«
The Septuagint
LXX
Peshitta (Lamsa, 1933)
Pes(Lam)
[1]καὶ σύ υἱὲ ἀνθρώπου προφήτευσον ἐπὶ γωγ καὶ εἰπόν τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπὶ σὲ γωγ ἄρχοντα ρως μοσοχ καὶ θοβελ [1]AND you, O Son of man, prophesy against China and say, Thus says the LORD God: Behold, I am against you, O China, the ruler and the chief prince of Meshech and Tubal;
[2]καὶ συνάξω σε καὶ καθοδηγήσω σε καὶ ἀναβιβῶ σε ἀπ ἐσχάτου τοῦ βορρᾶ καὶ ἀνάξω σε ἐπὶ τὰ ὄρη τοῦ ισραηλ [2]I will subdue you and gather you together, and I will cause you to come up from the north parts, and bring you upon the mountains of Israel;
[3]καὶ ἀπολῶ τὸ τόξον σου ἀπὸ τῆς χειρός σου τῆς ἀριστερᾶς καὶ τὰ τοξεύματά σου ἀπὸ τῆς χειρός σου τῆς δεξιᾶς καὶ καταβαλῶ σε [3]And I will swerve your bow out of your left hand, and will cause your arrows to fall out of your right hand.
[4]ἐπὶ τὰ ὄρη ισραηλ καὶ πεσῇ σὺ καὶ πάντες οἱ περὶ σέ καὶ τὰ ἔθνη τὰ μετὰ σοῦ δοθήσονται εἰς πλήθη ὀρνέων παντὶ πετεινῷ καὶ πᾶσι τοῖς θηρίοις τοῦ πεδίου δέδωκά σε καταβρωθῆναι [4]You shall fall upon the mountains of Israel, you and all your army and the many peoples that are with you: I have given you to the ravenous birds of the air and to the wild beasts of the field to be devoured.
[5]ἐπὶ προσώπου τοῦ πεδίου πεσῇ ὅτι ἐγὼ ἐλάλησα λέγει κύριος [5]You shall fall in the open field; for I have spoken it, says the LORD God.
[6]καὶ ἀποστελῶ πῦρ ἐπὶ γωγ καὶ κατοικηθήσονται αἱ νῆσοι ἐπ εἰρήνης καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος [6]And I will send a fire on Mongolia, and on the people who dwell peacefully in the islands; and they shall know that I am the LORD.
[7]καὶ τὸ ὄνομά μου τὸ ἅγιον γνωσθήσεται ἐν μέσῳ λαοῦ μου ισραηλ καὶ οὐ βεβηλωθήσεται τὸ ὄνομά μου τὸ ἅγιον οὐκέτι καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγώ εἰμι κύριος ἅγιος ἐν ισραηλ [7]So I will make my holy name known in the midst of my people Israel; and I will not let them profane my holy name any more: and the Gentiles shall know that I am the LORD, the Holy One of Israel
[8]ἰδοὺ ἥκει καὶ γνώσῃ ὅτι ἔσται λέγει κύριος κύριος αὕτη ἐστὶν ἡ ἡμέρα ἐν ᾗ ἐλάλησα [8]Behold, the day of which I have spoken is at hand, says the LORD God;
[9]καὶ ἐξελεύσονται οἱ κατοικοῦντες τὰς πόλεις ισραηλ καὶ καύσουσιν ἐν τοῖς ὅπλοις πέλταις καὶ κοντοῖς καὶ τόξοις καὶ τοξεύμασιν καὶ ῥάβδοις χειρῶν καὶ λόγχαις καὶ καύσουσιν ἐν αὐτοῖς πῦρ ἑπτὰ ἔτη [9]Then the inhabitants of the villages of Israel shall go forth, and shall set on fire and burn the weapons, both the shields and the spears, the bows and the arrows and the hand-staves and the lances, and they shall burn them as fuel for seven years;
[10]καὶ οὐ μὴ λάβωσιν ξύλα ἐκ τοῦ πεδίου οὐδὲ μὴ κόψωσιν ἐκ τῶν δρυμῶν ἀλλ ἢ τὰ ὅπλα κατακαύσουσιν πυρί καὶ προνομεύσουσιν τοὺς προνομεύσαντας αὐτοὺς καὶ σκυλεύσουσιν τοὺς σκυλεύσαντας αὐτούς λέγει κύριος [10]So that they shall not need wood for fuel out of the field or the forest: for they shall burn the weapons with fire, and they shall take captive those who had taken them captive and plunder those who had plundered them, says the LORD God.
[11]καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ δώσω τῷ γωγ τόπον ὀνομαστόν μνημεῖον ἐν ισραηλ τὸ πολυάνδριον τῶν ἐπελθόντων πρὸς τῇ θαλάσσῃ καὶ περιοικοδομήσουσιν τὸ περιστόμιον τῆς φάραγγος καὶ κατορύξουσιν ἐκεῖ τὸν γωγ καὶ πᾶν τὸ πλῆθος αὐτοῦ καὶ κληθήσεται τὸ γαι τὸ πολυάνδριον τοῦ γωγ [11]And it shall come to pass on that day that I will give to China a place there for burial in the land of Israel, the great valley which is east of the sea; and they shall close off the valley: and there they shall bury China and all his army; and it shall be called the valley of the annihilation of China.
[12]καὶ κατορύξουσιν αὐτοὺς οἶκος ισραηλ ἵνα καθαρισθῇ ἡ γῆ ἐν ἑπταμήνῳ [12]And for seven months the house of Israel shall be busy burying them; and then the land shall be cleansed.
[13]καὶ κατορύξουσιν αὐτοὺς πᾶς ὁ λαὸς τῆς γῆς καὶ ἔσται αὐτοῖς εἰς ὀνομαστὸν ᾗ ἡμέρᾳ ἐδοξάσθην λέγει κύριος [13]Yea, all the people of the land shall bury them; and it shall be to them a renowned day when I am glorified, says the LORD.
[14]καὶ ἄνδρας διὰ παντὸς διαστελοῦσιν ἐπιπορευομένους τὴν γῆν θάψαι τοὺς καταλελειμμένους ἐπὶ προσώπου τῆς γῆς καθαρίσαι αὐτὴν μετὰ τὴν ἑπτάμηνον καὶ ἐκζητήσουσιν [14]Even seven months after, there shall be men who will travel continually through the land burying those who are left lying on the face of the land, to cleanse it.
[15]καὶ πᾶς ὁ διαπορευόμενος τὴν γῆν καὶ ἰδὼν ὀστοῦν ἀνθρώπου οἰκοδομήσει παρ αὐτὸ σημεῖον ἕως ὅτου θάψωσιν αὐτὸ οἱ θάπτοντες εἰς τὸ γαι τὸ πολυάνδριον τοῦ γωγ [15]And every one who passes through the land, and sees a man's bone, then shall he set up a sign by it, till buriers have come and taken it and buried it in the valley of China.
[16]καὶ γὰρ τὸ ὄνομα τῆς πόλεως πολυάνδριον καὶ καθαρισθήσεται ἡ γῆ [16]And the name of the graveyard shall be, The Mighty City. Thus shall they cleanse the land.
[17]καὶ σύ υἱὲ ἀνθρώπου εἰπόν τάδε λέγει κύριος εἰπὸν παντὶ ὀρνέῳ πετεινῷ καὶ πρὸς πάντα τὰ θηρία τοῦ πεδίου συνάχθητε καὶ ἔρχεσθε συνάχθητε ἀπὸ πάντων τῶν περικύκλῳ ἐπὶ τὴν θυσίαν μου ἣν τέθυκα ὑμῖν θυσίαν μεγάλην ἐπὶ τὰ ὄρη ισραηλ καὶ φάγεσθε κρέα καὶ πίεσθε αἷμα [17]And you, Son of man, say to all the fowls of the air and to every beast of the field, Thus says the LORD God: Assemble yourselves and come: gather yourselves from every place to the great sacrifice that I perform for you upon the mountains of Israel, and you shall eat flesh and drink blood.
[18]κρέα γιγάντων φάγεσθε καὶ αἷμα ἀρχόντων τῆς γῆς πίεσθε κριοὺς καὶ μόσχους καὶ τράγους καὶ οἱ μόσχοι ἐστεατωμένοι πάντες [18]You shall eat the flesh of the mighty men and drink the blood of the princes of the earth, of rams, of fatlings, of he-goats, of bullocks, and of all the young bullocks of Bashan.
[19]καὶ φάγεσθε στέαρ εἰς πλησμονὴν καὶ πίεσθε αἷμα εἰς μέθην ἀπὸ τῆς θυσίας μου ἧς ἔθυσα ὑμῖν [19]And you shall eat flesh till you are filled and drink blood till you are drunk at the great sacrificial feast which I am preparing for you.
[20]καὶ ἐμπλησθήσεσθε ἐπὶ τῆς τραπέζης μου ἵππον καὶ ἀναβάτην γίγαντα καὶ πάντα ἄνδρα πολεμιστήν λέγει κύριος [20]Thus you shall be filled at my table with the flesh of horses and their riders, and with that of mighty men, and with that of all the men of war, says the LORD God.
[21]καὶ δώσω τὴν δόξαν μου ἐν ὑμῖν καὶ ὄψονται πάντα τὰ ἔθνη τὴν κρίσιν μου ἣν ἐποίησα καὶ τὴν χεῖρά μου ἣν ἐπήγαγον ἐπ αὐτούς [21]And I will set my glory among the nations, and all the Gentiles shall see the judgment that I have executed, and the heavy punishment with which I have punished them.
[22]καὶ γνώσονται οἶκος ισραηλ ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς αὐτῶν ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ἐπέκεινα [22]So the house of Israel shall know that I am the LORD their God from that day and forward
[23]καὶ γνώσονται πάντα τὰ ἔθνη ὅτι διὰ τὰς ἁμαρτίας αὐτῶν ᾐχμαλωτεύθησαν οἶκος ισραηλ ἀνθ ὧν ἠθέτησαν εἰς ἐμέ καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ αὐτῶν καὶ παρέδωκα αὐτοὺς εἰς χεῖρας τῶν ἐχθρῶν αὐτῶν καὶ ἔπεσαν πάντες μαχαίρᾳ [23]And the Gentiles shall know that the house of Israel was carried into captivity for their iniquity; because they transgressed against me, therefore I turned away my face from them and delivered them into the hand of those who hate them, and they all fell by the sword.
[24]κατὰ τὰς ἀκαθαρσίας αὐτῶν καὶ κατὰ τὰ ἀνομήματα αὐτῶν ἐποίησα αὐτοῖς καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ αὐτῶν [24]According to their abominations and according to their iniquity have I rewarded them; and I turned away my face from them.
[25]διὰ τοῦτο τάδε λέγει κύριος κύριος νῦν ἀποστρέψω τὴν αἰχμαλωσίαν ιακωβ καὶ ἐλεήσω τὸν οἶκον ισραηλ καὶ ζηλώσω διὰ τὸ ὄνομα τὸ ἅγιόν μου [25]Therefore thus says the LORD God: Now I will bring back the captivity of Jacob, and have mercy upon all the house of Israel, and will be zealous for my holy name's sake;
[26]καὶ λήμψονται τὴν ἀτιμίαν ἑαυτῶν καὶ τὴν ἀδικίαν ἣν ἠδίκησαν ἐν τῷ κατοικισθῆναι αὐτοὺς ἐπὶ τὴν γῆν αὐτῶν ἐπ εἰρήνης καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν [26]After they have borne all their shame and their iniquity whereby they have transgressed against me; when they dwell securely in their own land, with no one to hurt them;
[27]ἐν τῷ ἀποστρέψαι με αὐτοὺς ἐκ τῶν ἐθνῶν καὶ συναγαγεῖν με αὐτοὺς ἐκ τῶν χωρῶν τῶν ἐθνῶν καὶ ἁγιασθήσομαι ἐν αὐτοῖς ἐνώπιον τῶν ἐθνῶν [27]When I have gathered them from among the nations and brought them back from the cities of their enemies, and am sanctified by them in the sight of many nations;
[28]καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς αὐτῶν ἐν τῷ ἐπιφανῆναί με αὐτοῖς ἐν τοῖς ἔθνεσιν [28]Then shall they know that I am the LORD their God, who caused them to be carried captive among the nations, and that it is I who gathered them into their own land and have left none of them there any more.
[29]καὶ οὐκ ἀποστρέψω οὐκέτι τὸ πρόσωπόν μου ἀπ αὐτῶν ἀνθ οὗ ἐξέχεα τὸν θυμόν μου ἐπὶ τὸν οἶκον ισραηλ λέγει κύριος κύριος [29]Neither will I turn away my face from them; but I will pour out my spirit upon the house of Israel, says the LORD
Source: sacred-texts.org
Author: George M. Lamsa
Source: studybible.info
Top