«
The Septuagint
LXX
The Geneva Bible (1560)
Geneva
[1]καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων [1]Again, the word of the Lord came unto me, saying,
[2]υἱὲ ἀνθρώπου διαμάρτυραι τῇ ιερουσαλημ τὰς ἀνομίας αὐτῆς [2]Son of man, cause Jerusalem to know her abominations,
[3]καὶ ἐρεῖς τάδε λέγει κύριος τῇ ιερουσαλημ ἡ ῥίζα σου καὶ ἡ γένεσίς σου ἐκ γῆς χανααν ὁ πατήρ σου αμορραῖος καὶ ἡ μήτηρ σου χετταία [3]And say, Thus saith the Lord God unto Jerusalem, Thine habitation and thy kindred is of the land of Canaan: thy father was an Amorite, and thy mother an Hittite.
[4]καὶ ἡ γένεσίς σου ἐν ᾗ ἡμέρᾳ ἐτέχθης οὐκ ἔδησαν τοὺς μαστούς σου καὶ ἐν ὕδατι οὐκ ἐλούσθης οὐδὲ ἁλὶ ἡλίσθης καὶ σπαργάνοις οὐκ ἐσπαργανώθης [4]And in thy nativity when thou wast born, thy navel was not cut: thou wast not washed in water to soften thee: thou wast not salted with salt, nor swaddled in clouts.
[5]οὐδὲ ἐφείσατο ὁ ὀφθαλμός μου ἐπὶ σοὶ τοῦ ποιῆσαί σοι ἓν ἐκ πάντων τούτων τοῦ παθεῖν τι ἐπὶ σοί καὶ ἀπερρίφης ἐπὶ πρόσωπον τοῦ πεδίου τῇ σκολιότητι τῆς ψυχῆς σου ἐν ᾗ ἡμέρᾳ ἐτέχθης [5]None eye pitied thee to do any of these unto thee, for to have compassion upon thee, but thou wast cast out in the open field to the contempt of thy person in the day that thou wast born.
[6]καὶ διῆλθον ἐπὶ σὲ καὶ εἶδόν σε πεφυρμένην ἐν τῷ αἵματί σου καὶ εἶπά σοι ἐκ τοῦ αἵματός σου ζωή [6]And when I passed by thee, I saw thee polluted in thine own blood, and I said unto thee, when thou wast in thy blood, Thou shalt live: even when thou wast in thy blood, I said unto thee, Thou shalt live.
[7]πληθύνου καθὼς ἡ ἀνατολὴ τοῦ ἀγροῦ δέδωκά σε καὶ ἐπληθύνθης καὶ ἐμεγαλύνθης καὶ εἰσῆλθες εἰς πόλεις πόλεων οἱ μαστοί σου ἀνωρθώθησαν καὶ ἡ θρίξ σου ἀνέτειλεν σὺ δὲ ἦσθα γυμνὴ καὶ ἀσχημονοῦσα [7]I have caused thee to multiply as the bud of the field, and thou hast increased and waxen great, and thou hast gotten excellent ornaments: thy breasts are fashioned, thine hair is grown, where as thou wast naked and bare.
[8]καὶ διῆλθον διὰ σοῦ καὶ εἶδόν σε καὶ ἰδοὺ καιρός σου καιρὸς καταλυόντων καὶ διεπέτασα τὰς πτέρυγάς μου ἐπὶ σὲ καὶ ἐκάλυψα τὴν ἀσχημοσύνην σου καὶ ὤμοσά σοι καὶ εἰσῆλθον ἐν διαθήκῃ μετὰ σοῦ λέγει κύριος καὶ ἐγένου μοι [8]Now when I passed by thee, and looked upon thee, behold, thy time was as the time of love, and I spread my skirts over thee, and covered thy filthiness: yea, I swear unto thee, and entered into a covenant with thee, saith the Lord God, and thou becamest mine.
[9]καὶ ἔλουσά σε ἐν ὕδατι καὶ ἀπέπλυνα τὸ αἷμά σου ἀπὸ σοῦ καὶ ἔχρισά σε ἐν ἐλαίῳ [9]Then washed I thee with water: yea, I washed away thy blood from thee, and I anointed thee with oil.
[10]καὶ ἐνέδυσά σε ποικίλα καὶ ὑπέδησά σε ὑάκινθον καὶ ἔζωσά σε βύσσῳ καὶ περιέβαλόν σε τριχάπτῳ [10]I clothed thee also with broidered work, and shod thee with badger's skin: and I girded thee about with fine linen, and I covered thee with silk.
[11]καὶ ἐκόσμησά σε κόσμῳ καὶ περιέθηκα ψέλια περὶ τὰς χεῖράς σου καὶ κάθεμα περὶ τὸν τράχηλόν σου [11]I decked thee also with ornaments, and I put bracelets upon thine hands, and a chain on thy neck.
[12]καὶ ἔδωκα ἐνώτιον περὶ τὸν μυκτῆρά σου καὶ τροχίσκους ἐπὶ τὰ ὦτά σου καὶ στέφανον καυχήσεως ἐπὶ τὴν κεφαλήν σου [12]And I put a frontlet upon thy face, and earrings in thine ears, and a beautiful crown upon thine head.
[13]καὶ ἐκοσμήθης χρυσίῳ καὶ ἀργυρίῳ καὶ τὰ περιβόλαιά σου βύσσινα καὶ τρίχαπτα καὶ ποικίλα σεμίδαλιν καὶ ἔλαιον καὶ μέλι ἔφαγες καὶ ἐγένου καλὴ σφόδρα [13]Thus wast thou decked with gold and silver, and thy raiment was of fine linen, and silk, and broidered work: thou didst eat fine flour, and honey and oil, and thou wast very beautiful, and thou didst grow up into a kingdom.
[14]καὶ ἐξῆλθέν σου ὄνομα ἐν τοῖς ἔθνεσιν ἐν τῷ κάλλει σου διότι συντετελεσμένον ἦν ἐν εὐπρεπείᾳ ἐν τῇ ὡραιότητι ᾗ ἔταξα ἐπὶ σέ λέγει κύριος [14]And thy name was spread among the heathen for thy beauty: for it was perfect through my beauty which I had set upon thee, saith the Lord God.
[15]καὶ ἐπεποίθεις ἐν τῷ κάλλει σου καὶ ἐπόρνευσας ἐπὶ τῷ ὀνόματί σου καὶ ἐξέχεας τὴν πορνείαν σου ἐπὶ πάντα πάροδον ὃ οὐκ ἔσται [15]Now thou didst trust in thine own beauty, and playedst the harlot, because of thy renown, and hast poured out thy fornications on every one that passed by, thy desire was to him.
[16]καὶ ἔλαβες ἐκ τῶν ἱματίων σου καὶ ἐποίησας σεαυτῇ εἴδωλα ῥαπτὰ καὶ ἐξεπόρνευσας ἐπ αὐτά καὶ οὐ μὴ εἰσέλθῃς οὐδὲ μὴ γένηται [16]And thou didst take thy garments, and decked thine high places with divers colors, and played the harlot thereupon: the like things shall not come, neither hath any done so.
[17]καὶ ἔλαβες τὰ σκεύη τῆς καυχήσεώς σου ἐκ τοῦ χρυσίου μου καὶ ἐκ τοῦ ἀργυρίου μου ἐξ ὧν ἔδωκά σοι καὶ ἐποίησας σεαυτῇ εἰκόνας ἀρσενικὰς καὶ ἐξεπόρνευσας ἐν αὐταῖς [17]Thou hast also taken thy fair jewels made of my gold and of my silver, which I had given thee, and madest to thyself images of men, and didst commit whoredom with them,
[18]καὶ ἔλαβες τὸν ἱματισμὸν τὸν ποικίλον σου καὶ περιέβαλες αὐτὰ καὶ τὸ ἔλαιόν μου καὶ τὸ θυμίαμά μου ἔθηκας πρὸ προσώπου αὐτῶν [18]And tookest thy broidered garments, and covered them: and thou hast set mine oil and my perfume before them.
[19]καὶ τοὺς ἄρτους μου οὓς ἔδωκά σοι σεμίδαλιν καὶ ἔλαιον καὶ μέλι ἐψώμισά σε καὶ ἔθηκας αὐτὰ πρὸ προσώπου αὐτῶν εἰς ὀσμὴν εὐωδίας καὶ ἐγένετο λέγει κύριος [19]My meat also, which I gave thee, as fine flour, oil, and honey, wherewith I fed thee, thou hast even set it before them for a sweet savor: thus it was, saith the Lord God.
[20]καὶ ἔλαβες τοὺς υἱούς σου καὶ τὰς θυγατέρας σου ἃς ἐγέννησας καὶ ἔθυσας αὐτὰ αὐτοῖς εἰς ἀνάλωσιν ὡς μικρὰ ἐξεπόρνευσας [20]Moreover thou hast taken thy sons and thy daughters, whom thou hast born unto me, and these hast thou sacrificed unto them, to be devoured: is this thy whoredom a small matter?
[21]καὶ ἔσφαξας τὰ τέκνα σου καὶ ἔδωκας αὐτὰ ἐν τῷ ἀποτροπιάζεσθαί σε ἐν αὐτοῖς [21]That thou hast slain my children, and delivered them to cause them to pass through fire for them?
[22]τοῦτο παρὰ πᾶσαν τὴν πορνείαν σου καὶ οὐκ ἐμνήσθης τὰς ἡμέρας τῆς νηπιότητός σου ὅτε ἦσθα γυμνὴ καὶ ἀσχημονοῦσα καὶ πεφυρμένη ἐν τῷ αἵματί σου ἔζησας [22]And in all thine abominations and whoredoms thou hast not remembered the days of thy youth, when thou wast naked and bare, and wast polluted in thy blood.
[23]καὶ ἐγένετο μετὰ πάσας τὰς κακίας σου λέγει κύριος [23]And beside all thy wickedness (woe, woe unto thee, saith the Lord God)
[24]καὶ ᾠκοδόμησας σεαυτῇ οἴκημα πορνικὸν καὶ ἐποίησας σεαυτῇ ἔκθεμα ἐν πάσῃ πλατείᾳ [24]Thou hast also built unto thee an high place, and hast made thee an high place in every street.
[25]καὶ ἐπ ἀρχῆς πάσης ὁδοῦ ᾠκοδόμησας τὰ πορνεῖά σου καὶ ἐλυμήνω τὸ κάλλος σου καὶ διήγαγες τὰ σκέλη σου παντὶ παρόδῳ καὶ ἐπλήθυνας τὴν πορνείαν σου [25]Thou hast built thine high place at every corner of the way, and hast made thy beauty to be abhorred: thou hast opened thy feet to everyone that passed by, and multiplied thy whoredom.
[26]καὶ ἐξεπόρνευσας ἐπὶ τοὺς υἱοὺς αἰγύπτου τοὺς ὁμοροῦντάς σοι τοὺς μεγαλοσάρκους καὶ πολλαχῶς ἐξεπόρνευσας τοῦ παροργίσαι με [26]Thou hast also committed fornication with the Egyptians thy neighbors, which have great members, and hast increased thy whoredom, to provoke me.
[27]ἐὰν δὲ ἐκτείνω τὴν χεῖρά μου ἐπὶ σέ καὶ ἐξαρῶ τὰ νόμιμά σου καὶ παραδώσω σε εἰς ψυχὰς μισούντων σε θυγατέρας ἀλλοφύλων τὰς ἐκκλινούσας σε ἐκ τῆς ὁδοῦ σου ἧς ἠσέβησας [27]Behold, therefore I did stretch out mine hand over thee, and will diminish thine ordinary, and deliver thee unto the will of them that hate thee, even to the daughters of the Philistines, which are ashamed of thy wicked way.
[28]καὶ ἐξεπόρνευσας ἐπὶ τὰς θυγατέρας ασσουρ καὶ οὐδ οὕτως ἐνεπλήσθης καὶ ἐξεπόρνευσας καὶ οὐκ ἐνεπίπλω [28]Thou hast played the whore also with the Assyrians, because thou wast insatiable: yea, thou hast played the harlot with them, and yet couldest not be satisfied.
[29]καὶ ἐπλήθυνας τὰς διαθήκας σου πρὸς γῆν χαλδαίων καὶ οὐδὲ ἐν τούτοις ἐνεπλήσθης [29]Thou hast moreover multiplied thy fornication from the land of Canaan unto Chaldea, and yet thou wast not satisfied herewith.
[30]τί διαθῶ τὴν θυγατέρα σου λέγει κύριος ἐν τῷ ποιῆσαί σε ταῦτα πάντα ἔργα γυναικὸς πόρνης καὶ ἐξεπόρνευσας τρισσῶς [30]How weak is thine heart, saith the Lord God, seeing thou doest all these things, even the work of a presumptuous whorish woman?
[31]ἐν ταῖς θυγατράσιν σου τὸ πορνεῖόν σου ᾠκοδόμησας ἐπὶ πάσης ἀρχῆς ὁδοῦ καὶ τὴν βάσιν σου ἐποίησας ἐν πάσῃ πλατείᾳ καὶ ἐγένου ὡς πόρνη συνάγουσα μισθώματα [31]In that thou buildest thine high place in the corner of every way, and makest thine high place in every street, and hast not been as an harlot that despiseth a reward,
[32]ἡ γυνὴ ἡ μοιχωμένη ὁμοία σοι παρὰ τοῦ ἀνδρὸς αὐτῆς λαμβάνουσα μισθώματα [32]But as a wife that playeth the harlot, and taketh others for her husband:
[33]πᾶσι τοῖς ἐκπορνεύσασιν αὐτὴν προσεδίδου μισθώματα καὶ σὺ δέδωκας μισθώματα πᾶσι τοῖς ἐρασταῖς σου καὶ ἐφόρτιζες αὐτοὺς τοῦ ἔρχεσθαι πρὸς σὲ κυκλόθεν ἐν τῇ πορνείᾳ σου [33]They give gifts to all other whores, but thou givest gifts unto all thy lovers, and rewardest them, that they may come unto thee on every side for thy fornication.
[34]καὶ ἐγένετο ἐν σοὶ διεστραμμένον παρὰ τὰς γυναῖκας ἐν τῇ πορνείᾳ σου καὶ μετὰ σοῦ πεπορνεύκασιν ἐν τῷ προσδιδόναι σε μισθώματα καὶ σοὶ μισθώματα οὐκ ἐδόθη καὶ ἐγένετο ἐν σοὶ διεστραμμένα [34]And the contrary is in thee from other women in thy fornications, neither the like fornication shall be after thee: for in that thou givest a reward, and no reward is given unto thee, therefore thou art contrary.
[35]διὰ τοῦτο πόρνη ἄκουε λόγον κυρίου [35]Wherefore, O harlot, hear the word of the Lord.
[36]τάδε λέγει κύριος ἀνθ ὧν ἐξέχεας τὸν χαλκόν σου καὶ ἀποκαλυφθήσεται ἡ αἰσχύνη σου ἐν τῇ πορνείᾳ σου πρὸς τοὺς ἐραστάς σου καὶ εἰς πάντα τὰ ἐνθυμήματα τῶν ἀνομιῶν σου καὶ ἐν τοῖς αἵμασιν τῶν τέκνων σου ὧν ἔδωκας αὐτοῖς [36]Thus saith the Lord God, Because thy shame was poured out, and thy filthiness discovered through thy fornications with thy lovers, and with all the idols of thine abominations, and by the blood of thy children, which thou didst offer unto them,
[37]διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐπὶ σὲ συνάγω πάντας τοὺς ἐραστάς σου ἐν οἷς ἐπεμίγης ἐν αὐτοῖς καὶ πάντας οὓς ἠγάπησας σὺν πᾶσιν οἷς ἐμίσεις καὶ συνάξω αὐτοὺς ἐπὶ σὲ κυκλόθεν καὶ ἀποκαλύψω τὰς κακίας σου πρὸς αὐτούς καὶ ὄψονται πᾶσαν τὴν αἰσχύνην σου [37]Behold, therefore I will gather all thy lovers, with whom thou hast taken pleasure, and all them that thou hast loved, with all them that thou hast hated: I will even gather them round about against thee, and will discover thy filthiness unto them, that they may see all thy filthiness.
[38]καὶ ἐκδικήσω σε ἐκδικήσει μοιχαλίδος καὶ ἐκχεούσης αἷμα καὶ θήσω σε ἐν αἵματι θυμοῦ καὶ ζήλου [38]And I will judge thee after the manner of them that are harlots, and of them that shed blood, and I will give thee the blood of wrath and jealousy.
[39]καὶ παραδώσω σε εἰς χεῖρας αὐτῶν καὶ κατασκάψουσιν τὸ πορνεῖόν σου καὶ καθελοῦσιν τὴν βάσιν σου καὶ ἐκδύσουσίν σε τὸν ἱματισμόν σου καὶ λήμψονται τὰ σκεύη τῆς καυχήσεώς σου καὶ ἀφήσουσίν σε γυμνὴν καὶ ἀσχημονοῦσαν [39]I will also give thee into their hands, and they shall destroy thine high place, and shall break down thine high places. They shall strip thee also out of thy clothes, and shall take thy fair jewels, and leave thee naked and bare.
[40]καὶ ἄξουσιν ἐπὶ σὲ ὄχλους καὶ λιθοβολήσουσίν σε ἐν λίθοις καὶ κατασφάξουσίν σε ἐν τοῖς ξίφεσιν αὐτῶν [40]They shall also bring up a company against thee, and they shall stone thee with stones, and thrust thee through with their swords.
[41]καὶ ἐμπρήσουσιν τοὺς οἴκους σου πυρὶ καὶ ποιήσουσιν ἐν σοὶ ἐκδικήσεις ἐνώπιον γυναικῶν πολλῶν καὶ ἀποστρέψω σε ἐκ τῆς πορνείας σου καὶ μισθώματα οὐ μὴ δῷς οὐκέτι [41]And they shall burn up thine houses with fire, and execute judgments upon thee in the sight of many women: and I will cause thee to cease from playing the harlot, and thou shalt give no reward anymore.
[42]καὶ ἐπαφήσω τὸν θυμόν μου ἐπὶ σέ καὶ ἐξαρθήσεται ὁ ζῆλός μου ἐκ σοῦ καὶ ἀναπαύσομαι καὶ οὐ μὴ μεριμνήσω οὐκέτι [42]So will I make my wrath toward thee to rest, and my jealousy shall depart from thee, and I will cease and be no more angry.
[43]ἀνθ ὧν οὐκ ἐμνήσθης τὴν ἡμέραν τῆς νηπιότητός σου καὶ ἐλύπεις με ἐν πᾶσι τούτοις καὶ ἐγὼ ἰδοὺ τὰς ὁδούς σου εἰς κεφαλήν σου δέδωκα λέγει κύριος καὶ οὕτως ἐποίησας τὴν ἀσέβειαν ἐπὶ πάσαις ταῖς ἀνομίαις σου [43]Because thou hast not remembered the days of thy youth, but hast provoked me with all these things, behold, therefore I also have brought thy way upon thine head, saith the Lord God: yet hast not thou had consideration of all thine abominations.
[44]ταῦτά ἐστιν πάντα ὅσα εἶπαν κατὰ σοῦ ἐν παραβολῇ λέγοντες καθὼς ἡ μήτηρ καὶ ἡ θυγάτηρ [44]Behold, all that use proverbs, shall use this proverb against thee, saying, As is the mother, so is her daughter.
[45]θυγάτηρ τῆς μητρός σου σὺ εἶ ἡ ἀπωσαμένη τὸν ἄνδρα αὐτῆς καὶ τὰ τέκνα αὐτῆς καὶ ἀδελφὴ τῶν ἀδελφῶν σου τῶν ἀπωσαμένων τοὺς ἄνδρας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν ἡ μήτηρ ὑμῶν χετταία καὶ ὁ πατὴρ ὑμῶν αμορραῖος [45]Thou art thy mother's daughter, that hath cast off her husband and her children, and thou art the sister of thy sisters, which forsook their husbands and their children: your mother is an Hittite, and your father an Amorite.
[46]ἡ ἀδελφὴ ὑμῶν ἡ πρεσβυτέρα σαμάρεια αὐτὴ καὶ αἱ θυγατέρες αὐτῆς ἡ κατοικοῦσα ἐξ εὐωνύμων σου καὶ ἡ ἀδελφή σου ἡ νεωτέρα σου ἡ κατοικοῦσα ἐκ δεξιῶν σου σοδομα καὶ αἱ θυγατέρες αὐτῆς [46]And thine elder sister is Samaria, and her daughters, that dwell at thy left hand, and thy young sister, that dwelleth at thy right hand, is Sodom, and her daughters.
[47]καὶ οὐδ ὧς ἐν ταῖς ὁδοῖς αὐτῶν ἐπορεύθης οὐδὲ κατὰ τὰς ἀνομίας αὐτῶν ἐποίησας παρὰ μικρὸν καὶ ὑπέρκεισαι αὐτὰς ἐν πάσαις ταῖς ὁδοῖς σου [47]Yet hast thou not walked after their ways, nor done after their abominations: but as it had been a very little thing, thou wast corrupted more than they in all thy ways.
[48]ζῶ ἐγώ λέγει κύριος εἰ πεποίηκεν σοδομα ἡ ἀδελφή σου αὐτὴ καὶ αἱ θυγατέρες αὐτῆς ὃν τρόπον ἐποίησας σὺ καὶ αἱ θυγατέρες σου [48]As I live, saith the Lord God, Sodom thy sister hath not done, neither she nor her daughters, as thou hast done and thy daughters.
[49]πλὴν τοῦτο τὸ ἀνόμημα σοδομων τῆς ἀδελφῆς σου ὑπερηφανία ἐν πλησμονῇ ἄρτων καὶ ἐν εὐθηνίᾳ οἴνου ἐσπατάλων αὐτὴ καὶ αἱ θυγατέρες αὐτῆς τοῦτο ὑπῆρχεν αὐτῇ καὶ ταῖς θυγατράσιν αὐτῆς καὶ χεῖρα πτωχοῦ καὶ πένητος οὐκ ἀντελαμβάνοντο [49]Behold, this was the iniquity of thy sister Sodom, pride, fullness of bread, and abundance of idleness was in her, and in her daughters: neither did she strengthen the hand of the poor and needy.
[50]καὶ ἐμεγαλαύχουν καὶ ἐποίησαν ἀνομήματα ἐνώπιόν μου καὶ ἐξῆρα αὐτάς καθὼς εἶδον [50]But they were haughty, and committed abomination before me: therefore I took them away, as pleased me.
[51]καὶ σαμάρεια κατὰ τὰς ἡμίσεις τῶν ἁμαρτιῶν σου οὐχ ἥμαρτεν καὶ ἐπλήθυνας τὰς ἀνομίας σου ὑπὲρ αὐτὰς καὶ ἐδικαίωσας τὰς ἀδελφάς σου ἐν πάσαις ταῖς ἀνομίαις σου αἷς ἐποίησας [51]Neither hath Samaria committed half of thy sins, but thou hast exceeded them in thine abominations, and hast justified thy sisters in all thine abominations, which thou hast done.
[52]καὶ σὺ κόμισαι βάσανόν σου ἐν ᾗ ἔφθειρας τὰς ἀδελφάς σου ἐν ταῖς ἁμαρτίαις σου αἷς ἠνόμησας ὑπὲρ αὐτὰς καὶ ἐδικαίωσας αὐτὰς ὑπὲρ σεαυτήν καὶ σὺ αἰσχύνθητι καὶ λαβὲ τὴν ἀτιμίαν σου ἐν τῷ δικαιῶσαί σε τὰς ἀδελφάς σου [52]Therefore thou which hast justified thy sisters, bear thine own shame for thy sins, that thou hast committed more abominable than they which are more righteous than thou art: be thou therefore confounded also, and bear thy shame, seeing that thou hast justified thy sisters.
[53]καὶ ἀποστρέψω τὰς ἀποστροφὰς αὐτῶν τὴν ἀποστροφὴν σοδομων καὶ τῶν θυγατέρων αὐτῆς καὶ ἀποστρέψω τὴν ἀποστροφὴν σαμαρείας καὶ τῶν θυγατέρων αὐτῆς καὶ ἀποστρέψω τὴν ἀποστροφήν σου ἐν μέσῳ αὐτῶν [53]Therefore I will bring again their captivity with the captivity of Sodom, and her daughters, and with the captivity of Samaria, and her daughters: even the captivity of thy captives in the midst of them,
[54]ὅπως κομίσῃ τὴν βάσανόν σου καὶ ἀτιμωθήσῃ ἐκ πάντων ὧν ἐποίησας ἐν τῷ σε παροργίσαι με [54]That thou mayest bear thine own shame, and mayest be confounded in all that thou hast done, in that thou hast comforted them.
[55]καὶ ἡ ἀδελφή σου σοδομα καὶ αἱ θυγατέρες αὐτῆς ἀποκατασταθήσονται καθὼς ἦσαν ἀπ ἀρχῆς καὶ σαμάρεια καὶ αἱ θυγατέρες αὐτῆς ἀποκατασταθήσονται καθὼς ἦσαν ἀπ ἀρχῆς καὶ σὺ καὶ αἱ θυγατέρες σου ἀποκατασταθήσεσθε καθὼς ἀπ ἀρχῆς ἦτε [55]And thy sister Sodom and her daughters shall return to their former state: Samaria also and her daughters shall return to their former state, when thou and thy daughters shall return to your former state.
[56]καὶ εἰ μὴ ἦν σοδομα ἡ ἀδελφή σου εἰς ἀκοὴν ἐν τῷ στόματί σου ἐν ταῖς ἡμέραις ὑπερηφανίας σου [56]For thy sister Sodom was not heard of by thy report in the day of thy pride,
[57]πρὸ τοῦ ἀποκαλυφθῆναι τὰς κακίας σου ὃν τρόπον νῦν ὄνειδος εἶ θυγατέρων συρίας καὶ πάντων τῶν κύκλῳ αὐτῆς θυγατέρων ἀλλοφύλων τῶν περιεχουσῶν σε κύκλῳ [57]Before thy wickedness was discovered, as in that same time of the reproach of the daughters of Aram [Syria], and of all the daughters of the Philistines round about her which despise thee on all sides.
[58]τὰς ἀσεβείας σου καὶ τὰς ἀνομίας σου σὺ κεκόμισαι αὐτάς λέγει κύριος [58]Thou hast born therefore thy wickedness and thine abomination, saith the Lord.
[59]τάδε λέγει κύριος καὶ ποιήσω ἐν σοὶ καθὼς ἐποίησας ὡς ἠτίμωσας ταῦτα τοῦ παραβῆναι τὴν διαθήκην μου [59]For thus saith the Lord God, I might even deal with thee, as thou hast done: when thou didst despise the oath, in breaking the covenant.
[60]καὶ μνησθήσομαι ἐγὼ τῆς διαθήκης μου τῆς μετὰ σοῦ ἐν ἡμέραις νηπιότητός σου καὶ ἀναστήσω σοι διαθήκην αἰώνιον [60]Nevertheless, I will remember my covenant made with thee in the days of thy youth, and I will confirm unto thee an everlasting covenant.
[61]καὶ μνησθήσῃ τὴν ὁδόν σου καὶ ἐξατιμωθήσῃ ἐν τῷ ἀναλαβεῖν σε τὰς ἀδελφάς σου τὰς πρεσβυτέρας σου σὺν ταῖς νεωτέραις σου καὶ δώσω αὐτάς σοι εἰς οἰκοδομὴν καὶ οὐκ ἐκ διαθήκης σου [61]Then thou shalt remember thy ways, and be ashamed, when thou shalt receive thy sisters, both thy elder and thy younger, and I will give them unto thee for daughters, but not by thy covenant.
[62]καὶ ἀναστήσω ἐγὼ τὴν διαθήκην μου μετὰ σοῦ καὶ ἐπιγνώσῃ ὅτι ἐγὼ κύριος [62]And I will establish my covenant with thee, and thou shalt know that I am the Lord,
[63]ὅπως μνησθῇς καὶ αἰσχυνθῇς καὶ μὴ ᾖ σοι ἔτι ἀνοῖξαι τὸ στόμα σου ἀπὸ προσώπου τῆς ἀτιμίας σου ἐν τῷ ἐξιλάσκεσθαί μέ σοι κατὰ πάντα ὅσα ἐποίησας λέγει κύριος [63]That thou mayest remember, and be ashamed, and never open thy mouth anymore: because of thy shame when I am pacified toward thee, for all that thou hast done, saith the Lord God.
Source: sacred-texts.org
Source: archive.org
Top