|
[1]οὐ θύσεις κυρίῳ τῷ θεῷ σου μόσχον ἢ πρόβατον ἐν ᾧ ἐστιν ἐν αὐτῷ μῶμος πᾶν ῥῆμα πονηρόν ὅτι βδέλυγμα κυρίῳ τῷ θεῷ σού ἐστιν |
[1]Thou shalt offer vnto the Lorde thy God no oxe nor sheepe wherin is blemishe or any euyll fauourednesse: for that is an abhomination vnto the Lorde thy God |
[2]ἐὰν δὲ εὑρεθῇ ἐν σοὶ ἐν μιᾷ τῶν πόλεών σου ὧν κύριος ὁ θεός σου δίδωσίν σοι ἀνὴρ ἢ γυνή ὅστις ποιήσει τὸ πονηρὸν ἐναντίον κυρίου τοῦ θεοῦ σου παρελθεῖν τὴν διαθήκην αὐτοῦ |
[2]If there be founde among you within any of thy gates which the Lorde thy God geueth thee, man or woman that hath wrought wickednesse in the sight of the Lorde thy God, in transgressyng his couenaunt |
[3]καὶ ἐλθόντες λατρεύσωσιν θεοῖς ἑτέροις καὶ προσκυνήσωσιν αὐτοῖς τῷ ἡλίῳ ἢ τῇ σελήνῃ ἢ παντὶ τῶν ἐκ τοῦ κόσμου τοῦ οὐρανοῦ ἃ οὐ προσέταξεν |
[3]And gone and serued straunge gods, and worshipped them, as the sunne or moone, or any of the hoast of heauen, which I haue not commaunded |
[4]καὶ ἀναγγελῇ σοι καὶ ἐκζητήσεις σφόδρα καὶ ἰδοὺ ἀληθῶς γέγονεν τὸ ῥῆμα γεγένηται τὸ βδέλυγμα τοῦτο ἐν ισραηλ |
[4]And it is tolde thee, & thou hast hearde of it, then shalt thou enquire diligently: and if it be true, & the thyng of a suretie that such abhomination is wrought in Israel |
[5]καὶ ἐξάξεις τὸν ἄνθρωπον ἐκεῖνον ἢ τὴν γυναῖκα ἐκείνην καὶ λιθοβολήσετε αὐτοὺς ἐν λίθοις καὶ τελευτήσουσιν |
[5]Then shalt thou bryng foorth that man or that woman (which haue committed that wicked thyng) vnto the gates, and shalt stone them with stones tyll they dye |
[6]ἐπὶ δυσὶν μάρτυσιν ἢ ἐπὶ τρισὶν μάρτυσιν ἀποθανεῖται ὁ ἀποθνῄσκων οὐκ ἀποθανεῖται ἐφ ἑνὶ μάρτυρι |
[6]At the mouth of two or three witnesses, shall he that is worthy of death, dye: and at the mouth of one witnesse, let no man dye |
[7]καὶ ἡ χεὶρ τῶν μαρτύρων ἔσται ἐπ αὐτῷ ἐν πρώτοις θανατῶσαι αὐτόν καὶ ἡ χεὶρ παντὸς τοῦ λαοῦ ἐπ ἐσχάτων καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν |
[7]The handes of the witnesses shalbe first vpon him, to kyll him, & afterward the handes of all the people: and thou shalt put the wicked away from thee |
[8]ἐὰν δὲ ἀδυνατήσῃ ἀπὸ σοῦ ῥῆμα ἐν κρίσει ἀνὰ μέσον αἷμα αἵματος καὶ ἀνὰ μέσον κρίσις κρίσεως καὶ ἀνὰ μέσον ἁφὴ ἁφῆς καὶ ἀνὰ μέσον ἀντιλογία ἀντιλογίας ῥήματα κρίσεως ἐν ταῖς πόλεσιν ὑμῶν καὶ ἀναστὰς ἀναβήσῃ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ |
[8]If there rise a matter to harde for thee in iudgement betweene blood and blood, betweene plea and plea, betweene plague and plague, and the matters come to strife within thy gates: then shalt thou arise, and get thee vp vnto the place whiche the Lorde thy God hath chosen |
[9]καὶ ἐλεύσῃ πρὸς τοὺς ἱερεῖς τοὺς λευίτας καὶ πρὸς τὸν κριτήν ὃς ἂν γένηται ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐκζητήσαντες ἀναγγελοῦσίν σοι τὴν κρίσιν |
[9]And come vnto the priestes the Leuites, and vnto the iudge that shalbe in those dayes, and aske: and they shall shewe thee the sentence of iudgement |
[10]καὶ ποιήσεις κατὰ τὸ πρᾶγμα ὃ ἐὰν ἀναγγείλωσίν σοι ἐκ τοῦ τόπου οὗ ἂν ἐκλέξηται κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ καὶ φυλάξῃ σφόδρα ποιῆσαι κατὰ πάντα ὅσα ἐὰν νομοθετηθῇ σοι |
[10]And thou must do accordyng to that which they of that place (which the Lord had chosen) shewe thee, and thou shalt obserue to do accordyng to all that they enfourme thee |
[11]κατὰ τὸν νόμον καὶ κατὰ τὴν κρίσιν ἣν ἂν εἴπωσίν σοι ποιήσεις οὐκ ἐκκλινεῖς ἀπὸ τοῦ ῥήματος οὗ ἐὰν ἀναγγείλωσίν σοι δεξιὰ οὐδὲ ἀριστερά |
[11]Accordyng to the sentence of the lawe which they tell thee, shalt thou do: and bowe not from that which they shewe thee, neither to the right hande nor to the left |
[12]καὶ ὁ ἄνθρωπος ὃς ἂν ποιήσῃ ἐν ὑπερηφανίᾳ τοῦ μὴ ὑπακοῦσαι τοῦ ἱερέως τοῦ παρεστηκότος λειτουργεῖν ἐπὶ τῷ ὀνόματι κυρίου τοῦ θεοῦ σου ἢ τοῦ κριτοῦ ὃς ἂν ᾖ ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἀποθανεῖται ὁ ἄνθρωπος ἐκεῖνος καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ισραηλ |
[12]And that man that wyll do presumptuously, and wyll not hearken vnto the priest (that standeth there before the Lorde thy God to minister) or vnto the iudge: that man shall dye, and thou shalt put away euyll from Israel |
[13]καὶ πᾶς ὁ λαὸς ἀκούσας φοβηθήσεται καὶ οὐκ ἀσεβήσει ἔτι |
[13]And all the people shall heare, & feare, and shall do no more presumptuously |
[14]ἐὰν δὲ εἰσέλθῃς εἰς τὴν γῆν ἣν κύριος ὁ θεός σου δίδωσίν σοι ἐν κλήρῳ καὶ κληρονομήσῃς αὐτὴν καὶ κατοικήσῃς ἐπ αὐτῆς καὶ εἴπῃς καταστήσω ἐπ ἐμαυτὸν ἄρχοντα καθὰ καὶ τὰ λοιπὰ ἔθνη τὰ κύκλῳ μου |
[14]When thou art come vnto the lande which the Lorde thy God geueth thee, and enioyest it, and dwellest therin, and if thou shalt say, I wyll set a king ouer me, lyke as all the nations that are about me |
[15]καθιστῶν καταστήσεις ἐπὶ σεαυτὸν ἄρχοντα ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου αὐτόν ἐκ τῶν ἀδελφῶν σου καταστήσεις ἐπὶ σεαυτὸν ἄρχοντα οὐ δυνήσῃ καταστῆσαι ἐπὶ σεαυτὸν ἄνθρωπον ἀλλότριον ὅτι οὐκ ἀδελφός σού ἐστιν |
[15]Then thou shalt make hym king ouer thee whom the Lorde thy God shall choose: Euen one from among thy brethren shalt thou make kyng ouer thee, and thou mayest not set a straunger ouer thee, which is not of thy brethren |
[16]διότι οὐ πληθυνεῖ ἑαυτῷ ἵππον οὐδὲ μὴ ἀποστρέψῃ τὸν λαὸν εἰς αἴγυπτον ὅπως πληθύνῃ ἑαυτῷ ἵππον ὁ δὲ κύριος εἶπεν οὐ προσθήσετε ἀποστρέψαι τῇ ὁδῷ ταύτῃ ἔτι |
[16]But he shall not multiplie horses to hym selfe, nor bryng the people agayne to Egypt to increase the number of horses: forasmuch as the Lorde hath sayde vnto you, ye shall hencefoorth go no more agayne that way |
[17]καὶ οὐ πληθυνεῖ ἑαυτῷ γυναῖκας οὐδὲ μεταστήσεται αὐτοῦ ἡ καρδία καὶ ἀργύριον καὶ χρυσίον οὐ πληθυνεῖ ἑαυτῷ σφόδρα |
[17]Also he ought not to multiplie wyues to him selfe, lest his heart turne away, neither shall he gather hym siluer and golde to much |
[18]καὶ ἔσται ὅταν καθίσῃ ἐπὶ τῆς ἀρχῆς αὐτοῦ καὶ γράψει ἑαυτῷ τὸ δευτερονόμιον τοῦτο εἰς βιβλίον παρὰ τῶν ἱερέων τῶν λευιτῶν |
[18]And when he is set vpon the seate of his kingdome, he shall write hym out a copie of this lawe in a booke before the priestes the Leuites |
[19]καὶ ἔσται μετ αὐτοῦ καὶ ἀναγνώσεται ἐν αὐτῷ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ ἵνα μάθῃ φοβεῖσθαι κύριον τὸν θεὸν αὐτοῦ φυλάσσεσθαι πάσας τὰς ἐντολὰς ταύτας καὶ τὰ δικαιώματα ταῦτα ποιεῖν |
[19]And it shalbe with hym, and he ought to reade therin all the dayes of his life, that he may learne to feare the Lorde his God, and to kepe all the wordes of this lawe and these ordinaunces, for to do them |
[20]ἵνα μὴ ὑψωθῇ ἡ καρδία αὐτοῦ ἀπὸ τῶν ἀδελφῶν αὐτοῦ ἵνα μὴ παραβῇ ἀπὸ τῶν ἐντολῶν δεξιὰ ἢ ἀριστερά ὅπως ἂν μακροχρονίσῃ ἐπὶ τῆς ἀρχῆς αὐτοῦ αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἐν τοῖς υἱοῖς ισραηλ |
[20]And that his heart arise not aboue his brethren, and that he turne not from the commaundement to the right hand or to the left: but that he may prolong his dayes in his kyngdome, he and his children in the middes of Israel |