«
The Septuagint
LXX
The Geneva Bible (1560)
Geneva
[1]ἦν δέ τις ἐκ τῆς φυλῆς λευι ὃς ἔλαβεν τῶν θυγατέρων λευι καὶ ἔσχεν αὐτήν [1]Then there went a man of the house of Levi, and took to wife a daughter of Levi,
[2]καὶ ἐν γαστρὶ ἔλαβεν καὶ ἔτεκεν ἄρσεν ἰδόντες δὲ αὐτὸ ἀστεῖον ἐσκέπασαν αὐτὸ μῆνας τρεῖς [2]And the woman conceived and bear a son: and when she saw that he was fair, she hid him three months.
[3]ἐπεὶ δὲ οὐκ ἠδύναντο αὐτὸ ἔτι κρύπτειν ἔλαβεν αὐτῷ ἡ μήτηρ αὐτοῦ θῖβιν καὶ κατέχρισεν αὐτὴν ἀσφαλτοπίσσῃ καὶ ἐνέβαλεν τὸ παιδίον εἰς αὐτὴν καὶ ἔθηκεν αὐτὴν εἰς τὸ ἕλος παρὰ τὸν ποταμόν [3]But when she could no longer hide him, she took for him an ark made of reed, and daubed it with slime and with pitch, and laid the child therein, and put it among the bulrushes by the river's brink.
[4]καὶ κατεσκόπευεν ἡ ἀδελφὴ αὐτοῦ μακρόθεν μαθεῖν τί τὸ ἀποβησόμενον αὐτῷ [4]Now his sister stood afar off, to wit what would come of him.
[5]κατέβη δὲ ἡ θυγάτηρ φαραω λούσασθαι ἐπὶ τὸν ποταμόν καὶ αἱ ἅβραι αὐτῆς παρεπορεύοντο παρὰ τὸν ποταμόν καὶ ἰδοῦσα τὴν θῖβιν ἐν τῷ ἕλει ἀποστείλασα τὴν ἅβραν ἀνείλατο αὐτήν [5]Then the daughter of Pharaoh came down to wash her in the river, and her maidens walked by the river's side: and when she saw the ark among the bulrushes, she sent her maid to fetch it.
[6]ἀνοίξασα δὲ ὁρᾷ παιδίον κλαῖον ἐν τῇ θίβει καὶ ἐφείσατο αὐτοῦ ἡ θυγάτηρ φαραω καὶ ἔφη ἀπὸ τῶν παιδίων τῶν εβραίων τοῦτο [6]Then she opened it, and saw it was a child: and behold, the babe wept: so she had compassion on it, and said, This is one of the Hebrew's children.
[7]καὶ εἶπεν ἡ ἀδελφὴ αὐτοῦ τῇ θυγατρὶ φαραω θέλεις καλέσω σοι γυναῖκα τροφεύουσαν ἐκ τῶν εβραίων καὶ θηλάσει σοι τὸ παιδίον [7]Then said his sister unto Pharaoh's daughter, Shall I go and call unto thee a nurse of the Hebrew women to nurse thee the child?
[8]ἡ δὲ εἶπεν αὐτῇ ἡ θυγάτηρ φαραω πορεύου ἐλθοῦσα δὲ ἡ νεᾶνις ἐκάλεσεν τὴν μητέρα τοῦ παιδίου [8]And Pharaoh's daughter said to her, Go. So the maid went and called the child's mother,
[9]εἶπεν δὲ πρὸς αὐτὴν ἡ θυγάτηρ φαραω διατήρησόν μοι τὸ παιδίον τοῦτο καὶ θήλασόν μοι αὐτό ἐγὼ δὲ δώσω σοι τὸν μισθόν ἔλαβεν δὲ ἡ γυνὴ τὸ παιδίον καὶ ἐθήλαζεν αὐτό [9]To whom Pharaoh's daughter said, Take this child away, and nurse it for me, and I will reward thee. Then the woman took the child and nursed him.
[10]ἁδρυνθέντος δὲ τοῦ παιδίου εἰσήγαγεν αὐτὸ πρὸς τὴν θυγατέρα φαραω καὶ ἐγενήθη αὐτῇ εἰς υἱόν ἐπωνόμασεν δὲ τὸ ὄνομα αὐτοῦ μωυσῆν λέγουσα ἐκ τοῦ ὕδατος αὐτὸν ἀνειλόμην [10]Now the child grew, and she brought him unto Pharaoh's daughter, and he was as her son, and she called his name Moses, because, said she, I drew him out of the water.
[11]ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ταῖς πολλαῖς ἐκείναις μέγας γενόμενος μωυσῆς ἐξήλθεν πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς ισραηλ κατανοήσας δὲ τὸν πόνον αὐτῶν ὁρᾷ ἄνθρωπον αἰγύπτιον τύπτοντά τινα εβραῖον τῶν ἑαυτοῦ ἀδελφῶν τῶν υἱῶν ισραηλ [11]And in those days, when Moses was grown, he went forth unto his brethren, and looked on their burdens: also he saw an Egyptian smiting an Hebrew one of his brethren.
[12]περιβλεψάμενος δὲ ὧδε καὶ ὧδε οὐχ ὁρᾷ οὐδένα καὶ πατάξας τὸν αἰγύπτιον ἔκρυψεν αὐτὸν ἐν τῇ ἄμμῳ [12]And he looked round about, and when he saw no man, he slew the Egyptian, and hid him in the sand.
[13]ἐξελθὼν δὲ τῇ ἡμέρᾳ τῇ δευτέρᾳ ὁρᾷ δύο ἄνδρας εβραίους διαπληκτιζομένους καὶ λέγει τῷ ἀδικοῦντι διὰ τί σὺ τύπτεις τὸν πλησίον [13]Again he came forth the second day, and behold, two Hebrews strove: and he said unto him that did the wrong, Wherefore smitest thou thy fellow?
[14]ὁ δὲ εἶπεν τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ ἡμῶν μὴ ἀνελεῖν με σὺ θέλεις ὃν τρόπον ἀνεῖλες ἐχθὲς τὸν αἰγύπτιον ἐφοβήθη δὲ μωυσῆς καὶ εἶπεν εἰ οὕτως ἐμφανὲς γέγονεν τὸ ῥῆμα τοῦτο [14]And he answered, Who made thee a man of authority, and a judge over us? Thinkest thou to kill me, as thou killest the Egyptian? Then Moses feared and said, Certainly this thing is known.
[15]ἤκουσεν δὲ φαραω τὸ ῥῆμα τοῦτο καὶ ἐζήτει ἀνελεῖν μωυσῆν ἀνεχώρησεν δὲ μωυσῆς ἀπὸ προσώπου φαραω καὶ ὤκησεν ἐν γῇ μαδιαμ ἐλθὼν δὲ εἰς γῆν μαδιαμ ἐκάθισεν ἐπὶ τοῦ φρέατος [15]Now Pharaoh heard this matter, and sought to slay Moses: therefore Moses fled from Pharaoh, and dwelt in the land of Midian, and he sat down by a well.
[16]τῷ δὲ ἱερεῖ μαδιαμ ἦσαν ἑπτὰ θυγατέρες ποιμαίνουσαι τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν ιοθορ παραγενόμεναι δὲ ἤντλουν ἕως ἔπλησαν τὰς δεξαμενὰς ποτίσαι τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν ιοθορ [16]And the priest of Midian had seven daughters, which came and drew water, and filled the troughs, for to water their father's sheep.
[17]παραγενόμενοι δὲ οἱ ποιμένες ἐξέβαλον αὐτάς ἀναστὰς δὲ μωυσῆς ἐρρύσατο αὐτὰς καὶ ἤντλησεν αὐταῖς καὶ ἐπότισεν τὰ πρόβατα αὐτῶν [17]Then the shepherds came and drove them away: but Moses rose up and defended them, and watered their sheep.
[18]παρεγένοντο δὲ πρὸς ραγουηλ τὸν πατέρα αὐτῶν ὁ δὲ εἶπεν αὐταῖς τί ὅτι ἐταχύνατε τοῦ παραγενέσθαι σήμερον [18]And when they came to Reuel their father, he said, How are ye come so soon today?
[19]αἱ δὲ εἶπαν ἄνθρωπος αἰγύπτιος ἐρρύσατο ἡμᾶς ἀπὸ τῶν ποιμένων καὶ ἤντλησεν ἡμῖν καὶ ἐπότισεν τὰ πρόβατα ἡμῶν [19]And they said, A man of Egypt delivered us from the hand of the shepherds, and also drew us water enough, and watered the sheep.
[20]ὁ δὲ εἶπεν ταῖς θυγατράσιν αὐτοῦ καὶ ποῦ ἐστι καὶ ἵνα τί οὕτως καταλελοίπατε τὸν ἄνθρωπον καλέσατε οὖν αὐτόν ὅπως φάγῃ ἄρτον [20]Then he said unto his daughters, And where is he? Why have ye so left the man? Call him that he may eat bread.
[21]κατῳκίσθη δὲ μωυσῆς παρὰ τῷ ἀνθρώπῳ καὶ ἐξέδοτο σεπφωραν τὴν θυγατέρα αὐτοῦ μωυσῇ γυναῖκα [21]And Moses agreed to dwell with the man: who gave unto Moses Zipporah his daughter:
[22]ἐν γαστρὶ δὲ λαβοῦσα ἡ γυνὴ ἔτεκεν υἱόν καὶ ἐπωνόμασεν μωυσῆς τὸ ὄνομα αὐτοῦ γηρσαμ λέγων ὅτι πάροικός εἰμι ἐν γῇ ἀλλοτρίᾳ [22]And she bear a son, whose name he called Gershom: for he said, I have been a stranger in a strange land.
[23]μετὰ δὲ τὰς ἡμέρας τὰς πολλὰς ἐκείνας ἐτελεύτησεν ὁ βασιλεὺς αἰγύπτου καὶ κατεστέναξαν οἱ υἱοὶ ισραηλ ἀπὸ τῶν ἔργων καὶ ἀνεβόησαν καὶ ἀνέβη ἡ βοὴ αὐτῶν πρὸς τὸν θεὸν ἀπὸ τῶν ἔργων [23]Then in process of time, the king of Egypt died, and the children of Israel sighed for the bondage and cried: and their cry for the bondage came up unto God.
[24]καὶ εἰσήκουσεν ὁ θεὸς τὸν στεναγμὸν αὐτῶν καὶ ἐμνήσθη ὁ θεὸς τῆς διαθήκης αὐτοῦ τῆς πρὸς αβρααμ καὶ ισαακ καὶ ιακωβ [24]Then God heard their moan, and God remembered his covenant with Abraham, Isaac, and Jacob.
[25]καὶ ἐπεῖδεν ὁ θεὸς τοὺς υἱοὺς ισραηλ καὶ ἐγνώσθη αὐτοῖς [25]So God looked upon the children of Israel, and God had respect unto them.
Source: sacred-texts.org
Source: archive.org
Top