«
The Septuagint
LXX
Shem Tob's Hebrew Matthew (1400)
ShemTob
[1]καὶ ἐλάλησεν κύριος πρὸς μωυσῆν λέγων [No book]
[2]ἰδοὺ ἀνακέκλημαι ἐξ ὀνόματος τὸν βεσελεηλ τὸν τοῦ ουριου τὸν ωρ τῆς φυλῆς ιουδα [No book]
[3]καὶ ἐνέπλησα αὐτὸν πνεῦμα θεῖον σοφίας καὶ συνέσεως καὶ ἐπιστήμης ἐν παντὶ ἔργῳ [No book]
[4]διανοεῖσθαι καὶ ἀρχιτεκτονῆσαι ἐργάζεσθαι τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ τὸν χαλκὸν καὶ τὴν ὑάκινθον καὶ τὴν πορφύραν καὶ τὸ κόκκινον τὸ νηστὸν καὶ τὴν βύσσον τὴν κεκλωσμένην [No book]
[5]καὶ τὰ λιθουργικὰ καὶ εἰς τὰ ἔργα τὰ τεκτονικὰ τῶν ξύλων ἐργάζεσθαι κατὰ πάντα τὰ ἔργα [No book]
[6]καὶ ἐγὼ ἔδωκα αὐτὸν καὶ τὸν ελιαβ τὸν τοῦ αχισαμαχ ἐκ φυλῆς δαν καὶ παντὶ συνετῷ καρδίᾳ δέδωκα σύνεσιν καὶ ποιήσουσιν πάντα ὅσα σοι συνέταξα [No book]
[7]τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὴν κιβωτὸν τῆς διαθήκης καὶ τὸ ἱλαστήριον τὸ ἐπ αὐτῆς καὶ τὴν διασκευὴν τῆς σκηνῆς [No book]
[8]καὶ τὰ θυσιαστήρια καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ τὴν λυχνίαν τὴν καθαρὰν καὶ πάντα τὰ σκεύη αὐτῆς [No book]
[9]καὶ τὸν λουτῆρα καὶ τὴν βάσιν αὐτοῦ [No book]
[10]καὶ τὰς στολὰς τὰς λειτουργικὰς ααρων καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ ἱερατεύειν μοι [No book]
[11]καὶ τὸ ἔλαιον τῆς χρίσεως καὶ τὸ θυμίαμα τῆς συνθέσεως τοῦ ἁγίου κατὰ πάντα ὅσα ἐγὼ ἐνετειλάμην σοι ποιήσουσιν [No book]
[12]καὶ ἐλάλησεν κύριος πρὸς μωυσῆν λέγων [No book]
[13]καὶ σὺ σύνταξον τοῖς υἱοῖς ισραηλ λέγων ὁρᾶτε καὶ τὰ σάββατά μου φυλάξεσθε σημεῖόν ἐστιν παρ ἐμοὶ καὶ ἐν ὑμῖν εἰς τὰς γενεὰς ὑμῶν ἵνα γνῶτε ὅτι ἐγὼ κύριος ὁ ἁγιάζων ὑμᾶς [No book]
[14]καὶ φυλάξεσθε τὰ σάββατα ὅτι ἅγιον τοῦτό ἐστιν κυρίου ὑμῖν ὁ βεβηλῶν αὐτὸ θανάτῳ θανατωθήσεται πᾶς ὃς ποιήσει ἐν αὐτῷ ἔργον ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ μέσου τοῦ λαοῦ αὐτοῦ [No book]
[15]ἓξ ἡμέρας ποιήσεις ἔργα τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα ἀνάπαυσις ἁγία τῷ κυρίῳ πᾶς ὃς ποιήσει ἔργον τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ θανάτῳ θανατωθήσεται [No book]
[16]καὶ φυλάξουσιν οἱ υἱοὶ ισραηλ τὰ σάββατα ποιεῖν αὐτὰ εἰς τὰς γενεὰς αὐτῶν διαθήκη αἰώνιος [No book]
[17]ἐν ἐμοὶ καὶ τοῖς υἱοῖς ισραηλ σημεῖόν ἐστιν αἰώνιον ὅτι ἐν ἓξ ἡμέραις ἐποίησεν κύριος τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐπαύσατο καὶ κατέπαυσεν [No book]
[18]καὶ ἔδωκεν μωυσεῖ ἡνίκα κατέπαυσεν λαλῶν αὐτῷ ἐν τῷ ὄρει τῷ σινα τὰς δύο πλάκας τοῦ μαρτυρίου πλάκας λιθίνας γεγραμμένας τῷ δακτύλῳ τοῦ θεοῦ [No book]
Source: sacred-texts.org
Author: Shem-Tob ben Isaac Ibn Shaprut (14th century)

See information...
Top