«
The Septuagint
LXX
The Geneva Bible (1560)
Geneva
[1]ἤκουσεν δὲ ιοθορ ὁ ἱερεὺς μαδιαμ ὁ γαμβρὸς μωυσῆ πάντα ὅσα ἐποίησεν κύριος ισραηλ τῷ ἑαυτοῦ λαῷ ἐξήγαγεν γὰρ κύριος τὸν ισραηλ ἐξ αἰγύπτου [1]When Jethro the priest of Midian Moses' father in law heard all that God had done for Moses, and for Israel his people, and how the Lord had brought Israel out of Egypt,
[2]ἔλαβεν δὲ ιοθορ ὁ γαμβρὸς μωυσῆ σεπφωραν τὴν γυναῖκα μωυσῆ μετὰ τὴν ἄφεσιν αὐτῆς [2]Then Jethro the father in law of Moses, took Zipporah Moses' wife, (after he had sent her away)
[3]καὶ τοὺς δύο υἱοὺς αὐτοῦ ὄνομα τῷ ἑνὶ αὐτῶν γηρσαμ λέγων πάροικος ἤμην ἐν γῇ ἀλλοτρίᾳ [3]And her two sons, (whereof the one was called Gershom: for he said, I have been an alien in a strange land:
[4]καὶ τὸ ὄνομα τοῦ δευτέρου ελιεζερ λέγων ὁ γὰρ θεὸς τοῦ πατρός μου βοηθός μου καὶ ἐξείλατό με ἐκ χειρὸς φαραω [4]And the name of the other was Eliezer: for the God of my father, said he, was mine help, and delivered me from the sword of Pharaoh)
[5]καὶ ἐξῆλθεν ιοθορ ὁ γαμβρὸς μωυσῆ καὶ οἱ υἱοὶ καὶ ἡ γυνὴ πρὸς μωυσῆν εἰς τὴν ἔρημον οὗ παρενέβαλεν ἐπ ὄρους τοῦ θεοῦ [5]And Jethro Moses' father in law came with his two sons, and his wife unto Moses into the wilderness, where he camped by the mount of God.
[6]ἀνηγγέλη δὲ μωυσεῖ λέγοντες ἰδοὺ ὁ γαμβρός σου ιοθορ παραγίνεται πρὸς σέ καὶ ἡ γυνὴ καὶ οἱ δύο υἱοί σου μετ αὐτοῦ [6]And he said to Moses, I thy father in law Jethro am come to thee, and thy wife and her two sons with her.
[7]ἐξῆλθεν δὲ μωυσῆς εἰς συνάντησιν τῷ γαμβρῷ αὐτοῦ καὶ προσεκύνησεν αὐτῷ καὶ ἐφίλησεν αὐτόν καὶ ἠσπάσαντο ἀλλήλους καὶ εἰσήγαγεν αὐτὸν εἰς τὴν σκηνήν [7]And Moses went out to meet his father in law, and did obeisance and kissed him, and each asked other of his welfare: and they came into the tent.
[8]καὶ διηγήσατο μωυσῆς τῷ γαμβρῷ πάντα ὅσα ἐποίησεν κύριος τῷ φαραω καὶ τοῖς αἰγυπτίοις ἕνεκεν τοῦ ισραηλ καὶ πάντα τὸν μόχθον τὸν γενόμενον αὐτοῖς ἐν τῇ ὁδῷ καὶ ὅτι ἐξείλατο αὐτοὺς κύριος ἐκ χειρὸς φαραω καὶ ἐκ χειρὸς τῶν αἰγυπτίων [8]Then Moses told his father in law all that the Lord had done unto Pharaoh, and to the Egyptians for Israel's sake, and all the travail that had come unto them by the way, and how the Lord delivered them.
[9]ἐξέστη δὲ ιοθορ ἐπὶ πᾶσι τοῖς ἀγαθοῖς οἷς ἐποίησεν αὐτοῖς κύριος ὅτι ἐξείλατο αὐτοὺς ἐκ χειρὸς αἰγυπτίων καὶ ἐκ χειρὸς φαραω [9]And Jethro rejoiced at all the goodness, which the Lord had showed to Israel , and because he had delivered them out of the hand of the Egyptians.
[10]καὶ εἶπεν ιοθορ εὐλογητὸς κύριος ὅτι ἐξείλατο τὸν λαὸν αὐτοῦ ἐκ χειρὸς αἰγυπτίων καὶ ἐκ χειρὸς φαραω [10]Therefore Jethro said, Blessed be the Lord who hath delivered you out of the hand of the Egyptians, and out of the hand of Pharaoh: who hath also delivered the people from under the hand of the Egyptians.
[11]νῦν ἔγνων ὅτι μέγας κύριος παρὰ πάντας τοὺς θεούς ἕνεκεν τούτου ὅτι ἐπέθεντο αὐτοῖς [11]Now I know that the Lord is greater than all the gods: for as they have dealt proudly with them, so are they recompensed.
[12]καὶ ἔλαβεν ιοθορ ὁ γαμβρὸς μωυσῆ ὁλοκαυτώματα καὶ θυσίας τῷ θεῷ παρεγένετο δὲ ααρων καὶ πάντες οἱ πρεσβύτεροι ισραηλ συμφαγεῖν ἄρτον μετὰ τοῦ γαμβροῦ μωυσῆ ἐναντίον τοῦ θεοῦ [12]Then Jethro Moses' father in law took burnt offerings and sacrifices to offer unto God. And Aaron and all the elders of Israel came to eat bread with Moses' father in law before God.
[13]καὶ ἐγένετο μετὰ τὴν ἐπαύριον συνεκάθισεν μωυσῆς κρίνειν τὸν λαόν παρειστήκει δὲ πᾶς ὁ λαὸς μωυσεῖ ἀπὸ πρωίθεν ἕως ἑσπέρας [13]Now on the morrow, when Moses sat to judge the people, the people stood about Moses from morning unto even.
[14]καὶ ἰδὼν ιοθορ πάντα ὅσα ἐποίει τῷ λαῷ λέγει τί τοῦτο ὃ σὺ ποιεῖς τῷ λαῷ διὰ τί σὺ κάθησαι μόνος πᾶς δὲ ὁ λαὸς παρέστηκέν σοι ἀπὸ πρωίθεν ἕως δείλης [14]And when Moses' father in law saw all that he did to the people, he said, What is this that thou doest to the people? Why sittest thou thyself alone, and all the people stand about thee from morning unto even?
[15]καὶ λέγει μωυσῆς τῷ γαμβρῷ ὅτι παραγίνεται πρός με ὁ λαὸς ἐκζητῆσαι κρίσιν παρὰ τοῦ θεοῦ [15]And Moses said unto his father in law, Because the people come unto me to seek God.
[16]ὅταν γὰρ γένηται αὐτοῖς ἀντιλογία καὶ ἔλθωσι πρός με διακρίνω ἕκαστον καὶ συμβιβάζω αὐτοὺς τὰ προστάγματα τοῦ θεοῦ καὶ τὸν νόμον αὐτοῦ [16]When they have a matter, they come unto me, and I judge between one and another, and declare the ordinances of God, and his laws.
[17]εἶπεν δὲ ὁ γαμβρὸς μωυσῆ πρὸς αὐτόν οὐκ ὀρθῶς σὺ ποιεῖς τὸ ῥῆμα τοῦτο [17]But Moses' father in law said unto him, The thing, which thou doest, is not well.
[18]φθορᾷ καταφθαρήσῃ ἀνυπομονήτῳ καὶ σὺ καὶ πᾶς ὁ λαὸς οὗτος ὅς ἐστιν μετὰ σοῦ βαρύ σοι τὸ ῥῆμα τοῦτο οὐ δυνήσῃ ποιεῖν μόνος [18]Thou both weariest thyself greatly, and this people that is with thee: for the thing is too heavy for thee: thou art not able to do it thyself alone.
[19]νῦν οὖν ἄκουσόν μου καὶ συμβουλεύσω σοι καὶ ἔσται ὁ θεὸς μετὰ σοῦ γίνου σὺ τῷ λαῷ τὰ πρὸς τὸν θεὸν καὶ ἀνοίσεις τοὺς λόγους αὐτῶν πρὸς τὸν θεὸν [19]Hear now my voice, (I will give thee counsel, and God shall be with thee) be thou for the people to God-ward, and report thou the causes unto God,
[20]καὶ διαμαρτυρῇ αὐτοῖς τὰ προστάγματα τοῦ θεοῦ καὶ τὸν νόμον αὐτοῦ καὶ σημανεῖς αὐτοῖς τὰς ὁδούς ἐν αἷς πορεύσονται ἐν αὐταῖς καὶ τὰ ἔργα ἃ ποιήσουσιν [20]And admonish them of the ordinances, and of the laws, and show them the way, wherein they must walk, and the work that they must do.
[21]καὶ σὺ σεαυτῷ σκέψαι ἀπὸ παντὸς τοῦ λαοῦ ἄνδρας δυνατοὺς θεοσεβεῖς ἄνδρας δικαίους μισοῦντας ὑπερηφανίαν καὶ καταστήσεις αὐτοὺς ἐπ αὐτῶν χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκαδάρχους [21]Moreover, provide thou among all the people men of courage, fearing God, men dealing truly, hating covetousness: and appoint such over them to be rulers over thousands, rulers over hundreds, rulers over fifties, and rulers over tens.
[22]καὶ κρινοῦσιν τὸν λαὸν πᾶσαν ὥραν τὸ δὲ ῥῆμα τὸ ὑπέρογκον ἀνοίσουσιν ἐπὶ σέ τὰ δὲ βραχέα τῶν κριμάτων κρινοῦσιν αὐτοὶ καὶ κουφιοῦσιν ἀπὸ σοῦ καὶ συναντιλήμψονταί σοι [22]And let them judge the people at all seasons: but every great matter let them bring unto thee, and let them judge all small causes: so shall it be easier for thee, when they shall bear the burden with thee.
[23]ἐὰν τὸ ῥῆμα τοῦτο ποιήσῃς κατισχύσει σε ὁ θεός καὶ δυνήσῃ παραστῆναι καὶ πᾶς ὁ λαὸς οὗτος εἰς τὸν ἑαυτοῦ τόπον μετ εἰρήνης ἥξει [23]If thou do this thing, (and God so command thee) both thou shalt be able to endure, and all this people shall also go quietly to their place.
[24]ἤκουσεν δὲ μωυσῆς τῆς φωνῆς τοῦ γαμβροῦ καὶ ἐποίησεν ὅσα αὐτῷ εἶπεν [24]So Moses obeyed the voice of his father in law, and did all that he had said:
[25]καὶ ἐπέλεξεν μωυσῆς ἄνδρας δυνατοὺς ἀπὸ παντὸς ισραηλ καὶ ἐποίησεν αὐτοὺς ἐπ αὐτῶν χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκαδάρχους [25]And Moses chose men of courage out of all Israel, and made them heads over the people, rulers over thousands, rulers over hundreds, rulers over fifties, and rulers over tens.
[26]καὶ ἐκρίνοσαν τὸν λαὸν πᾶσαν ὥραν πᾶν δὲ ῥῆμα ὑπέρογκον ἀνεφέροσαν ἐπὶ μωυσῆν πᾶν δὲ ῥῆμα ἐλαφρὸν ἐκρίνοσαν αὐτοί [26]And they judged the people at all seasons, but they brought the hard causes unto Moses: for they judged all small matters themselves.
[27]ἐξαπέστειλεν δὲ μωυσῆς τὸν ἑαυτοῦ γαμβρόν καὶ ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ [27]Afterward Moses let his father in law depart, and he went into his country.
Source: sacred-texts.org
Source: archive.org
Top