«
Jewish Publication Society (1917)
JPS
The Septuagint
LXX
[1]In the third month after the children of Israel were gone forth out of the land of Egypt, the same day came they into the wilderness of Sinai. [1]τοῦ δὲ μηνὸς τοῦ τρίτου τῆς ἐξόδου τῶν υἱῶν ισραηλ ἐκ γῆς αἰγύπτου τῇ ἡμέρᾳ ταύτῃ ἤλθοσαν εἰς τὴν ἔρημον τοῦ σινα
[2]And when they were departed from Rephidim, and were come to the wilderness of Sinai, they encamped in the wilderness; and there Israel encamped before the mount. [2]καὶ ἐξῆραν ἐκ ραφιδιν καὶ ἤλθοσαν εἰς τὴν ἔρημον τοῦ σινα καὶ παρενέβαλεν ἐκεῖ ισραηλ κατέναντι τοῦ ὄρους
[3]And Moses went up unto God, and ‏𐤉𐤇𐤅𐤇‎ called unto him out of the mountain saying: 'Thus shalt thou say to the house of Jacob, and tell the children of Israel: [3]καὶ μωυσῆς ἀνέβη εἰς τὸ ὄρος τοῦ θεοῦ καὶ ἐκάλεσεν αὐτὸν ὁ θεὸς ἐκ τοῦ ὄρους λέγων τάδε ἐρεῖς τῷ οἴκῳ ιακωβ καὶ ἀναγγελεῖς τοῖς υἱοῖς ισραηλ
[4]Ye have seen what I did unto the Egyptians, and how I bore you on eagles' wings, and brought you unto Myself. [4]αὐτοὶ ἑωράκατε ὅσα πεποίηκα τοῖς αἰγυπτίοις καὶ ἀνέλαβον ὑμᾶς ὡσεὶ ἐπὶ πτερύγων ἀετῶν καὶ προσηγαγόμην ὑμᾶς πρὸς ἐμαυτόν
[5]N therefore, if ye will hearken unto My voice indeed, and keep My covenant, then ye shall be Mine ow treasure from among all peoples; for all the earth is Mine; [5]καὶ νῦν ἐὰν ἀκοῇ ἀκούσητε τῆς ἐμῆς φωνῆς καὶ φυλάξητε τὴν διαθήκην μου ἔσεσθέ μοι λαὸς περιούσιος ἀπὸ πάντων τῶν ἐθνῶν ἐμὴ γάρ ἐστιν πᾶσα ἡ γῆ
[6]And ye shall be unto Me a kingdom of priests, and a holy nation. These are the words which thou shalt speak unto the children of Israel.' [6]ὑμεῖς δὲ ἔσεσθέ μοι βασίλειον ἱεράτευμα καὶ ἔθνος ἅγιον ταῦτα τὰ ῥήματα ἐρεῖς τοῖς υἱοῖς ισραηλ
[7]And Moses came and called for the elders of the people, and set before them all these words which ‏𐤉𐤇𐤅𐤇‎ commanded him. [7]ἦλθεν δὲ μωυσῆς καὶ ἐκάλεσεν τοὺς πρεσβυτέρους τοῦ λαοῦ καὶ παρέθηκεν αὐτοῖς πάντας τοὺς λόγους τούτους οὓς συνέταξεν αὐτῷ ὁ θεός
[8]And all the people answered together, and said: 'All that ‏𐤉𐤇𐤅𐤇‎ hath spoken we will do.' And Moses reported the words of the people unto ‏𐤉𐤇𐤅𐤇‎. [8]ἀπεκρίθη δὲ πᾶς ὁ λαὸς ὁμοθυμαδὸν καὶ εἶπαν πάντα ὅσα εἶπεν ὁ θεός ποιήσομεν καὶ ἀκουσόμεθα ἀνήνεγκεν δὲ μωυσῆς τοὺς λόγους τοῦ λαοῦ πρὸς τὸν θεόν
[9]And ‏𐤉𐤇𐤅𐤇‎ said unto Moses: 'Lo, I come unto thee in a thick cloud, that the people may hear when I speak with thee, and may also believe thee for ever.' And Moses told the words of the people unto ‏𐤉𐤇𐤅𐤇‎. [9]εἶπεν δὲ κύριος πρὸς μωυσῆν ἰδοὺ ἐγὼ παραγίνομαι πρὸς σὲ ἐν στύλῳ νεφέλης ἵνα ἀκούσῃ ὁ λαὸς λαλοῦντός μου πρὸς σὲ καὶ σοὶ πιστεύσωσιν εἰς τὸν αἰῶνα ἀνήγγειλεν δὲ μωυσῆς τὰ ῥήματα τοῦ λαοῦ πρὸς κύριον
[10]And ‏𐤉𐤇𐤅𐤇‎ said unto Moses: 'Go unto the people, and sanctify them to-day and to-morrow, and let them wash their garments, [10]εἶπεν δὲ κύριος πρὸς μωυσῆν καταβὰς διαμάρτυραι τῷ λαῷ καὶ ἅγνισον αὐτοὺς σήμερον καὶ αὔριον καὶ πλυνάτωσαν τὰ ἱμάτια
[11]And be ready against the third day; for the third day ‏𐤉𐤇𐤅𐤇‎ will come down in the sight of all the people upon mount Sinai. [11]καὶ ἔστωσαν ἕτοιμοι εἰς τὴν ἡμέραν τὴν τρίτην τῇ γὰρ ἡμέρᾳ τῇ τρίτῃ καταβήσεται κύριος ἐπὶ τὸ ὄρος τὸ σινα ἐναντίον παντὸς τοῦ λαοῦ
[12]And thou shalt set bounds unto the people round about, saying: Take heed to yourselves, that ye go not up into the mount, or touch the border of it; whosoever toucheth the mount shall be surely put to death; [12]καὶ ἀφοριεῖς τὸν λαὸν κύκλῳ λέγων προσέχετε ἑαυτοῖς τοῦ ἀναβῆναι εἰς τὸ ὄρος καὶ θιγεῖν τι αὐτοῦ πᾶς ὁ ἁψάμενος τοῦ ὄρους θανάτῳ τελευτήσει
[13]No hand shall touch him, but he shall surely be stoned, or shot through; whether it be beast or man, it shall not live; when the ram's horn soundeth long, they shall come up to the mount.' [13]οὐχ ἅψεται αὐτοῦ χείρ ἐν γὰρ λίθοις λιθοβοληθήσεται ἢ βολίδι κατατοξευθήσεται ἐάν τε κτῆνος ἐάν τε ἄνθρωπος οὐ ζήσεται ὅταν αἱ φωναὶ καὶ αἱ σάλπιγγες καὶ ἡ νεφέλη ἀπέλθῃ ἀπὸ τοῦ ὄρους ἐκεῖνοι ἀναβήσονται ἐπὶ τὸ ὄρος
[14]And Moses went down from the mount unto the people, and sanctified the people; and they washed their garments. [14]κατέβη δὲ μωυσῆς ἐκ τοῦ ὄρους πρὸς τὸν λαὸν καὶ ἡγίασεν αὐτούς καὶ ἔπλυναν τὰ ἱμάτια
[15]And he said unto the people: 'Be ready against the third day; come not near a woman.' [15]καὶ εἶπεν τῷ λαῷ γίνεσθε ἕτοιμοι τρεῖς ἡμέρας μὴ προσέλθητε γυναικί
[16]And it came to pass on the third day, when it was morning, that there were thunders and lightnings and a thick cloud upon the mount, and the voice of a horn exceeding loud; and all the people that were in the camp trembled. [16]ἐγένετο δὲ τῇ ἡμέρᾳ τῇ τρίτῃ γενηθέντος πρὸς ὄρθρον καὶ ἐγίνοντο φωναὶ καὶ ἀστραπαὶ καὶ νεφέλη γνοφώδης ἐπ ὄρους σινα φωνὴ τῆς σάλπιγγος ἤχει μέγα καὶ ἐπτοήθη πᾶς ὁ λαὸς ὁ ἐν τῇ παρεμβολῇ
[17]And Moses brought forth the people out of the camp to meet God; and they stood at the nether part of the mount. [17]καὶ ἐξήγαγεν μωυσῆς τὸν λαὸν εἰς συνάντησιν τοῦ θεοῦ ἐκ τῆς παρεμβολῆς καὶ παρέστησαν ὑπὸ τὸ ὄρος
[18]Now mount Sinai was altogether on smoke, because ‏𐤉𐤇𐤅𐤇‎ descended upon it in fire; and the smoke thereof ascended as the smoke of a furnace, and the whole mount quaked greatly. [18]τὸ δὲ ὄρος τὸ σινα ἐκαπνίζετο ὅλον διὰ τὸ καταβεβηκέναι ἐπ αὐτὸ τὸν θεὸν ἐν πυρί καὶ ἀνέβαινεν ὁ καπνὸς ὡς καπνὸς καμίνου καὶ ἐξέστη πᾶς ὁ λαὸς σφόδρα
[19]And when the voice of the horn waxed louder and louder, Moses spoke, and God answered him by a voice. [19]ἐγίνοντο δὲ αἱ φωναὶ τῆς σάλπιγγος προβαίνουσαι ἰσχυρότεραι σφόδρα μωυσῆς ἐλάλει ὁ δὲ θεὸς ἀπεκρίνατο αὐτῷ φωνῇ
[20]And ‏𐤉𐤇𐤅𐤇‎ came down upon mount Sinai, to the top of the mount; and ‏𐤉𐤇𐤅𐤇‎ called Moses to the top of the mount; and Moses went up. [20]κατέβη δὲ κύριος ἐπὶ τὸ ὄρος τὸ σινα ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους καὶ ἐκάλεσεν κύριος μωυσῆν ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους καὶ ἀνέβη μωυσῆς
[21]And ‏𐤉𐤇𐤅𐤇‎ said unto Moses: 'Go down, charge the people, lest they break through unto ‏𐤉𐤇𐤅𐤇‎ to gaze, and many of them perish. [21]καὶ εἶπεν ὁ θεὸς πρὸς μωυσῆν λέγων καταβὰς διαμάρτυραι τῷ λαῷ μήποτε ἐγγίσωσιν πρὸς τὸν θεὸν κατανοῆσαι καὶ πέσωσιν ἐξ αὐτῶν πλῆθος
[22]And let the priests also, that come near to ‏𐤉𐤇𐤅𐤇‎, sanctify themselves, lest ‏𐤉𐤇𐤅𐤇‎ break forth upon them.' [22]καὶ οἱ ἱερεῖς οἱ ἐγγίζοντες κυρίῳ τῷ θεῷ ἁγιασθήτωσαν μήποτε ἀπαλλάξῃ ἀπ αὐτῶν κύριος
[23]And Moses said unto ‏𐤉𐤇𐤅𐤇‎: 'The people cannot come up to mount Sinai; for thou didst charge us, saying: Set bounds about the mount, and sanctify it.' [23]καὶ εἶπεν μωυσῆς πρὸς τὸν θεόν οὐ δυνήσεται ὁ λαὸς προσαναβῆναι πρὸς τὸ ὄρος τὸ σινα σὺ γὰρ διαμεμαρτύρησαι ἡμῖν λέγων ἀφόρισαι τὸ ὄρος καὶ ἁγίασαι αὐτό
[24]And ‏𐤉𐤇𐤅𐤇‎ said unto him: 'Go, get thee down, and thou shalt come up, thou, and Aaron with thee; but let not the priests and the people break through to come up unto ‏𐤉𐤇𐤅𐤇‎, lest He break forth upon them.' [24]εἶπεν δὲ αὐτῷ κύριος βάδιζε κατάβηθι καὶ ἀνάβηθι σὺ καὶ ααρων μετὰ σοῦ οἱ δὲ ἱερεῖς καὶ ὁ λαὸς μὴ βιαζέσθωσαν ἀναβῆναι πρὸς τὸν θεόν μήποτε ἀπολέσῃ ἀπ αὐτῶν κύριος
[25]So Moses went down unto the people, and told them. [25]κατέβη δὲ μωυσῆς πρὸς τὸν λαὸν καὶ εἶπεν αὐτοῖς
Translation: Jewish Publication Society (1917)
See information...
Source: sacred-texts.org
Top