FMI3P σύRP-AP ἐνP ὅπλονN2N-DPN καίC ὁRA-APM μετάP σύRP-GP εἰςP λέβηςN3T-APM ὑποκαίωV1-PMPAPM ἐνβάλλωVF2-FAI3P ἔμπυροςA1B-NPM λοιμόςN2-NPM |
[3]καὶ ἐξενεχθήσεσθε γυμναὶ κατέναντι ἀλλήλων καὶ ἀπορριφήσεσθε εἰς τὸ ὄρος τὸ ρεμμαν λέγει κύριος ὁ θεός |
[3]καίC ἐκφέρωVQ-FPI2P γυμνόςA1-NPF κατέναντιD ἀλλήλωRD-GPM καίC ἀποῥίπτωVD-FPI2P εἰςP ὁRA-ASN ὄροςN3E-ASN ὁRA-ASN *ρεμμανN--ASN λέγωV1-PAI3S κύριοςN2-NSM ὁRA-NSM θεόςN2-NSM |
[4]εἰσήλθατε εἰς βαιθηλ καὶ ἠνομήσατε καὶ εἰς γαλγαλα ἐπληθύνατε τοῦ ἀσεβῆσαι καὶ ἠνέγκατε εἰς τὸ πρωὶ θυσίας ὑμῶν εἰς τὴν τριημερίαν τὰ ἐπιδέκατα ὑμῶν |
[4]εἰςἔρχομαιVBI-AAI2P εἰςP *βαιθηλN--ASF καίC ἀνομέωVAI-AAI2P καίC εἰςP *γαλγαλαN--ASF πληθύνωVAI-AAI2P ὁRA-GSN ἀσεβέωVA-AAN καίC φέρωVAI-AAI2P εἰςP ὁRA-ASN πρωΐD θυσίαN1A-APF σύRP-GP εἰςP ὁRA-ASF τριημερίαN1A-ASF ὁRA-APN ἐπιδέκατοςA1-APN σύRP-GP |
[5]καὶ ἀνέγνωσαν ἔξω νόμον καὶ ἐπεκαλέσαντο ὁμολογίας ἀπαγγείλατε ὅτι ταῦτα ἠγάπησαν οἱ υἱοὶ ισραηλ λέγει κύριος ὁ θεός |
[5]καίC ἀναγιγνώσκωVZI-AAI3P ἔξωD νόμοςN2-ASM καίC ἐπικαλέωVAI-AMI3P ὁμολογίαN1A-APF ἀποἀγγέλλωVA-AAD2P ὅτιC οὗτοςRD-APN ἀγαπάωVAI-AAI3P ὁRA-NPM υἱόςN2-NPM *ἰσραήλN--GSM λέγωV1-PAI3S κύριοςN2-NSM ὁRA-NSM θεόςN2-NSM |
[6]καὶ ἐγὼ δώσω ὑμῖν γομφιασμὸν ὀδόντων ἐν πάσαις ταῖς πόλεσιν ὑμῶν καὶ ἔνδειαν ἄρτων ἐν πᾶσι τοῖς τόποις ὑμῶν καὶ οὐκ ἐπεστρέψατε πρός με λέγει κύριος |
[6]καίC ἐγώRP-NS δίδωμιVF-FAI1S σύRP-DP γομφιασμόςN2-ASM ὀδούςN3-GPM ἐνP πᾶςA1S-DPF ὁRA-DPF πόλιςN3I-DPF σύRP-GP καίC ἔνδειαN1A-ASF ἄρτοςN2-GPM ἐνP πᾶςA3-DPM ὁRA-DPM τόποςN2-DPM σύRP-GP καίC οὐD ἐπιστρέφωVAI-AAI2P πρόςP ἐγώRP-AS λέγωV1-PAI3S κύριοςN2-NSM |
[7]καὶ ἐγὼ ἀνέσχον ἐξ ὑμῶν τὸν ὑετὸν πρὸ τριῶν μηνῶν τοῦ τρυγήτου καὶ βρέξω ἐπὶ πόλιν μίαν ἐπὶ δὲ πόλιν μίαν οὐ βρέξω μερὶς μία βραχήσεται καὶ μερίς ἐφ ἣν οὐ βρέξω ἐπ αὐτήν ξηρανθήσεται |
[7]καίC ἐγώRP-NS ἀναἔχωVBI-AAI1S ἐκP σύRP-GP ὁRA-ASM ὑετόςN2-ASM πρόP τρεῖςA3-GPM μήνN3-GPM ὁRA-GSM τρύγητοςN2-GSM καίC βρέχωVF-FAI1S ἐπίP πόλιςN3I-ASF εἷςA1A-ASF ἐπίP δέX πόλιςN3I-ASF εἷςA1A-ASF οὐD βρέχωVF-FAI1S μερίςN3D-NSF εἷςA1A-NSF βρέχωVD-FPI3S καίC μερίςN3D-NSF ἐπίP ὅςRR-ASF οὐD βρέχωVF-FAI1S ἐπίP αὐτόςRD-ASF ξηραίνωVC-FPI3S |
[8]καὶ συναθροισθήσονται δύο καὶ τρεῖς πόλεις εἰς πόλιν μίαν τοῦ πιεῖν ὕδωρ καὶ οὐ μὴ ἐμπλησθῶσιν καὶ οὐκ ἐπεστρέψατε πρός με λέγει κύριος |
[8]καίC συνἀθροίζωVS-FPI3P δύοM καίC τρεῖςA3-NPF πόλιςN3I-NPF εἰςP πόλιςN3I-ASF εἷςA1A-ASF ὁRA-GSN πίνωVB-AAN ὕδωρN3-ASN καίC οὐD μήD ἐνπίμπλημιVS-APS3P καίC οὐD ἐπιστρέφωVAI-AAI2P πρόςP ἐγώRP-AS λέγωV1-PAI3S κύριοςN2-NSM |
[9]ἐπάταξα ὑμᾶς ἐν πυρώσει καὶ ἐν ἰκτέρῳ ἐπληθύνατε κήπους ὑμῶν ἀμπελῶνας ὑμῶν καὶ συκῶνας ὑμῶν καὶ ἐλαιῶνας ὑμῶν κατέφαγεν ἡ κάμπη καὶ οὐδ ὧς ἐπεστρέψατε πρός με λέγει κύριος |
[9]πατάσσωVAI-AAI1S σύRP-AP ἐνP πυρώσιςN3I-DPF καίC ἐνP ἴκτεροςN2-DSM πληθύνωVAI-AAI2P κῆποςN2-APM σύRP-GP ἀμπελώνN3W-APM σύRP-GP καίC συκώνN3W-APM σύRP-GP καίC ἐλαιώνN3W-APM σύRP-GP καταἐσθίωVBI-AAI3S ὁRA-NSF κάμπηN1-NSF καίC οὐδέC ὥςC ἐπιστρέφωVAI-AAI2P πρόςP ἐγώRP-AS λέγωV1-PAI3S κύριοςN2-NSM |
[10]ἐξαπέστειλα εἰς ὑμᾶς θάνατον ἐν ὁδῷ αἰγύπτου καὶ ἀπέκτεινα ἐν ῥομφαίᾳ τοὺς νεανίσκους ὑμῶν μετὰ αἰχμαλωσίας ἵππων σου καὶ ἀνήγαγον ἐν πυρὶ τὰς παρεμβολὰς ὑμῶν ἐν τῇ ὀργῇ μου καὶ οὐδ ὧς ἐπεστρέψατε πρός με λέγει κύριος |
[10]ἐκ ἀποστέλλωVAI-AAI1S εἰςP σύRP-AP θάνατοςN2-ASM ἐνP ὁδόςN2-DSF *αἴγυπτοςN2-GSF καίC ἀποκτείνωVAI-AAI1S ἐνP ῥομφαίαN1A-DSF ὁRA-APM νεανίσκοςN2-APM σύRP-GP μετάP αἰχμαλωσίαN1A-GSF ἵπποςN2-GPM σύRP-GS καίC ἀναἄγωVBI-AAI1S ἐνP πῦρN3-DSN ὁRA-APF παρεμβολήN1-APF σύRP-GP ἐνP ὁRA-DSF ὀργήN1-DSF ἐγώRP-GS καίC οὐδέC ὥςC ἐπιστρέφωVAI-AAI2P πρόςP ἐγώRP-AS λέγωV1-PAI3S κύριοςN2-NSM |
[11]κατέστρεψα ὑμᾶς καθὼς κατέστρεψεν ὁ θεὸς σοδομα καὶ γομορρα καὶ ἐγένεσθε ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός καὶ οὐδ ὧς ἐπεστρέψατε πρός με λέγει κύριος |
[11]καταστρέφωVAI-AAI1S σύRP-AP καθώςD καταστρέφωVAI-AAI3S ὁRA-NSM θεόςN2-NSM *σοδομαN--AS καίC *γομορραN--AS καίC γίγνομαιVBI-AMI2P ὡςC δαλόςN2-NSM ἐκσπάωVM-XMPNSM ἐκP πῦρN3-GSN καίC οὐδέC ὥςC ἐπιστρέφωVAI-AAI2P πρόςP ἐγώRP-AS λέγωV1-PAI3S κύριοςN2-NSM |
[12]διὰ τοῦτο οὕτως ποιήσω σοι ισραηλ πλὴν ὅτι οὕτως ποιήσω σοι ἑτοιμάζου τοῦ ἐπικαλεῖσθαι τὸν θεόν σου ισραηλ |
[12]διάP οὗτοςRD-ASN οὕτωςD ποιέωVF-FAI1S σύRP-DS *ἰσραήλN--VSM πλήνD ὅτιC οὕτωςD ποιέωVF-FAI1S σύRP-DS ἑτοιμάζωV1-PMD2S ὁRA-GSN ἐπικαλέωV2-PMN ὁRA-ASM θεόςN2-ASM σύRP-GS *ἰσραήλN--VSM |
[13]διότι ἰδοὺ ἐγὼ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν χριστὸν αὐτοῦ ποιῶν ὄρθρον καὶ ὁμίχλην καὶ ἐπιβαίνων ἐπὶ τὰ ὕψη τῆς γῆς κύριος ὁ θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ |
[13]διότιC ἰδούI ἐγώRP-NS στερεόωV4-PAPNSM βροντήN1-ASF καίC κτίζωV1-PAPNSM πνεῦμαN3M-ASN καίC ἀποἀγγέλλωV1-PAPNSM εἰςP ἄνθρωποςN2-APM ὁRA-ASM χριστόςA1-ASM αὐτόςRD-GSM ποιέωV2-PAPNSM ὄρθροςN2-ASM καίC ὁμίχληN1-ASF καίC ἐπιβαίνωV1-PAPNSM ἐπίP ὁRA-APN ὕψοςN3E-APN ὁRA-GSF γῆN1-GSF κύριοςN2-NSM ὁRA-NSM θεόςN2-NSM ὁRA-NSM παντοκράτωρN3R-NSM ὄνομαN3M-NSN αὐτόςRD-DSM |