«
SBL Greek NT (2010)
SBL
Greek Textus Receptus (1550/1894)
TR GNT
Galatians
Gal
6
   
[1]Ἀδελφοί, ἐὰν καὶ προλημφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραΰτητος, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. [1]αδελφοι εαν και προληφθη ανθρωπος εν τινι παραπτωματι υμεις οι πνευματικοι καταρτιζετε τον τοιουτον εν πνευματι πραοτητος σκοπων σεαυτον μη και συ πειρασθης
[2]ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ⸀ἀναπληρώσετε τὸν νόμον τοῦ Χριστοῦ. [2]αλληλων τα βαρη βασταζετε και ουτως αναπληρωσατε τον νομον του χριστου
[3]εἰ γὰρ δοκεῖ τις εἶναί τι μηδὲν ὤν, ⸂φρεναπατᾷ ἑαυτόν⸃· [3]ει γαρ δοκει τις ειναι τι μηδεν ων εαυτον φρεναπατα
[4]τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει καὶ οὐκ εἰς τὸν ἕτερον, [4]το δε εργον εαυτου δοκιμαζετω εκαστος και τοτε εις εαυτον μονον το καυχημα εξει και ουκ εις τον ετερον
[5]ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει. [5]εκαστος γαρ το ιδιον φορτιον βαστασει
[6]Κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς. [6]κοινωνειτω δε ο κατηχουμενος τον λογον τω κατηχουντι εν πασιν αγαθοις
[7]μὴ πλανᾶσθε, θεὸς οὐ μυκτηρίζεται· ὃ γὰρ ⸀ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει· [7]μη πλανασθε θεος ου μυκτηριζεται ο γαρ εαν σπειρη ανθρωπος τουτο και θερισει
[8]ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ ἐκ τῆς σαρκὸς θερίσει φθοράν, ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον. [8]οτι ο σπειρων εις την σαρκα εαυτου εκ της σαρκος θερισει φθοραν ο δε σπειρων εις το πνευμα εκ του πνευματος θερισει ζωην αιωνιον
[9]τὸ δὲ καλὸν ποιοῦντες μὴ ⸀ἐγκακῶμεν, καιρῷ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι. [9]το δε καλον ποιουντες μη εκκακωμεν καιρω γαρ ιδιω θερισομεν μη εκλυομενοι
[10]ἄρα οὖν ὡς καιρὸν ⸀ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως. [10]αρα ουν ως καιρον εχομεν εργαζωμεθα το αγαθον προς παντας μαλιστα δε προς τους οικειους της πιστεως
[11]Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. [11]ιδετε πηλικοις υμιν γραμμασιν εγραψα τη εμη χειρι
[12]ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ⸀ἵνα τῷ σταυρῷ τοῦ ⸀Χριστοῦ ⸀μὴ διώκωνται· [12]οσοι θελουσιν ευπροσωπησαι εν σαρκι ουτοι αναγκαζουσιν υμας περιτεμνεσθαι μονον ινα μη τω σταυρω του χριστου διωκωνται
[13]οὐδὲ γὰρ οἱ ⸀περιτεμνόμενοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. [13]ουδε γαρ οι περιτεμνομενοι αυτοι νομον φυλασσουσιν αλλα θελουσιν υμας περιτεμνεσθαι ινα εν τη υμετερα σαρκι καυχησωνται
[14]ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, διʼ οὗ ἐμοὶ κόσμος ἐσταύρωται ⸀κἀγὼ κόσμῳ. [14]εμοι δε μη γενοιτο καυχασθαι ει μη εν τω σταυρω του κυριου ημων ιησου χριστου δι ου εμοι κοσμος εσταυρωται καγω τω κοσμω
[15]⸂οὔτε γὰρ⸃ περιτομή τί ⸀ἐστιν οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. [15]εν γαρ χριστω ιησου ουτε περιτομη τι ισχυει ουτε ακροβυστια αλλα καινη κτισις
[16]καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπʼ αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ θεοῦ. [16]και οσοι τω κανονι τουτω στοιχησουσιν ειρηνη επ αυτους και ελεος και επι τον ισραηλ του θεου
[17]Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω, ἐγὼ γὰρ τὰ στίγματα ⸀τοῦ Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω. [17]του λοιπου κοπους μοι μηδεις παρεχετω εγω γαρ τα στιγματα του κυριου ιησου εν τω σωματι μου βασταζω
[18]Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί· ἀμήν. [18]η χαρις του κυριου ημων ιησου χριστου μετα του πνευματος υμων αδελφοι αμην [προς γαλατας εγραφη απο ρωμης]
Author: Michael W. Holmes (2010)
Source: www.sblgnt.com

See information...
Author: Stephanus (1550), with variants of Scrivener (1894)
Source: unbound.biola.edu
Top