«
The Septuagint in English by Brenton
LXX(EN)
The Septuagint
LXX
[1]And the Lord spoke to Moses, saying, [1]καὶ ἐλάλησεν κύριος πρὸς μωυσῆν λέγων
[2]Behold, I have called by name Beseleel the son of Urias the son of Or, of the tribe of Juda. [2]ἰδοὺ ἀνακέκλημαι ἐξ ὀνόματος τὸν βεσελεηλ τὸν τοῦ ουριου τὸν ωρ τῆς φυλῆς ιουδα
[3]And I have filled him with a divine spirit of wisdom, and understanding, and knowledge, to invent in every work, [3]καὶ ἐνέπλησα αὐτὸν πνεῦμα θεῖον σοφίας καὶ συνέσεως καὶ ἐπιστήμης ἐν παντὶ ἔργῳ
[4]and to frame works, to labour in gold, and silver, and brass, and blue, and purple, and spun scarlet, [4]διανοεῖσθαι καὶ ἀρχιτεκτονῆσαι ἐργάζεσθαι τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ τὸν χαλκὸν καὶ τὴν ὑάκινθον καὶ τὴν πορφύραν καὶ τὸ κόκκινον τὸ νηστὸν καὶ τὴν βύσσον τὴν κεκλωσμένην
[5]and works in stone, and for artificers' work in wood, to work at all works. [5]καὶ τὰ λιθουργικὰ καὶ εἰς τὰ ἔργα τὰ τεκτονικὰ τῶν ξύλων ἐργάζεσθαι κατὰ πάντα τὰ ἔργα
[6]And I have appointed him and Eliab the son of Achisamach of the tribe of Dan, and to every one understanding in heart I have given understanding; and they shall make all things as many as I have appointed thee,— [6]καὶ ἐγὼ ἔδωκα αὐτὸν καὶ τὸν ελιαβ τὸν τοῦ αχισαμαχ ἐκ φυλῆς δαν καὶ παντὶ συνετῷ καρδίᾳ δέδωκα σύνεσιν καὶ ποιήσουσιν πάντα ὅσα σοι συνέταξα
[7]the tabernacle of witness, and the ark of the covenant, and the propitiatory that is upon it, and the furniture of the tabernacle, [7]τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὴν κιβωτὸν τῆς διαθήκης καὶ τὸ ἱλαστήριον τὸ ἐπ αὐτῆς καὶ τὴν διασκευὴν τῆς σκηνῆς
[8]and the altars, and the table and all its furniture, [8]καὶ τὰ θυσιαστήρια καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ τὴν λυχνίαν τὴν καθαρὰν καὶ πάντα τὰ σκεύη αὐτῆς
[9]and the pure candlestick and all its furniture, and the laver and its base, [9]καὶ τὸν λουτῆρα καὶ τὴν βάσιν αὐτοῦ
[10]and Aaron's robes of ministry, and the robes of his sons to minister to me as priests, [10]καὶ τὰς στολὰς τὰς λειτουργικὰς ααρων καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ ἱερατεύειν μοι
[11]and the anointing oil and the compound incense of the sanctuary; according to all that I have commanded thee shall they make them. [11]καὶ τὸ ἔλαιον τῆς χρίσεως καὶ τὸ θυμίαμα τῆς συνθέσεως τοῦ ἁγίου κατὰ πάντα ὅσα ἐγὼ ἐνετειλάμην σοι ποιήσουσιν
[12]And the Lord spoke to Moses, saying, [12]καὶ ἐλάλησεν κύριος πρὸς μωυσῆν λέγων
[13]Do thou also charge the children of Israel, saying, Take heed and keep my sabbaths; for they are a sign with me and among you throughout your generations, that ye may know that I am the Lord that sanctifies you. [13]καὶ σὺ σύνταξον τοῖς υἱοῖς ισραηλ λέγων ὁρᾶτε καὶ τὰ σάββατά μου φυλάξεσθε σημεῖόν ἐστιν παρ ἐμοὶ καὶ ἐν ὑμῖν εἰς τὰς γενεὰς ὑμῶν ἵνα γνῶτε ὅτι ἐγὼ κύριος ὁ ἁγιάζων ὑμᾶς
[14]And ye shall keep the sabbaths, because this is holy to the Lord for you; he that profanes it shall surely be put to death: every one who shall do a work on it, that soul shall be destroyed from the midst of his people. [14]καὶ φυλάξεσθε τὰ σάββατα ὅτι ἅγιον τοῦτό ἐστιν κυρίου ὑμῖν ὁ βεβηλῶν αὐτὸ θανάτῳ θανατωθήσεται πᾶς ὃς ποιήσει ἐν αὐτῷ ἔργον ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ μέσου τοῦ λαοῦ αὐτοῦ
[15]Six days thou shalt do works, but the seventh day is the sabbath, a holy rest to the Lord; every one who shall do a work on the seventh day shall be put to death. [15]ἓξ ἡμέρας ποιήσεις ἔργα τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα ἀνάπαυσις ἁγία τῷ κυρίῳ πᾶς ὃς ποιήσει ἔργον τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ θανάτῳ θανατωθήσεται
[16]And the children of Israel shall keep the sabbaths, to observe them throughout their generations. [16]καὶ φυλάξουσιν οἱ υἱοὶ ισραηλ τὰ σάββατα ποιεῖν αὐτὰ εἰς τὰς γενεὰς αὐτῶν διαθήκη αἰώνιος
[17]It is a perpetual covenant with me and the children of Israel, it is a perpetual sign with me; for in six days the Lord made the heaven and the earth, and on the seventh day he ceased, and rested. [17]ἐν ἐμοὶ καὶ τοῖς υἱοῖς ισραηλ σημεῖόν ἐστιν αἰώνιον ὅτι ἐν ἓξ ἡμέραις ἐποίησεν κύριος τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐπαύσατο καὶ κατέπαυσεν
[18]And he gave to Moses when he left off speaking to him in mount Sina the two tables of testimony, tables of stone written upon with the finger of God. [18]καὶ ἔδωκεν μωυσεῖ ἡνίκα κατέπαυσεν λαλῶν αὐτῷ ἐν τῷ ὄρει τῷ σινα τὰς δύο πλάκας τοῦ μαρτυρίου πλάκας λιθίνας γεγραμμένας τῷ δακτύλῳ τοῦ θεοῦ
Author: Sir Lancelot Charles Lee Brenton (1851)
Source: ecmarsh.com
Source: sacred-texts.org
Top