|
[1]Poul, the apostle of Jhesu Crist, bi the wille of God, to alle seyntis that ben at Effesie, and to the feithful men in Jhesu Crist, |
[1]Παῦλος, ἀπόστολος ᾿Ιησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, τοῖς ἁγίοις τοῖς οὖσιν ἐν ᾿Εφέσῳ καὶ πιστοῖς ἐν Χριστῷ ᾿Ιησοῦ· |
[2]grace be to you and pees of God, oure fader, and oure Lord Jhesu Crist. |
[2]χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου ᾿Ιησοῦ Χριστοῦ. |
[3]Blessid be God and the fadir of oure Lord Jhesu Crist, that hath blessid vs in al spiritual blessing in heuenli thingis in Crist, |
[3]Εὐλογητὸς ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ, |
[4]as he hath chosun vs in hym silf bifor the makyng of the world, that we weren hooli, and with out wem in his siyt, in charite. |
[4]καθὼς καὶ ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ, ἐν ἀγάπῃ |
[5]Which hath bifor ordeyned vs in to adopcioun of sones bi Jhesu Crist in to hym, bi the purpos of his wille, |
[5]προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ ᾿Ιησοῦ Χριστοῦ εἰς αὐτόν, κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ, |
[6]in to the heriyng of the glorie of his grace; |
[6]εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ, ἐν ᾗ ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ, |
[7]in which he hath glorified vs in his dereworthe sone. In whom we han redempcioun bi his blood, foryyuenesse of synnes, aftir the ritchessis of his grace, |
[7]ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων, κατὰ τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ, |
[8]that aboundide greetli in vs in al wisdom and prudence, |
[8]ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει, |
[9]to make knowun to vs the sacrament of his wille, bi the good plesaunce of hym; the which sacrament he purposide in |
[9]γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ, ἣν προέθετο ἐν αὐτῷ |
[10]hym in the dispensacioun of plente of tymes to enstore alle thingis in Crist, whiche ben in heuenes, and whiche ben in erthe, in hym. |
[10]εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν, ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ, τὰ ἐπὶ τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, ἐν αὐτῷ, |
[11]In whom we ben clepid bi sort, bifor ordeyned bi the purpos of hym that worchith alle thingis bi the counsel of his wille; |
[11]ἐν ᾧ καὶ ἐκληρώθημεν προορισθέντες κατὰ πρόθεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ, |
[12]that we be in to the heriyng of his glorie, we that han hopid bifor in Crist. |
[12]εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον δόξης αὐτοῦ, τοὺς προηλπικότας ἐν τῷ Χριστῷ· |
[13]In whom also ye weren clepid, whanne ye herden the word of treuthe, the gospel of youre heelthe, in whom ye bileuynge ben merkid with the Hooli Goost of biheest, which is the ernes of oure eritage, |
[13]ἐν ᾧ καὶ ὑμεῖς ἀκούσαντες τὸν λόγον τῆς ἀληθείας, τὸ εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν, ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ Πνεύματι τῆς ἐπαγγελίας τῷ ῾Αγίῳ, |
[14]in to the redempcioun of purchasyng, in to heriyng of his glorie. |
[14]ὅς ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν, εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως, εἰς ἔπαινον τῆς δόξης αὐτοῦ. |
[15]Therfor and Y herynge youre feith, that is in Crist Jhesu, and the loue in to alle seyntis, |
[15]Διὰ τοῦτο κἀγώ, ἀκούσας τὴν καθ᾽ ὑμᾶς πίστιν ἐν τῷ Κυρίῳ ᾿Ιησοῦ καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους, |
[16]ceesse not to do thankyngis for you, makynge mynde of you in my preieris; |
[16]οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν μνείαν ὑμῶν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, |
[17]that God of oure Lord Jhesu Crist, the fadir of glorie, yyue to you the spirit of wisdom and of reuelacioun, in to the knowyng of hym; |
[17]ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ, ὁ πατὴρ τῆς δόξης, δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ, |
[18]and the iyen of youre herte liytned, that ye wite, which is the hope of his clepyng, and whiche ben the richessis of the glorie of his eritage in seyntis; |
[18]πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν, εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις, |
[19]and whych is the excellent greetnesse of his vertu in to vs that han bileuyd, bi the worchyng of the myyt of his vertu, |
[19]καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ, |
[20]which he wrouyte in Crist, reisynge hym fro deth, and settynge him on his riyt half in heuenli thingis, |
[20]ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ ἐγείρας αὐτὸν ἐκ νεκρῶν, καὶ ἐκάθισεν ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις |
[21]aboue ech principat, and potestat, and vertu, and domynacioun, and aboue ech name that is named, not oneli in this world, but also in the world to comynge; |
[21]ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι· |
[22]and made alle thingis suget vndur hise feet, and yaf hym to be heed ouer al the chirche, |
[22]καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ, |
[23]that is the bodi of hym, and the plente of hym, which is alle thingis in alle thingis fulfillid. |
[23]ἥτις ἐστὶ τὸ σῶμα αὐτοῦ, τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου. |