|
[1]Then the Lord spake to Moses and to Aaron in the land of Egypt, saying, |
[1]εἶπεν δὲ κύριος πρὸς μωυσῆν καὶ ααρων ἐν γῇ αἰγύπτου λέγων |
[2]This month shall be unto you the beginning of months: it shall be to you the first month of the year. |
[2]ὁ μὴν οὗτος ὑμῖν ἀρχὴ μηνῶν πρῶτός ἐστιν ὑμῖν ἐν τοῖς μησὶν τοῦ ἐνιαυτοῦ |
[3]Speak ye unto all the congregation of Israel, saying, In the tenth of this month let every man take unto him a lamb, according to the house of the fathers, a lamb for an house. |
[3]λάλησον πρὸς πᾶσαν συναγωγὴν υἱῶν ισραηλ λέγων τῇ δεκάτῃ τοῦ μηνὸς τούτου λαβέτωσαν ἕκαστος πρόβατον κατ οἴκους πατριῶν ἕκαστος πρόβατον κατ οἰκίαν |
[4]If the household be too little for the lamb, he shall take his neighbor, which is next unto his house, according to the number of the persons: every one of you, according to his eating shall make your count for the lambs, |
[4]ἐὰν δὲ ὀλιγοστοὶ ὦσιν οἱ ἐν τῇ οἰκίᾳ ὥστε μὴ ἱκανοὺς εἶναι εἰς πρόβατον συλλήμψεται μεθ ἑαυτοῦ τὸν γείτονα τὸν πλησίον αὐτοῦ κατὰ ἀριθμὸν ψυχῶν ἕκαστος τὸ ἀρκοῦν αὐτῷ συναριθμήσεται εἰς πρόβατον |
[5]Your lamb shall be without blemish, a male of a year old: ye shall take it of the lambs, or of the kids. |
[5]πρόβατον τέλειον ἄρσεν ἐνιαύσιον ἔσται ὑμῖν ἀπὸ τῶν ἀρνῶν καὶ τῶν ἐρίφων λήμψεσθε |
[6]And ye shall keep it until the fourteenth day of this month: then all the multitude of the congregation of Israel shall kill it at even. |
[6]καὶ ἔσται ὑμῖν διατετηρημένον ἕως τῆς τεσσαρεσκαιδεκάτης τοῦ μηνὸς τούτου καὶ σφάξουσιν αὐτὸ πᾶν τὸ πλῆθος συναγωγῆς υἱῶν ισραηλ πρὸς ἑσπέραν |
[7]After they shall take of the blood and strike it on the two posts, and on the upper door post of the houses where they shall eat it. |
[7]καὶ λήμψονται ἀπὸ τοῦ αἵματος καὶ θήσουσιν ἐπὶ τῶν δύο σταθμῶν καὶ ἐπὶ τὴν φλιὰν ἐν τοῖς οἴκοις ἐν οἷς ἐὰν φάγωσιν αὐτὰ ἐν αὐτοῖς |
[8]And they shall eat the flesh the same night, roast with fire, and unleavened bread with sour herbs they shall eat it. |
[8]καὶ φάγονται τὰ κρέα τῇ νυκτὶ ταύτῃ ὀπτὰ πυρὶ καὶ ἄζυμα ἐπὶ πικρίδων ἔδονται |
[9]Eat not thereof raw, boiled nor sodden in water, but roast with fire, both his head, his feet, and his purtenance. |
[9]οὐκ ἔδεσθε ἀπ αὐτῶν ὠμὸν οὐδὲ ἡψημένον ἐν ὕδατι ἀλλ ἢ ὀπτὰ πυρί κεφαλὴν σὺν τοῖς ποσὶν καὶ τοῖς ἐνδοσθίοις |
[10]And ye shall reserve nothing of it unto the morning: but that, which remaineth of it unto the morrow, shall ye burn with fire. |
[10]οὐκ ἀπολείψετε ἀπ αὐτοῦ ἕως πρωὶ καὶ ὀστοῦν οὐ συντρίψετε ἀπ αὐτοῦ τὰ δὲ καταλειπόμενα ἀπ αὐτοῦ ἕως πρωὶ ἐν πυρὶ κατακαύσετε |
[11]And thus shall ye eat it, your loins girded, your shoes on your feet, and your staves in your hands, and ye shall eat it in haste: for it is the Lord's Passover. |
[11]οὕτως δὲ φάγεσθε αὐτό αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι καὶ τὰ ὑποδήματα ἐν τοῖς ποσὶν ὑμῶν καὶ αἱ βακτηρίαι ἐν ταῖς χερσὶν ὑμῶν καὶ ἔδεσθε αὐτὸ μετὰ σπουδῆς πασχα ἐστὶν κυρίῳ |
[12]For I will pass through the land of Egypt the same night, and will smite all the firstborn in the land of Egypt, both man and beast, and I will execute judgment upon all the gods of Egypt. I am the Lord. |
[12]καὶ διελεύσομαι ἐν γῇ αἰγύπτῳ ἐν τῇ νυκτὶ ταύτῃ καὶ πατάξω πᾶν πρωτότοκον ἐν γῇ αἰγύπτῳ ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἐν πᾶσι τοῖς θεοῖς τῶν αἰγυπτίων ποιήσω τὴν ἐκδίκησιν ἐγὼ κύριος |
[13]And the blood shall be a token for you upon the houses where ye are: so when I see the blood, I will pass over you, and the plague shall not be upon you to destruction, when I smite the land of Egypt. |
[13]καὶ ἔσται τὸ αἷμα ὑμῖν ἐν σημείῳ ἐπὶ τῶν οἰκιῶν ἐν αἷς ὑμεῖς ἐστε ἐκεῖ καὶ ὄψομαι τὸ αἷμα καὶ σκεπάσω ὑμᾶς καὶ οὐκ ἔσται ἐν ὑμῖν πληγὴ τοῦ ἐκτριβῆναι ὅταν παίω ἐν γῇ αἰγύπτῳ |
[14]And this day shall be unto you a remembrance: and ye shall keep it an holy feast unto the Lord, throughout your generations: ye shall keep it holy by an ordinance forever. |
[14]καὶ ἔσται ἡ ἡμέρα ὑμῖν αὕτη μνημόσυνον καὶ ἑορτάσετε αὐτὴν ἑορτὴν κυρίῳ εἰς πάσας τὰς γενεὰς ὑμῶν νόμιμον αἰώνιον ἑορτάσετε αὐτήν |
[15]Seven days shall ye eat unleavened bread, and in any case ye shall put away leaven the first day out of your houses: for whosoever eateth leavened bread from the first day until the seventh day, that person shall be cut off from Israel. |
[15]ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε ἀπὸ δὲ τῆς ἡμέρας τῆς πρώτης ἀφανιεῖτε ζύμην ἐκ τῶν οἰκιῶν ὑμῶν πᾶς ὃς ἂν φάγῃ ζύμην ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐξ ισραηλ ἀπὸ τῆς ἡμέρας τῆς πρώτης ἕως τῆς ἡμέρας τῆς ἑβδόμης |
[16]And in the first day shall be an holy assembly: also in the seventh day shall be an holy assembly unto you: no work shall be done in them, save about that which every man must eat: that only may ye do. |
[16]καὶ ἡ ἡμέρα ἡ πρώτη κληθήσεται ἁγία καὶ ἡ ἡμέρα ἡ ἑβδόμη κλητὴ ἁγία ἔσται ὑμῖν πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐταῖς πλὴν ὅσα ποιηθήσεται πάσῃ ψυχῇ τοῦτο μόνον ποιηθήσεται ὑμῖν |
[17]Ye shall keep also the feast of unleavened bread: for that same day I will bring your armies out of the land of Egypt: therefore ye shall observe this day, throughout your posterity, by an ordinance forever. |
[17]καὶ φυλάξεσθε τὴν ἐντολὴν ταύτην ἐν γὰρ τῇ ἡμέρᾳ ταύτῃ ἐξάξω τὴν δύναμιν ὑμῶν ἐκ γῆς αἰγύπτου καὶ ποιήσετε τὴν ἡμέραν ταύτην εἰς γενεὰς ὑμῶν νόμιμον αἰώνιον |
[18]In the first month and the fourteenth day of the month at even, ye shall eat unleavened bread unto the one and twentieth day of the month at even. |
[18]ἐναρχομένου τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου ἀφ ἑσπέρας ἔδεσθε ἄζυμα ἕως ἡμέρας μιᾶς καὶ εἰκάδος τοῦ μηνὸς ἕως ἑσπέρας |
[19]Seven days shall no leaven be found in your houses: for whosoever eateth leavened bread, that person shall be cut off from the congregation of Israel: whether he be a stranger, or born in the land. |
[19]ἑπτὰ ἡμέρας ζύμη οὐχ εὑρεθήσεται ἐν ταῖς οἰκίαις ὑμῶν πᾶς ὃς ἂν φάγῃ ζυμωτόν ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ συναγωγῆς ισραηλ ἔν τε τοῖς γειώραις καὶ αὐτόχθοσιν τῆς γῆς |
[20]Ye shall eat no leavened bread: but in all your habitations shall ye eat unleavened bread. |
[20]πᾶν ζυμωτὸν οὐκ ἔδεσθε ἐν παντὶ δὲ κατοικητηρίῳ ὑμῶν ἔδεσθε ἄζυμα |
[21]Then Moses called all the elders of Israel, and said unto them, Choose out and take you for every of your households a lamb, and kill the Passover. |
[21]ἐκάλεσεν δὲ μωυσῆς πᾶσαν γερουσίαν υἱῶν ισραηλ καὶ εἶπεν πρὸς αὐτούς ἀπελθόντες λάβετε ὑμῖν ἑαυτοῖς πρόβατον κατὰ συγγενείας ὑμῶν καὶ θύσατε τὸ πασχα |
[22]And take a bunch of hyssop, and dip it in the blood that is in the basin, and strike the lintel, and the door cheeks with the blood that is in the basin, and let none of you go out at the door of his house, until the morning. |
[22]λήμψεσθε δὲ δέσμην ὑσσώπου καὶ βάψαντες ἀπὸ τοῦ αἵματος τοῦ παρὰ τὴν θύραν καθίξετε τῆς φλιᾶς καὶ ἐπ ἀμφοτέρων τῶν σταθμῶν ἀπὸ τοῦ αἵματος ὅ ἐστιν παρὰ τὴν θύραν ὑμεῖς δὲ οὐκ ἐξελεύσεσθε ἕκαστος τὴν θύραν τοῦ οἴκου αὐτοῦ ἕως πρωί |
[23]For the Lord will pass by to smite the Egyptians: and when he seeth the blood upon the lintel and on the two door cheeks, the Lord will pass over the door, and will not suffer the destroyer to come into your houses to plague you. |
[23]καὶ παρελεύσεται κύριος πατάξαι τοὺς αἰγυπτίους καὶ ὄψεται τὸ αἷμα ἐπὶ τῆς φλιᾶς καὶ ἐπ ἀμφοτέρων τῶν σταθμῶν καὶ παρελεύσεται κύριος τὴν θύραν καὶ οὐκ ἀφήσει τὸν ὀλεθρεύοντα εἰσελθεῖν εἰς τὰς οἰκίας ὑμῶν πατάξαι |
[24]Therefore shall ye observe this thing as an ordinance both for thee and thy sons forever. |
[24]καὶ φυλάξεσθε τὸ ῥῆμα τοῦτο νόμιμον σεαυτῷ καὶ τοῖς υἱοῖς σου ἕως αἰῶνος |
[25]And when ye shall come into the land, which the Lord will give you, as he hath promised, then ye shall keep this service. |
[25]ἐὰν δὲ εἰσέλθητε εἰς τὴν γῆν ἣν ἂν δῷ κύριος ὑμῖν καθότι ἐλάλησεν φυλάξεσθε τὴν λατρείαν ταύτην |
[26]And when your children ask you, What service is this ye keep? |
[26]καὶ ἔσται ἐὰν λέγωσιν πρὸς ὑμᾶς οἱ υἱοὶ ὑμῶν τίς ἡ λατρεία αὕτη |
[27]Then ye shall say, It is the sacrifice of the Lord's Passover, which passed over the houses of the children of Israel in Egypt, when he smote the Egyptians, and preserved our houses. Then the people bowed themselves, and worshiped. |
[27]καὶ ἐρεῖτε αὐτοῖς θυσία τὸ πασχα τοῦτο κυρίῳ ὡς ἐσκέπασεν τοὺς οἴκους τῶν υἱῶν ισραηλ ἐν αἰγύπτῳ ἡνίκα ἐπάταξεν τοὺς αἰγυπτίους τοὺς δὲ οἴκους ἡμῶν ἐρρύσατο καὶ κύψας ὁ λαὸς προσεκύνησεν |
[28]So the children of Israel went, and did as the Lord had commanded Moses and Aaron: so did they. |
[28]καὶ ἀπελθόντες ἐποίησαν οἱ υἱοὶ ισραηλ καθὰ ἐνετείλατο κύριος τῷ μωυσῇ καὶ ααρων οὕτως ἐποίησαν |
[29]Now at midnight, the Lord smote all the firstborn in the land of Egypt, from the firstborn of Pharaoh that sat on his throne, unto the firstborn of the captive that was in prison, and all the firstborn of beasts. |
[29]ἐγενήθη δὲ μεσούσης τῆς νυκτὸς καὶ κύριος ἐπάταξεν πᾶν πρωτότοκον ἐν γῇ αἰγύπτῳ ἀπὸ πρωτοτόκου φαραω τοῦ καθημένου ἐπὶ τοῦ θρόνου ἕως πρωτοτόκου τῆς αἰχμαλωτίδος τῆς ἐν τῷ λάκκῳ καὶ ἕως πρωτοτόκου παντὸς κτήνους |
[30]And Pharaoh rose up in the night, he, and all his servants and all the Egyptians: and there was a great cry in Egypt: for there was no house where there was not one dead. |
[30]καὶ ἀναστὰς φαραω νυκτὸς καὶ πάντες οἱ θεράποντες αὐτοῦ καὶ πάντες οἱ αἰγύπτιοι καὶ ἐγενήθη κραυγὴ μεγάλη ἐν πάσῃ γῇ αἰγύπτῳ οὐ γὰρ ἦν οἰκία ἐν ᾗ οὐκ ἦν ἐν αὐτῇ τεθνηκώς |
[31]And he called to Moses and to Aaron by night, and said, Rise up, get you out from among my people, both ye, and the children of Israel, and go serve the Lord as ye have said. |
[31]καὶ ἐκάλεσεν φαραω μωυσῆν καὶ ααρων νυκτὸς καὶ εἶπεν αὐτοῖς ἀνάστητε καὶ ἐξέλθατε ἐκ τοῦ λαοῦ μου καὶ ὑμεῖς καὶ οἱ υἱοὶ ισραηλ βαδίζετε καὶ λατρεύσατε κυρίῳ τῷ θεῷ ὑμῶν καθὰ λέγετε |
[32]Take also your sheep and your cattle as ye have said, and depart, and bless me also. |
[32]καὶ τὰ πρόβατα καὶ τοὺς βόας ὑμῶν ἀναλαβόντες πορεύεσθε εὐλογήσατε δὲ κἀμέ |
[33]And the Egyptians did force the people, because they would send them out of the land in haste: for they said, We die all. |
[33]καὶ κατεβιάζοντο οἱ αἰγύπτιοι τὸν λαὸν σπουδῇ ἐκβαλεῖν αὐτοὺς ἐκ τῆς γῆς εἶπαν γὰρ ὅτι πάντες ἡμεῖς ἀποθνῄσκομεν |
[34]Therefore the people took their dough before it was leavened, even their dough bound in clothes upon their shoulders. |
[34]ἀνέλαβεν δὲ ὁ λαὸς τὸ σταῖς πρὸ τοῦ ζυμωθῆναι τὰ φυράματα αὐτῶν ἐνδεδεμένα ἐν τοῖς ἱματίοις αὐτῶν ἐπὶ τῶν ὤμων |
[35]And the children of Israel did according to the saying of Moses, and they asked of the Egyptians jewels of silver and jewels of gold, and raiment. |
[35]οἱ δὲ υἱοὶ ισραηλ ἐποίησαν καθὰ συνέταξεν αὐτοῖς μωυσῆς καὶ ᾔτησαν παρὰ τῶν αἰγυπτίων σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ ἱματισμόν |
[36]And the Lord gave the people favor in the sight of the Egyptians: and they granted their request: so they spoiled the Egyptians. |
[36]καὶ κύριος ἔδωκεν τὴν χάριν τῷ λαῷ αὐτοῦ ἐναντίον τῶν αἰγυπτίων καὶ ἔχρησαν αὐτοῖς καὶ ἐσκύλευσαν τοὺς αἰγυπτίους |
[37]Then the children of Israel took their journey from Rameses to Succoth about six hundred thousand men of foot, beside children. |
[37]ἀπάραντες δὲ οἱ υἱοὶ ισραηλ ἐκ ραμεσση εἰς σοκχωθα εἰς ἑξακοσίας χιλιάδας πεζῶν οἱ ἄνδρες πλὴν τῆς ἀποσκευῆς |
[38]And a great multitude of sundry sorts of people went out with them, and sheep, and beeves, and cattle in great abundance. |
[38]καὶ ἐπίμικτος πολὺς συνανέβη αὐτοῖς καὶ πρόβατα καὶ βόες καὶ κτήνη πολλὰ σφόδρα |
[39]And they baked the dough which they brought out of Egypt, and made unleavened cakes: for it was not leavened, because they were thrust out of Egypt, neither could they tarry, nor yet prepare themselves victuals. |
[39]καὶ ἔπεψαν τὸ σταῖς ὃ ἐξήνεγκαν ἐξ αἰγύπτου ἐγκρυφίας ἀζύμους οὐ γὰρ ἐζυμώθη ἐξέβαλον γὰρ αὐτοὺς οἱ αἰγύπτιοι καὶ οὐκ ἠδυνήθησαν ἐπιμεῖναι οὐδὲ ἐπισιτισμὸν ἐποίησαν ἑαυτοῖς εἰς τὴν ὁδόν |
[40]So the dwelling of the children of Israel, while they dwelled in Egypt, was four hundred and thirty years. |
[40]ἡ δὲ κατοίκησις τῶν υἱῶν ισραηλ ἣν κατῴκησαν ἐν γῇ αἰγύπτῳ καὶ ἐν γῇ χανααν ἔτη τετρακόσια τριάκοντα |
[41]And when the four hundred and thirty years were expired, even the self same day departed all the hosts of the Lord out of the land of Egypt. |
[41]καὶ ἐγένετο μετὰ τὰ τετρακόσια τριάκοντα ἔτη ἐξῆλθεν πᾶσα ἡ δύναμις κυρίου ἐκ γῆς αἰγύπτου |
[42]It is a night to be kept holy to the Lord, because he brought them out of the land of Egypt: this is that night of the Lord, which all the children of Israel must keep throughout their generations. |
[42]νυκτὸς προφυλακή ἐστιν τῷ κυρίῳ ὥστε ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς αἰγύπτου ἐκείνη ἡ νὺξ αὕτη προφυλακὴ κυρίῳ ὥστε πᾶσι τοῖς υἱοῖς ισραηλ εἶναι εἰς γενεὰς αὐτῶν |
[43]Also the Lord said unto Moses and Aaron, This is the law of the Passover: no stranger shall eat thereof. |
[43]εἶπεν δὲ κύριος πρὸς μωυσῆν καὶ ααρων λέγων οὗτος ὁ νόμος τοῦ πασχα πᾶς ἀλλογενὴς οὐκ ἔδεται ἀπ αὐτοῦ |
[44]But every servant that is bought for money, when thou hast circumcised him, then shall he eat thereof. |
[44]καὶ πᾶν οἰκέτην τινὸς ἢ ἀργυρώνητον περιτεμεῖς αὐτόν καὶ τότε φάγεται ἀπ αὐτοῦ |
[45]A stranger or an hired servant shall not eat thereof. |
[45]πάροικος ἢ μισθωτὸς οὐκ ἔδεται ἀπ αὐτοῦ |
[46]In one house shall it be eaten: thou shalt carry none of the flesh out of the house, neither shall ye break a bone thereof. |
[46]ἐν οἰκίᾳ μιᾷ βρωθήσεται καὶ οὐκ ἐξοίσετε ἐκ τῆς οἰκίας τῶν κρεῶν ἔξω καὶ ὀστοῦν οὐ συντρίψετε ἀπ αὐτοῦ |
[47]All the congregation of Israel shall observe it. |
[47]πᾶσα συναγωγὴ υἱῶν ισραηλ ποιήσει αὐτό |
[48]But if a stranger dwell with thee, and will observe the Passover of the Lord, let him circumcise all the males, that belong unto him, and then let him come and observe it, and he shall be as one that is born in the land: for none uncircumcised person shall eat thereof. |
[48]ἐὰν δέ τις προσέλθῃ πρὸς ὑμᾶς προσήλυτος ποιῆσαι τὸ πασχα κυρίῳ περιτεμεῖς αὐτοῦ πᾶν ἀρσενικόν καὶ τότε προσελεύσεται ποιῆσαι αὐτὸ καὶ ἔσται ὥσπερ καὶ ὁ αὐτόχθων τῆς γῆς πᾶς ἀπερίτμητος οὐκ ἔδεται ἀπ αὐτοῦ |
[49]One law shall be to him that is born in the land, and to the stranger that dwelleth among you. |
[49]νόμος εἷς ἔσται τῷ ἐγχωρίῳ καὶ τῷ προσελθόντι προσηλύτῳ ἐν ὑμῖν |
[50]Then all the children of Israel did as the Lord commanded Moses and Aaron: so did they. |
[50]καὶ ἐποίησαν οἱ υἱοὶ ισραηλ καθὰ ἐνετείλατο κύριος τῷ μωυσῇ καὶ ααρων πρὸς αὐτούς οὕτως ἐποίησαν |
[51]And the self same day did the Lord bring the children of Israel out of the land of Egypt by their armies. |
[51]καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξήγαγεν κύριος τοὺς υἱοὺς ισραηλ ἐκ γῆς αἰγύπτου σὺν δυνάμει αὐτῶν |