«
SBL Greek NT (2010)
SBL
Wycliffe's English Translation (1388)
Wyc
Ephesians
Eph
6
   
[1]Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν κυρίῳ, τοῦτο γάρ ἐστιν δίκαιον· [1]Sones, obeische ye to youre fadir and modir, in the Lord; for this thing is riytful.
[2]τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ, [2]Onoure thou thi fadir and thi modir, that is the firste maundement in biheest;
[3]ἵνα εὖ σοι γένηται καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς. [3]that it be wel to thee, and that thou be long lyuynge on the erthe.
[4]Καὶ οἱ πατέρες, μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, ἀλλὰ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου. [4]And, fadris, nyle ye terre youre sones to wraththe; but nurische ye hem in the teching and chastising of the Lord.
[5]Οἱ δοῦλοι, ὑπακούετε τοῖς ⸂κατὰ σάρκα κυρίοις⸃ μετὰ φόβου καὶ τρόμου ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν ὡς τῷ Χριστῷ, [5]Seruauntis, obeische ye to fleischli lordis with drede and trembling, in simplenesse of youre herte, as to Crist;
[6]μὴ κατʼ ὀφθαλμοδουλίαν ὡς ἀνθρωπάρεσκοι ἀλλʼ ὡς ⸀δοῦλοι Χριστοῦ ποιοῦντες τὸ θέλημα τοῦ θεοῦ, ἐκ ψυχῆς [6]not seruynge at the iye, as plesinge to men, but as seruauntis of Crist; doynge the wille of God bi discrecioun,
[7]μετʼ εὐνοίας δουλεύοντες, ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις, [7]with good wille seruynge as to the Lord, and not as to men;
[8]εἰδότες ὅτι ⸂ἕκαστος, ὃ ἂν⸃ ποιήσῃ ἀγαθόν, τοῦτο ⸀κομίσεται ⸀παρὰ κυρίου, εἴτε δοῦλος εἴτε ἐλεύθερος. [8]witinge that ech man, what euere good thing he schal do, he schal resseyue this of the Lord, whether seruaunt, whether fre man.
[9]Καὶ οἱ κύριοι, τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς, ἀνιέντες τὴν ἀπειλήν, εἰδότες ὅτι καὶ ⸂αὐτῶν καὶ ὑμῶν⸃ ὁ κύριός ἐστιν ἐν οὐρανοῖς, καὶ προσωπολημψία οὐκ ἔστιν παρʼ αὐτῷ. [9]And, ye lordis, do the same thingis to hem, foryyuynge manaasis; witinge that bothe her Lord and youre is in heuenes, and the taking of persones is not anentis God.
[10]⸂Τοῦ λοιποῦ⸃ ἐνδυναμοῦσθε ἐν κυρίῳ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. [10]Her aftirward, britheren, be ye coumfortid in the Lord, and in the miyt of his vertu.
[11]ἐνδύσασθε τὴν πανοπλίαν τοῦ θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου· [11]Clothe you with the armere of God, that ye moun stonde ayens aspiynges of the deuel.
[12]ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ ⸀σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. [12]For whi stryuyng is not to vs ayens fleisch and blood, but ayens princis and potestatis, ayens gouernours of the world of these derknessis, ayens spiritual thingis of wickidnesse, in heuenli thingis.
[13]διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ καὶ ἅπαντα κατεργασάμενοι στῆναι. [13]Therfor take ye the armere of God, that ye moun ayenstonde in the yuel dai; and in alle thingis stonde perfit.
[14]στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, [14]Therfor stonde ye, and be gird aboute youre leendis in sothefastnesse, and clothid with the haburioun of riytwisnesse,
[15]καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης, [15]and youre feet schood in making redi of the gospel of pees.
[16]⸀ἐν πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ ⸀πονηροῦ πεπυρωμένα σβέσαι· [16]In alle thingis take ye the scheld of feith, in which ye moun quenche alle the firy dartis of `the worste.
[17]καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου ⸀δέξασθε, καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστιν ῥῆμα θεοῦ, [17]And take ye the helm of helthe, and the swerd of the Goost, that is, the word of God.
[18]διὰ πάσης προσευχῆς καὶ δεήσεως, προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι, καὶ εἰς ⸀αὐτὸ ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων, [18]Bi al preier and bisechyng preie ye al tyme in spirit, and in hym wakinge in al bisynesse, and bisechyng for alle hooli men, and for me;
[19]καὶ ὑπὲρ ἐμοῦ, ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου, ἐν παρρησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ εὐαγγελίου [19]that word be youun to me in openyng of my mouth, with trist to make knowun the mysterie of the gospel,
[20]ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει, ἵνα ἐν αὐτῷ παρρησιάσωμαι ὡς δεῖ με λαλῆσαι. [20]for which Y am set in message in a chayne; so that in it Y be hardi to speke, as it bihoueth me.
[21]Ἵνα δὲ ⸂εἰδῆτε καὶ ὑμεῖς⸃ τὰ κατʼ ἐμέ, τί πράσσω, πάντα ⸂γνωρίσει ὑμῖν⸃ Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος ἐν κυρίῳ, [21]And ye wite, what thingis ben aboute me, what Y do, Titicus, my moost dere brother, and trewe mynystre in the Lord, schal make alle thingis knowun to you;
[22]ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο ἵνα γνῶτε τὰ περὶ ἡμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν. [22]whom Y sente to you for this same thing, that ye knowe what thingis ben aboute vs, and that he coumforte youre hertis.
[23]Εἰρήνη τοῖς ἀδελφοῖς καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ. [23]Pees to britheren, and charite, with feith of God oure fadir, and of the Lord Jhesu Crist.
[24]ἡ χάρις μετὰ πάντων τῶν ἀγαπώντων τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν ⸀ἀφθαρσίᾳ. [24]Grace with alle men that louen oure Lord Jhesu Crist in vncorrupcioun. Amen, `that is, So be it.
Author: Michael W. Holmes (2010)
Source: www.sblgnt.com

See information...
Author: John Wycliffe (1328 – 1384)
Top