«
The Septuagint in English by Brenton
LXX(EN)
The Septuagint
LXX
[1]And the Lord spoke to Moses, saying, Behold, I have made thee a god to Pharao, and Aaron thy brother shall be thy prophet. [1]καὶ εἶπεν κύριος πρὸς μωυσῆν λέγων ἰδοὺ δέδωκά σε θεὸν φαραω καὶ ααρων ὁ ἀδελφός σου ἔσται σου προφήτης
[2]And thou shalt say to him all things that I charge thee, and Aaron thy brother shall speak to Pharao, that he should send forth the children of Israel out of his land. [2]σὺ δὲ λαλήσεις αὐτῷ πάντα ὅσα σοι ἐντέλλομαι ὁ δὲ ααρων ὁ ἀδελφός σου λαλήσει πρὸς φαραω ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς ισραηλ ἐκ τῆς γῆς αὐτοῦ
[3]And I will harden the heart of Pharao, and I will multiply my signs and wonders in the land of Egypt. [3]ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν φαραω καὶ πληθυνῶ τὰ σημεῖά μου καὶ τὰ τέρατα ἐν γῇ αἰγύπτῳ
[4]And Pharao will not hearken to you, and I will lay my hand upon Egypt; and will bring out my people the children of Israel with my power out of the land of Egypt with great vengeance. [4]καὶ οὐκ εἰσακούσεται ὑμῶν φαραω καὶ ἐπιβαλῶ τὴν χεῖρά μου ἐπ αἴγυπτον καὶ ἐξάξω σὺν δυνάμει μου τὸν λαόν μου τοὺς υἱοὺς ισραηλ ἐκ γῆς αἰγύπτου σὺν ἐκδικήσει μεγάλῃ
[5]And all the Egyptians shall know that I am the Lord, stretching out my hand upon Egypt, and I will bring out the children of Israel out of the midst of them. [5]καὶ γνώσονται πάντες οἱ αἰγύπτιοι ὅτι ἐγώ εἰμι κύριος ἐκτείνων τὴν χεῖρα ἐπ αἴγυπτον καὶ ἐξάξω τοὺς υἱοὺς ισραηλ ἐκ μέσου αὐτῶν
[6]And Moses and Aaron did as the Lord commanded them, so did they. [6]ἐποίησεν δὲ μωυσῆς καὶ ααρων καθάπερ ἐνετείλατο αὐτοῖς κύριος οὕτως ἐποίησαν
[7]And Moses was eighty years old, and Aaron his brother was eighty-three years old, when he spoke to Pharao. [7]μωυσῆς δὲ ἦν ἐτῶν ὀγδοήκοντα ααρων δὲ ὁ ἀδελφὸς αὐτοῦ ἐτῶν ὀγδοήκοντα τριῶν ἡνίκα ἐλάλησεν πρὸς φαραω
[8]And the Lord spoke to Moses and Aaron, saying, [8]καὶ εἶπεν κύριος πρὸς μωυσῆν καὶ ααρων λέγων
[9]Now if Pharao should speak to you, saying, Give us a sign or a wonder, then shalt thou say to thy brother Aaron, Take thy rod and cast it upon the ground before Pharao, and before his servants, and it shall become a serpent. [9]καὶ ἐὰν λαλήσῃ πρὸς ὑμᾶς φαραω λέγων δότε ἡμῖν σημεῖον ἢ τέρας καὶ ἐρεῖς ααρων τῷ ἀδελφῷ σου λαβὲ τὴν ῥάβδον καὶ ῥῖψον αὐτὴν ἐπὶ τὴν γῆν ἐναντίον φαραω καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ καὶ ἔσται δράκων
[10]And Moses and Aaron went in before Pharao, and before his servants, and they did so, as the Lord commanded them; and Aaron cast down his rod before Pharao, and before his servants, and it became a serpent. [10]εἰσῆλθεν δὲ μωυσῆς καὶ ααρων ἐναντίον φαραω καὶ τῶν θεραπόντων αὐτοῦ καὶ ἐποίησαν οὕτως καθάπερ ἐνετείλατο αὐτοῖς κύριος καὶ ἔρριψεν ααρων τὴν ῥάβδον ἐναντίον φαραω καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ καὶ ἐγένετο δράκων
[11]But Pharao called together the wise men of Egypt, and the sorcerers, and the charmers also of the Egyptians did likewise with their sorceries. [11]συνεκάλεσεν δὲ φαραω τοὺς σοφιστὰς αἰγύπτου καὶ τοὺς φαρμακούς καὶ ἐποίησαν καὶ οἱ ἐπαοιδοὶ τῶν αἰγυπτίων ταῖς φαρμακείαις αὐτῶν ὡσαύτως
[12]And they cast down each his rod, and they became serpents, but the rod of Aaron swallowed up their rods. [12]καὶ ἔρριψαν ἕκαστος τὴν ῥάβδον αὐτοῦ καὶ ἐγένοντο δράκοντες καὶ κατέπιεν ἡ ῥάβδος ἡ ααρων τὰς ἐκείνων ῥάβδους
[13]and the heart of Pharao was hardened, and he hearkened not to them, as the Lord charged them. [13]καὶ κατίσχυσεν ἡ καρδία φαραω καὶ οὐκ εἰσήκουσεν αὐτῶν καθάπερ ἐλάλησεν αὐτοῖς κύριος
[14]and the Lord said to Moses, The heart of Pharao is made hard, so that he should not let the people go. [14]εἶπεν δὲ κύριος πρὸς μωυσῆν βεβάρηται ἡ καρδία φαραω τοῦ μὴ ἐξαποστεῖλαι τὸν λαόν
[15]Go to Pharao early in the morning: behold, he goes forth to the water; and thou shalt meet him on the bank of the river, and thou shalt take in thine hand the rod that was turned into a serpent. [15]βάδισον πρὸς φαραω τὸ πρωί ἰδοὺ αὐτὸς ἐκπορεύεται ἐπὶ τὸ ὕδωρ καὶ στήσῃ συναντῶν αὐτῷ ἐπὶ τὸ χεῖλος τοῦ ποταμοῦ καὶ τὴν ῥάβδον τὴν στραφεῖσαν εἰς ὄφιν λήμψῃ ἐν τῇ χειρί σου
[16]And thou shalt say to him, The Lord God of the Hebrews has sent me to thee, saying, Send my people away, that they may serve me in the wilderness, and, behold, hitherto thou hast not hearkened. [16]καὶ ἐρεῖς πρὸς αὐτόν κύριος ὁ θεὸς τῶν εβραίων ἀπέσταλκέν με πρὸς σὲ λέγων ἐξαπόστειλον τὸν λαόν μου ἵνα μοι λατρεύσῃ ἐν τῇ ἐρήμῳ καὶ ἰδοὺ οὐκ εἰσήκουσας ἕως τούτου
[17]These things saith the Lord: Hereby shalt thou know that I am the Lord: behold, I strike with the rod that is in my hand on the water which is in the river, and it shall change it into blood. [17]τάδε λέγει κύριος ἐν τούτῳ γνώσῃ ὅτι ἐγὼ κύριος ἰδοὺ ἐγὼ τύπτω τῇ ῥάβδῳ τῇ ἐν τῇ χειρί μου ἐπὶ τὸ ὕδωρ τὸ ἐν τῷ ποταμῷ καὶ μεταβαλεῖ εἰς αἷμα
[18]And the fish that are in the river shall die, and the river shall stink thereupon, and the Egyptians shall not be able to drink water from the river. [18]καὶ οἱ ἰχθύες οἱ ἐν τῷ ποταμῷ τελευτήσουσιν καὶ ἐποζέσει ὁ ποταμός καὶ οὐ δυνήσονται οἱ αἰγύπτιοι πιεῖν ὕδωρ ἀπὸ τοῦ ποταμοῦ
[19]And the Lord said to Moses, Say to thy brother Aaron, Take thy rod in thy hand, and stretch forth thy hand over the waters of Egypt, and over their rivers, and over their canals, and over their ponds, and over all their standing water, and it shall become blood: and there was blood in all the land of Egypt, both in vessels of wood and of stone. [19]εἶπεν δὲ κύριος πρὸς μωυσῆν εἰπὸν ααρων τῷ ἀδελφῷ σου λαβὲ τὴν ῥάβδον σου καὶ ἔκτεινον τὴν χεῖρά σου ἐπὶ τὰ ὕδατα αἰγύπτου καὶ ἐπὶ τοὺς ποταμοὺς αὐτῶν καὶ ἐπὶ τὰς διώρυγας αὐτῶν καὶ ἐπὶ τὰ ἕλη αὐτῶν καὶ ἐπὶ πᾶν συνεστηκὸς ὕδωρ αὐτῶν καὶ ἔσται αἷμα καὶ ἐγένετο αἷμα ἐν πάσῃ γῇ αἰγύπτου ἔν τε τοῖς ξύλοις καὶ ἐν τοῖς λίθοις
[20]and Moses and Aaron did so, as the Lord commanded them; and Aaron having lifted up his hand with his rod, smote the water in the river before Pharao, and before his servants, and changed all the water in the river into blood. [20]καὶ ἐποίησαν οὕτως μωυσῆς καὶ ααρων καθάπερ ἐνετείλατο αὐτοῖς κύριος καὶ ἐπάρας τῇ ῥάβδῳ αὐτοῦ ἐπάταξεν τὸ ὕδωρ τὸ ἐν τῷ ποταμῷ ἐναντίον φαραω καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ καὶ μετέβαλεν πᾶν τὸ ὕδωρ τὸ ἐν τῷ ποταμῷ εἰς αἷμα
[21]And the fish in the river died, and the river stank thereupon; and the Egyptians could not drink water from the river, and the blood was in all the land of Egypt. [21]καὶ οἱ ἰχθύες οἱ ἐν τῷ ποταμῷ ἐτελεύτησαν καὶ ἐπώζεσεν ὁ ποταμός καὶ οὐκ ἠδύναντο οἱ αἰγύπτιοι πιεῖν ὕδωρ ἐκ τοῦ ποταμοῦ καὶ ἦν τὸ αἷμα ἐν πάσῃ γῇ αἰγύπτου
[22]And the charmers also of the Egyptians did so with their sorceries; and the heart of Pharao was hardened, and he did not hearken to them, even as the Lord said. [22]ἐποίησαν δὲ ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ τῶν αἰγυπτίων ταῖς φαρμακείαις αὐτῶν καὶ ἐσκληρύνθη ἡ καρδία φαραω καὶ οὐκ εἰσήκουσεν αὐτῶν καθάπερ εἶπεν κύριος
[23]And Pharao turned and entered into his house, nor did he fix his attention even on this thing. [23]ἐπιστραφεὶς δὲ φαραω εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ καὶ οὐκ ἐπέστησεν τὸν νοῦν αὐτοῦ οὐδὲ ἐπὶ τούτῳ
[24]And all the Egyptians dug round about the river, so as to drink water, for they could not drink water from the river. [24]ὤρυξαν δὲ πάντες οἱ αἰγύπτιοι κύκλῳ τοῦ ποταμοῦ ὥστε πιεῖν ὕδωρ καὶ οὐκ ἠδύναντο πιεῖν ὕδωρ ἀπὸ τοῦ ποταμοῦ
[25]and seven days were fulfilled after the Lord has smitten the river. [25]καὶ ἀνεπληρώθησαν ἑπτὰ ἡμέραι μετὰ τὸ πατάξαι κύριον τὸν ποταμόν
26[No verse] [26]εἶπεν δὲ κύριος πρὸς μωυσῆν εἴσελθε πρὸς φαραω καὶ ἐρεῖς πρὸς αὐτόν τάδε λέγει κύριος ἐξαπόστειλον τὸν λαόν μου ἵνα μοι λατρεύσωσιν
27[No verse] [27]εἰ δὲ μὴ βούλει σὺ ἐξαποστεῖλαι ἰδοὺ ἐγὼ τύπτω πάντα τὰ ὅριά σου τοῖς βατράχοις
28[No verse] [28]καὶ ἐξερεύξεται ὁ ποταμὸς βατράχους καὶ ἀναβάντες εἰσελεύσονται εἰς τοὺς οἴκους σου καὶ εἰς τὰ ταμίεια τῶν κοιτώνων σου καὶ ἐπὶ τῶν κλινῶν σου καὶ εἰς τοὺς οἴκους τῶν θεραπόντων σου καὶ τοῦ λαοῦ σου καὶ ἐν τοῖς φυράμασίν σου καὶ ἐν τοῖς κλιβάνοις σου
29[No verse] [29]καὶ ἐπὶ σὲ καὶ ἐπὶ τοὺς θεράποντάς σου καὶ ἐπὶ τὸν λαόν σου ἀναβήσονται οἱ βάτραχοι
Author: Sir Lancelot Charles Lee Brenton (1851)
Source: ecmarsh.com
Source: sacred-texts.org
Top