«
The Septuagint
LXX
The Bishops' Bible (1568)
Bishop
[1]καὶ συνετέλεσεν μωυσῆς λαλῶν πάντας τοὺς λόγους τούτους πρὸς πάντας υἱοὺς ισραηλ [1]And Moyses went and spake these wordes vnto all Israel
[2]καὶ εἶπεν πρὸς αὐτούς ἑκατὸν καὶ εἴκοσι ἐτῶν ἐγώ εἰμι σήμερον οὐ δυνήσομαι ἔτι εἰσπορεύεσθαι καὶ ἐκπορεύεσθαι κύριος δὲ εἶπεν πρός με οὐ διαβήσῃ τὸν ιορδάνην τοῦτον [2]And sayd vnto them: I am an hundred and twentie yeres olde this day, and can no more go out and in: Also the Lorde hath sayd vnto me, Thou shalt not go ouer this Iordane
[3]κύριος ὁ θεός σου ὁ προπορευόμενος πρὸ προσώπου σου αὐτὸς ἐξολεθρεύσει τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου σου καὶ κατακληρονομήσεις αὐτούς καὶ ἰησοῦς ὁ προπορευόμενος πρὸ προσώπου σου καθὰ ἐλάλησεν κύριος [3]The Lorde thy God he wyll go ouer before thee, and he wyll destroy these nations before thee, and thou shalt possesse them: And Iosuah he shall go before thee, as the Lorde hath sayde
[4]καὶ ποιήσει κύριος αὐτοῖς καθὰ ἐποίησεν σηων καὶ ωγ τοῖς δυσὶ βασιλεῦσιν τῶν αμορραίων οἳ ἦσαν πέραν τοῦ ιορδάνου καὶ τῇ γῇ αὐτῶν καθότι ἐξωλέθρευσεν αὐτούς [4]And the Lorde shall do vnto them, as he dyd to Sehon and Og kynges of the Amorites, and vnto the lande of them whom he destroyed
[5]καὶ παρέδωκεν αὐτοὺς κύριος ὑμῖν καὶ ποιήσετε αὐτοῖς καθότι ἐνετειλάμην ὑμῖν [5]And the Lorde shall geue them ouer before your face, that ye may do vnto them accordyng vnto all the comaundementes which I haue comaunded you
[6]ἀνδρίζου καὶ ἴσχυε μὴ φοβοῦ μηδὲ δειλία μηδὲ πτοηθῇς ἀπὸ προσώπου αὐτῶν ὅτι κύριος ὁ θεός σου ὁ προπορευόμενος μεθ ὑμῶν ἐν ὑμῖν οὐ μή σε ἀνῇ οὔτε μή σε ἐγκαταλίπῃ [6]Plucke vp your heartes therfore, and be strong, dreade not, nor be afrayde of them: for the Lorde thy God hym selfe doth go with thee, he shall not fayle thee, nor forsake thee
[7]καὶ ἐκάλεσεν μωυσῆς ἰησοῦν καὶ εἶπεν αὐτῷ ἔναντι παντὸς ισραηλ ἀνδρίζου καὶ ἴσχυε σὺ γὰρ εἰσελεύσῃ πρὸ προσώπου τοῦ λαοῦ τούτου εἰς τὴν γῆν ἣν ὤμοσεν κύριος τοῖς πατράσιν ἡμῶν δοῦναι αὐτοῖς καὶ σὺ κατακληρονομήσεις αὐτὴν αὐτοῖς [7]And Moyses called vnto Iosuah, and sayd vnto him in the sight of all Israel: Be strong & of good courage, for thou must go with this people vnto the lande which the Lord hath sworne vnto their fathers to geue them, and thou shalt geue it them to inherite
[8]καὶ κύριος ὁ συμπορευόμενος μετὰ σοῦ οὐκ ἀνήσει σε οὐδὲ μὴ ἐγκαταλίπῃ σε μὴ φοβοῦ μηδὲ δειλία [8]And the Lorde he doth go before thee, he shalbe with thee, he shall not fayle thee, neither forsake thee: feare not therfore, nor be discomfyted
[9]καὶ ἔγραψεν μωυσῆς τὰ ῥήματα τοῦ νόμου τούτου εἰς βιβλίον καὶ ἔδωκεν τοῖς ἱερεῦσιν τοῖς υἱοῖς λευι τοῖς αἴρουσιν τὴν κιβωτὸν τῆς διαθήκης κυρίου καὶ τοῖς πρεσβυτέροις τῶν υἱῶν ισραηλ [9]And Moyses wrote this lawe, and deliuered it vnto the priestes the sonnes of Leui which bare the arke of the testament of the Lorde, and vnto all the elders of Israel
[10]καὶ ἐνετείλατο αὐτοῖς μωυσῆς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων μετὰ ἑπτὰ ἔτη ἐν καιρῷ ἐνιαυτοῦ ἀφέσεως ἐν ἑορτῇ σκηνοπηγίας [10]And Moyses comaunded them, saying: Euery seuenth yere, in the solempnitie of the free yere, euen in the feast of tabernacles
[11]ἐν τῷ συμπορεύεσθαι πάντα ισραηλ ὀφθῆναι ἐνώπιον κυρίου τοῦ θεοῦ σου ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος ἀναγνώσεσθε τὸν νόμον τοῦτον ἐναντίον παντὸς ισραηλ εἰς τὰ ὦτα αὐτῶν [11]When all Israel is come to appeare before the Lorde thy God in the place which he hath chosen: thou shalt reade this lawe before all Israel, that they may heare it
[12]ἐκκλησιάσας τὸν λαόν τοὺς ἄνδρας καὶ τὰς γυναῖκας καὶ τὰ ἔκγονα καὶ τὸν προσήλυτον τὸν ἐν ταῖς πόλεσιν ὑμῶν ἵνα ἀκούσωσιν καὶ ἵνα μάθωσιν φοβεῖσθαι κύριον τὸν θεὸν ὑμῶν καὶ ἀκούσονται ποιεῖν πάντας τοὺς λόγους τοῦ νόμου τούτου [12]Gather the people together, men, women, and children, and the straunger that is within thy gates, that they may heare, and learne, and feare the Lorde your God, and kepe and obserue all the wordes of this lawe
[13]καὶ οἱ υἱοὶ αὐτῶν οἳ οὐκ οἴδασιν ἀκούσονται καὶ μαθήσονται φοβεῖσθαι κύριον τὸν θεὸν ὑμῶν πάσας τὰς ἡμέρας ὅσας αὐτοὶ ζῶσιν ἐπὶ τῆς γῆς εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν ιορδάνην ἐκεῖ κληρονομῆσαι αὐτήν [13]And that their children which knowe nothyng, may heare, and learne to feare the Lorde your God, as long as ye lyue in the lande whyther ye go ouer Iordane to possesse it
[14]καὶ εἶπεν κύριος πρὸς μωυσῆν ἰδοὺ ἠγγίκασιν αἱ ἡμέραι τοῦ θανάτου σου κάλεσον ἰησοῦν καὶ στῆτε παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἐντελοῦμαι αὐτῷ καὶ ἐπορεύθη μωυσῆς καὶ ἰησοῦς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ ἔστησαν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου [14]And the Lorde sayde vnto Moyses: Beholde, thy dayes are come that thou must dye: Call Iosuah therfore, and stande ye in the tabernacle of the congregatio, that I may geue him a charge. And Moyses and Iosuah went & stood in the tabernacle of the congregation
[15]καὶ κατέβη κύριος ἐν νεφέλῃ καὶ ἔστη παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἔστη ὁ στῦλος τῆς νεφέλης παρὰ τὰς θύρας τῆς σκηνῆς [15]And the Lorde appeared in the tabernacle, euen in the piller of the cloude: and the piller of the cloude stoode ouer the doore of the tabernacle
[16]καὶ εἶπεν κύριος πρὸς μωυσῆν ἰδοὺ σὺ κοιμᾷ μετὰ τῶν πατέρων σου καὶ ἀναστὰς ὁ λαὸς οὗτος ἐκπορνεύσει ὀπίσω θεῶν ἀλλοτρίων τῆς γῆς εἰς ἣν οὗτος εἰσπορεύεται ἐκεῖ εἰς αὐτήν καὶ ἐγκαταλείψουσίν με καὶ διασκεδάσουσιν τὴν διαθήκην μου ἣν διεθέμην αὐτοῖς [16]And the Lorde sayde vnto Moyses: Beholde, thou shalt sleepe with thy fathers, and this people wyll ryse vp, and go a whoryng after straunge gods of the lande whyther they go, and wyll forsake me, and breake the appoyntmet which I haue made with them
[17]καὶ ὀργισθήσομαι θυμῷ εἰς αὐτοὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ καταλείψω αὐτοὺς καὶ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ αὐτῶν καὶ ἔσται κατάβρωμα καὶ εὑρήσουσιν αὐτὸν κακὰ πολλὰ καὶ θλίψεις καὶ ἐρεῖ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ διότι οὐκ ἔστιν κύριος ὁ θεός μου ἐν ἐμοί εὕροσάν με τὰ κακὰ ταῦτα [17]And then my wrath wyll waxe hot against them in that day, & I wil forsake them, & wyll hide my face from them, and they shalbe consumed, and much aduersitie and tribulations shall come vpon them, so that then they wyll say: Are not these troubles come vpon me, because God is not with me
[18]ἐγὼ δὲ ἀποστροφῇ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ αὐτῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ διὰ πάσας τὰς κακίας ἃς ἐποίησαν ὅτι ἐπέστρεψαν ἐπὶ θεοὺς ἀλλοτρίους [18]And I also wyll surely hyde away my face in that day, for all the euyls sake which they shall haue wrought, in that they are turned vnto straunge gods
[19]καὶ νῦν γράψατε τὰ ῥήματα τῆς ᾠδῆς ταύτης καὶ διδάξετε αὐτὴν τοὺς υἱοὺς ισραηλ καὶ ἐμβαλεῖτε αὐτὴν εἰς τὸ στόμα αὐτῶν ἵνα γένηταί μοι ἡ ᾠδὴ αὕτη εἰς μαρτύριον ἐν υἱοῖς ισραηλ [19]Nowe therfore write ye this song for you, and teache it the children of Israel, and put it in their mouthes, that this song may be my witnesse agaynst the children of Israel
[20]εἰσάξω γὰρ αὐτοὺς εἰς τὴν γῆν τὴν ἀγαθήν ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν δοῦναι αὐτοῖς γῆν ῥέουσαν γάλα καὶ μέλι καὶ φάγονται καὶ ἐμπλησθέντες κορήσουσιν καὶ ἐπιστραφήσονται ἐπὶ θεοὺς ἀλλοτρίους καὶ λατρεύσουσιν αὐτοῖς καὶ παροξυνοῦσίν με καὶ διασκεδάσουσιν τὴν διαθήκην μου [20]For I wyll bryng them into the lande which I sware vnto their fathers, that floweth with mylke and honye: and they shall eate, and fyll them selues, and waxe fat, and turne vnto strauge gods, and serue them, and blaspheme me, and breake my couenaunt
[21]καὶ ἀντικαταστήσεται ἡ ᾠδὴ αὕτη κατὰ πρόσωπον μαρτυροῦσα οὐ γὰρ μὴ ἐπιλησθῇ ἀπὸ στόματος αὐτῶν καὶ ἀπὸ στόματος τοῦ σπέρματος αὐτῶν ἐγὼ γὰρ οἶδα τὴν πονηρίαν αὐτῶν ὅσα ποιοῦσιν ὧδε σήμερον πρὸ τοῦ εἰσαγαγεῖν με αὐτοὺς εἰς τὴν γῆν τὴν ἀγαθήν ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν [21]And when much mischiefe and tribulation is come vpon them, this song shall aunswere them as a witnesse: For it shall not be forgotten out of the mouthes of their seede: for I knowe their imagination, which they go about euen nowe, before I haue brought the into the lande which I sware
[22]καὶ ἔγραψεν μωυσῆς τὴν ᾠδὴν ταύτην ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ ἐδίδαξεν αὐτὴν τοὺς υἱοὺς ισραηλ [22]Moyses therfore wrote this song the same day, and taught it the children of Israel
[23]καὶ ἐνετείλατο μωυσῆς ἰησοῖ καὶ εἶπεν αὐτῷ ἀνδρίζου καὶ ἴσχυε σὺ γὰρ εἰσάξεις τοὺς υἱοὺς ισραηλ εἰς τὴν γῆν ἣν ὤμοσεν κύριος αὐτοῖς καὶ αὐτὸς ἔσται μετὰ σοῦ [23]And he gaue Iosuah the sonne of Nun a charge, and sayde: Be bolde and strong, for thou shalt bryng the children of Israel into the lande which I sware vnto them: & I wil be with thee
[24]ἡνίκα δὲ συνετέλεσεν μωυσῆς γράφων πάντας τοὺς λόγους τοῦ νόμου τούτου εἰς βιβλίον ἕως εἰς τέλος [24]And when Moyses had made an ende of writing the wordes of this lawe in a booke, vntyll he had finished them
[25]καὶ ἐνετείλατο τοῖς λευίταις τοῖς αἴρουσιν τὴν κιβωτὸν τῆς διαθήκης κυρίου λέγων [25]Moyses commaunded the Luites, which bare the arke of the couenaunt of the Lorde, saying
[26]λαβόντες τὸ βιβλίον τοῦ νόμου τούτου θήσετε αὐτὸ ἐκ πλαγίων τῆς κιβωτοῦ τῆς διαθήκης κυρίου τοῦ θεοῦ ὑμῶν καὶ ἔσται ἐκεῖ ἐν σοὶ εἰς μαρτύριον [26]Take ye the booke of this lawe, and put it in the syde of the arke of the couenaunt of the Lorde your God, that it may be there for a witnesse agaynst thee
[27]ὅτι ἐγὼ ἐπίσταμαι τὸν ἐρεθισμόν σου καὶ τὸν τράχηλόν σου τὸν σκληρόν ἔτι γὰρ ἐμοῦ ζῶντος μεθ ὑμῶν σήμερον παραπικραίνοντες ἦτε τὰ πρὸς τὸν θεόν πῶς οὐχὶ καὶ ἔσχατον τοῦ θανάτου μου [27]For I knowe thy rebellion and thy stiffe necke: whyle I am yet alyue with you this day, ye haue ben disobedient vnto the Lorde, and howe much more after my death
[28]ἐκκλησιάσατε πρός με τοὺς φυλάρχους ὑμῶν καὶ τοὺς πρεσβυτέρους ὑμῶν καὶ τοὺς κριτὰς ὑμῶν καὶ τοὺς γραμματοεισαγωγεῖς ὑμῶν ἵνα λαλήσω εἰς τὰ ὦτα αὐτῶν πάντας τοὺς λόγους τούτους καὶ διαμαρτύρωμαι αὐτοῖς τόν τε οὐρανὸν καὶ τὴν γῆν [28]Gather vnto me all the elders of your tribes, and your officers, that I may speake these wordes in their eares, and call heauen and earth to recorde against them
[29]οἶδα γὰρ ὅτι ἔσχατον τῆς τελευτῆς μου ἀνομίᾳ ἀνομήσετε καὶ ἐκκλινεῖτε ἐκ τῆς ὁδοῦ ἧς ἐνετειλάμην ὑμῖν καὶ συναντήσεται ὑμῖν τὰ κακὰ ἔσχατον τῶν ἡμερῶν ὅτι ποιήσετε τὸ πονηρὸν ἐναντίον κυρίου παροργίσαι αὐτὸν ἐν τοῖς ἔργοις τῶν χειρῶν ὑμῶν [29]For I am sure, that after my death ye will vtterly be corrupt, and turne from the way which I haue commaunded you: and tribulation wyll come vpon you in the latter dayes, because ye shall haue wrought wickednesse in the syght of the Lorde, to prouoke hym through the workes of your handes
[30]καὶ ἐλάλησεν μωυσῆς εἰς τὰ ὦτα πάσης ἐκκλησίας ισραηλ τὰ ῥήματα τῆς ᾠδῆς ταύτης ἕως εἰς τέλος [30]And Moyses spake in the eares of all the congregation of Israel the wordes of this song, vntyll he had ended them
Source: sacred-texts.org
Source: studybible.org
Top