«
SBL Greek NT (2010)
SBL
The Book of Enoch (1917)
1Eno(Cha)
[1]τῇ ἐλευθερίᾳ ⸂ἡμᾶς Χριστὸς ἠλευθέρωσεν· στήκετε οὖν⸃ καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε. [No book]
[2]Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. [No book]
[3]μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι. [No book]
[4]κατηργήθητε ⸀ἀπὸ Χριστοῦ οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε. [No book]
[5]ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα. [No book]
[6]ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ πίστις διʼ ἀγάπης ἐνεργουμένη. [No book]
[7]Ἐτρέχετε καλῶς· τίς ὑμᾶς ἐνέκοψεν ⸀τῇ ἀληθείᾳ μὴ πείθεσθαι; [No book]
[8]ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς. [No book]
[9]μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. [No book]
[10]ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν κυρίῳ ὅτι οὐδὲν ἄλλο φρονήσετε· ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα, ὅστις ⸀ἐὰν ᾖ. [No book]
[11]ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ. [No book]
[12]ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς. [No book]
[13]Ὑμεῖς γὰρ ἐπʼ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις· [No book]
[14]ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ ⸀πεπλήρωται, ἐν τῷ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς ⸀σεαυτόν. [No book]
[15]εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπʼ ἀλλήλων ἀναλωθῆτε. [No book]
[16]Λέγω δέ, πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε. [No book]
[17]ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός, ταῦτα ⸀γὰρ ⸂ἀλλήλοις ἀντίκειται⸃, ἵνα μὴ ἃ ⸀ἐὰν θέλητε ταῦτα ποιῆτε. [No book]
[18]εἰ δὲ πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον. [No book]
[19]φανερὰ δέ ἐστιν τὰ ἔργα τῆς σαρκός, ἅτινά ⸀ἐστιν πορνεία, ἀκαθαρσία, ἀσέλγεια, [No book]
[20]εἰδωλολατρία, φαρμακεία, ἔχθραι, ⸂ἔρις, ζῆλος⸃, θυμοί, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις, [No book]
[21]⸀φθόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις, ἃ προλέγω ὑμῖν ⸀καθὼς προεῖπον ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν. [No book]
[22]Ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, [No book]
[23]πραΰτης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος. [No book]
[24]οἱ δὲ τοῦ ⸀Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις. [No book]
[25]εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν. [No book]
[26]μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες. [No book]
Legend
[Gg: Text found only in Greek Akhmim]]
[E: Text found only in Ethiopic]]
<Restored text>
[Interpolation or note]
(Editor's addition or note)
Author: Michael W. Holmes (2010)
Source: www.sblgnt.com

See information...
Translation: R. H. Charles, D. Litt., D.D. (1917)
Source: sacred-texts.com
Top