«
The Septuagint
LXX
The Bishops' Bible (1568)
Bishop
[1]καὶ σύ υἱὲ ἀνθρώπου προφήτευσον ἐπὶ γωγ καὶ εἰπόν τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπὶ σὲ γωγ ἄρχοντα ρως μοσοχ καὶ θοβελ [1]Therfore O thou sonne of man, prophecie against Gog, & speake, thus sayth the Lorde God: Behold O Gog, thou chiefe prince at Mesech and Tubal, I will vpon thee
[2]καὶ συνάξω σε καὶ καθοδηγήσω σε καὶ ἀναβιβῶ σε ἀπ ἐσχάτου τοῦ βορρᾶ καὶ ἀνάξω σε ἐπὶ τὰ ὄρη τοῦ ισραηλ [2]And I wil turne thee about, and I wil prouoke thee forward, and cause thee to come vp from the north partes, and bring thee vp to the mountaynes of Israel
[3]καὶ ἀπολῶ τὸ τόξον σου ἀπὸ τῆς χειρός σου τῆς ἀριστερᾶς καὶ τὰ τοξεύματά σου ἀπὸ τῆς χειρός σου τῆς δεξιᾶς καὶ καταβαλῶ σε [3]As for thy bow, I wil smite it out of thy left hande, and cause thyne arrowes to fall out of thy right hande
[4]ἐπὶ τὰ ὄρη ισραηλ καὶ πεσῇ σὺ καὶ πάντες οἱ περὶ σέ καὶ τὰ ἔθνη τὰ μετὰ σοῦ δοθήσονται εἰς πλήθη ὀρνέων παντὶ πετεινῷ καὶ πᾶσι τοῖς θηρίοις τοῦ πεδίου δέδωκά σε καταβρωθῆναι [4]Thou with all thyne hoast, and all the people that is with thee, shall fall vpon the mountaynes of Israel: then will I geue thee vnto the flockes of birdes [euen] to all fethered foules and beastes of the fielde, to be deuoured
[5]ἐπὶ προσώπου τοῦ πεδίου πεσῇ ὅτι ἐγὼ ἐλάλησα λέγει κύριος [5]Thou shalt fal vpon the open fielde: for I haue spoken it, sayth the Lorde God
[6]καὶ ἀποστελῶ πῦρ ἐπὶ γωγ καὶ κατοικηθήσονται αἱ νῆσοι ἐπ εἰρήνης καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος [6]Into Magog, and among those that sit so carelesse in the Iles will I sende a fire, and they shall know that I am the Lorde
[7]καὶ τὸ ὄνομά μου τὸ ἅγιον γνωσθήσεται ἐν μέσῳ λαοῦ μου ισραηλ καὶ οὐ βεβηλωθήσεται τὸ ὄνομά μου τὸ ἅγιον οὐκέτι καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγώ εἰμι κύριος ἅγιος ἐν ισραηλ [7]I will make also the name of my holinesse to be knowen among my people of Israel, and I will not let them pollute my holy name any more: but the very heathen also shall knowe that I am the Lord, the holy one of Israel
[8]ἰδοὺ ἥκει καὶ γνώσῃ ὅτι ἔσται λέγει κύριος κύριος αὕτη ἐστὶν ἡ ἡμέρα ἐν ᾗ ἐλάλησα [8]Behold it is come, and it is done, sayth the Lorde God: this is the day wherof I haue spoken
[9]καὶ ἐξελεύσονται οἱ κατοικοῦντες τὰς πόλεις ισραηλ καὶ καύσουσιν ἐν τοῖς ὅπλοις πέλταις καὶ κοντοῖς καὶ τόξοις καὶ τοξεύμασιν καὶ ῥάβδοις χειρῶν καὶ λόγχαις καὶ καύσουσιν ἐν αὐτοῖς πῦρ ἑπτὰ ἔτη [9]They that dwell in the cities of Israel, shall go foorth and set fire vpon the weapons, and burne them, shieldes and speares, bowes & arowes, hand staues and swordes, and they shal burne them with fire seuen yeres
[10]καὶ οὐ μὴ λάβωσιν ξύλα ἐκ τοῦ πεδίου οὐδὲ μὴ κόψωσιν ἐκ τῶν δρυμῶν ἀλλ ἢ τὰ ὅπλα κατακαύσουσιν πυρί καὶ προνομεύσουσιν τοὺς προνομεύσαντας αὐτοὺς καὶ σκυλεύσουσιν τοὺς σκυλεύσαντας αὐτούς λέγει κύριος [10]So that they shall els bring no wood from the fielde, neither hew downe any out of the wood: for with weapons shal they make their fire, they shall rob those that robbed them, and spoyle those that spoyled them, sayth the Lorde God
[11]καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ δώσω τῷ γωγ τόπον ὀνομαστόν μνημεῖον ἐν ισραηλ τὸ πολυάνδριον τῶν ἐπελθόντων πρὸς τῇ θαλάσσῃ καὶ περιοικοδομήσουσιν τὸ περιστόμιον τῆς φάραγγος καὶ κατορύξουσιν ἐκεῖ τὸν γωγ καὶ πᾶν τὸ πλῆθος αὐτοῦ καὶ κληθήσεται τὸ γαι τὸ πολυάνδριον τοῦ γωγ [11]At the same time wil I geue vnto Gog a place to be buried in Israel, euen the valley wherethrough men go towarde the east sea: those that trauayle thereby, shall stop their noses, there shall Gog and all his multitute be buried, & it shalbe called the valley of the multitude of Gog
[12]καὶ κατορύξουσιν αὐτοὺς οἶκος ισραηλ ἵνα καθαρισθῇ ἡ γῆ ἐν ἑπταμήνῳ [12]Seuen monethes long shall the house of Israel be burying of them, that they may cleanse the lande
[13]καὶ κατορύξουσιν αὐτοὺς πᾶς ὁ λαὸς τῆς γῆς καὶ ἔσται αὐτοῖς εἰς ὀνομαστὸν ᾗ ἡμέρᾳ ἐδοξάσθην λέγει κύριος [13]Yea all the people of the land shal burie them, and they shall haue a name when I shalbe glorified, sayth the Lord God
[14]καὶ ἄνδρας διὰ παντὸς διαστελοῦσιν ἐπιπορευομένους τὴν γῆν θάψαι τοὺς καταλελειμμένους ἐπὶ προσώπου τῆς γῆς καθαρίσαι αὐτὴν μετὰ τὴν ἑπτάμηνον καὶ ἐκζητήσουσιν [14]They shall chose out men to go continually thorowe the lande, to burie as they passe through those that remayne vpon the ground, to cleanse it: after the end of seuen monethes, shall they make their searche
[15]καὶ πᾶς ὁ διαπορευόμενος τὴν γῆν καὶ ἰδὼν ὀστοῦν ἀνθρώπου οἰκοδομήσει παρ αὐτὸ σημεῖον ἕως ὅτου θάψωσιν αὐτὸ οἱ θάπτοντες εἰς τὸ γαι τὸ πολυάνδριον τοῦ γωγ [15]And the trauaylers that passe thorowe the land, where they see a mans bone, they shal set vp a token by it, til the dead buriers haue buried it also in the valley of the multitude of Gog
[16]καὶ γὰρ τὸ ὄνομα τῆς πόλεως πολυάνδριον καὶ καθαρισθήσεται ἡ γῆ [16]And the name of the citie shalbe called Hamonah: thus shall they make the lande cleane
[17]καὶ σύ υἱὲ ἀνθρώπου εἰπόν τάδε λέγει κύριος εἰπὸν παντὶ ὀρνέῳ πετεινῷ καὶ πρὸς πάντα τὰ θηρία τοῦ πεδίου συνάχθητε καὶ ἔρχεσθε συνάχθητε ἀπὸ πάντων τῶν περικύκλῳ ἐπὶ τὴν θυσίαν μου ἣν τέθυκα ὑμῖν θυσίαν μεγάλην ἐπὶ τὰ ὄρη ισραηλ καὶ φάγεσθε κρέα καὶ πίεσθε αἷμα [17]And thou sonne of man, thus sayth the Lord God: Speake vnto the birdes and all fethered foules, yea and to all the beastes of the fielde, Assemble you together, and come, gather you round about to my sacrifice that I sacrifice for you, [euen] a great sacrifice vpon the mountaynes of Israel, that ye may eate fleshe, and drinke blood
[18]κρέα γιγάντων φάγεσθε καὶ αἷμα ἀρχόντων τῆς γῆς πίεσθε κριοὺς καὶ μόσχους καὶ τράγους καὶ οἱ μόσχοι ἐστεατωμένοι πάντες [18]Ye shall eate the fleshe of the valiaunt, and drinke the blood of the princes of the land, of the rammes, of the weathers, of the goates, and of the bullockes, that be all fed at Basan
[19]καὶ φάγεσθε στέαρ εἰς πλησμονὴν καὶ πίεσθε αἷμα εἰς μέθην ἀπὸ τῆς θυσίας μου ἧς ἔθυσα ὑμῖν [19]Ye shall eate the fat your belly full, and drinke blood till ye be drunken of my sacrifice, which I haue sacrificed for you
[20]καὶ ἐμπλησθήσεσθε ἐπὶ τῆς τραπέζης μου ἵππον καὶ ἀναβάτην γίγαντα καὶ πάντα ἄνδρα πολεμιστήν λέγει κύριος [20]Ye shall fil you at my table with horses & horsemen, with the valiaunt and men of warre, sayth the Lorde God
[21]καὶ δώσω τὴν δόξαν μου ἐν ὑμῖν καὶ ὄψονται πάντα τὰ ἔθνη τὴν κρίσιν μου ἣν ἐποίησα καὶ τὴν χεῖρά μου ἣν ἐπήγαγον ἐπ αὐτούς [21]I wil set my glorie also among the gentiles, that all the heathen may see my iudgement that I haue executed, & my hand whiche I haue layde vpon them
[22]καὶ γνώσονται οἶκος ισραηλ ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς αὐτῶν ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ἐπέκεινα [22]And the house of Israel shall knowe that I am the Lorde their God, from that day, and so forwarde
[23]καὶ γνώσονται πάντα τὰ ἔθνη ὅτι διὰ τὰς ἁμαρτίας αὐτῶν ᾐχμαλωτεύθησαν οἶκος ισραηλ ἀνθ ὧν ἠθέτησαν εἰς ἐμέ καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ αὐτῶν καὶ παρέδωκα αὐτοὺς εἰς χεῖρας τῶν ἐχθρῶν αὐτῶν καὶ ἔπεσαν πάντες μαχαίρᾳ [23]And the heathen shal know, that wheras the house of Israel was led into captiuitie, it was for their wickednesse sake, because they offended me: for the which cause I hyd my face from them, & deliuered them into the handes of their enemies, that they might all be slayne with the sworde
[24]κατὰ τὰς ἀκαθαρσίας αὐτῶν καὶ κατὰ τὰ ἀνομήματα αὐτῶν ἐποίησα αὐτοῖς καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ αὐτῶν [24]According to their vncleanesse, & according to their transgressions haue I done vnto them, & hid my face fro them
[25]διὰ τοῦτο τάδε λέγει κύριος κύριος νῦν ἀποστρέψω τὴν αἰχμαλωσίαν ιακωβ καὶ ἐλεήσω τὸν οἶκον ισραηλ καὶ ζηλώσω διὰ τὸ ὄνομα τὸ ἅγιόν μου [25]Therefore thus sayth the Lorde God: Nowe will I bring againe the captiues of Iacob, and haue mercie vpon the whole house of Israel, and be ielous for my holy names sake
[26]καὶ λήμψονται τὴν ἀτιμίαν ἑαυτῶν καὶ τὴν ἀδικίαν ἣν ἠδίκησαν ἐν τῷ κατοικισθῆναι αὐτοὺς ἐπὶ τὴν γῆν αὐτῶν ἐπ εἰρήνης καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν [26]After that they haue borne their shame, and all their transgression, wherby they haue transgressed against me when they dwelt safely in their lande, and no man to feare them
[27]ἐν τῷ ἀποστρέψαι με αὐτοὺς ἐκ τῶν ἐθνῶν καὶ συναγαγεῖν με αὐτοὺς ἐκ τῶν χωρῶν τῶν ἐθνῶν καὶ ἁγιασθήσομαι ἐν αὐτοῖς ἐνώπιον τῶν ἐθνῶν [27]And when I haue brought them againe from among the people, when I haue gathered them together out of their enemies landes, and am sanctified in them in the sight of many nations
[28]καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς αὐτῶν ἐν τῷ ἐπιφανῆναί με αὐτοῖς ἐν τοῖς ἔθνεσιν [28]Then shall they knowe that I am the Lorde their God, which caused them to be led into captiuitie among the heathen, but haue gathered them againe into their owne land, and not left one of them any more there
[29]καὶ οὐκ ἀποστρέψω οὐκέτι τὸ πρόσωπόν μου ἀπ αὐτῶν ἀνθ οὗ ἐξέχεα τὸν θυμόν μου ἐπὶ τὸν οἶκον ισραηλ λέγει κύριος κύριος [29]After that wil I hyde my face no more from them, but will powre out my spirite vpon the house of Israel, sayth the Lorde God
Source: sacred-texts.org
Source: studybible.org
Top